Ancient Greek
Τοῦ δήμου παντὸς ἀφεθέντος τῆς ἀγωνίας καὶ θαρσήσαντος, τινὲς πάλιν τὴν πόλιν ἐτάραξαν φοβερὰς πλάττοντες φήμας, καὶ ἠλέγχθησαν· εἰς τοῦτό τε οὖν ἡ ὁμιλία εἴρηται, καὶ εἰς τὴν περὶ τῶν ὅρκων παραίνεσιν· διὸ καὶ ἡ κατὰ τὸν Ἰωνάθαν καὶ τὸν Σαοὺλ ἱστορία καὶ τὸν Ἰεφθάε παρήχθη, καὶ ἐδείχθη πόσαι ἐξ ἑνὸς ὅρκου γίνονται ἐπιορκίαι.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 3.1-13
Not analysed yet
Τί οὖν, ἐπειδὴ ὁ λαὸς ἐφιλοσόφησεν ἅπας, ἆρα οὐδὲν ἐγένετο πλέον, ἀλλὰ ἐφυλάχθη ὁ ὅρκος; Οὐδὲ οὕτω μὲν οὖν ἐφυλάχθη, ἀλλὰ παρεβάθη. Πῶς καὶ τίνι τρόπῳ; Αὐτίκα ἀκούσεσθε, ἵνα καὶ τὴν τοῦ διαβόλου τέχνην καταμάθητε πᾶσαν. Ὁ γὰρ Ἰωνάθαν οὐκ ἀκούσας ἐν τῷ ὁρκίζειν τὸν πατέρα αὐτοῦ, ἐξέτεινε τὸ ἄκρον τοῦ σκήπτρου αὐτοῦ τοῦ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐβάπτισεν εἰς τὸ κηρίον τοῦ μέλιτος, καὶ ἐπέστρεψε τὴν χεῖρα αὐτοῦ ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτοῦ. Ὅρα τίνα πρὸς τὴν ἐπιορκίαν ὤθησεν, οὐχ ἕνα τῶν στρατιωτῶν, ἀλλ' αὐτὸν τὸν υἱὸν τοῦ ὀμωμοκότος· οὐ γὰρ ἐπιορκίαν ἐργάσασθαι ἐβούλετο μόνον, ἀλλὰ καὶ παιδοκτονίαν συνετίθει, καὶ τοῦτο κατεσκεύαζε πόῤῥωθεν, καὶ τὴν φύσιν αὐτὴν καθ' ἑαυτῆς σχίσαι ἠπείγετο, καὶ ὅπερ ἐπὶ τοῦ Ἰεφθάε ποτὲ ἐποίησε, τοῦτο καὶ μετὰ ταῦτα ποιήσειν ἤλπισε. Καὶ γὰρ ἐκεῖνος ὑποσχόμενος τῷ Θεῷ τὸν πρῶτον ἀπαντήσοντα αὐτῷ μετὰ τὴν ἀπὸ τοῦ πολέμου νίκην κατασφάξειν, εἰς παιδοκτονίαν ἐνέπεσε· τὸ θυγάτριον γὰρ πρῶτον ἀπαντῆσαν αὐτῷ κατέθυσε, καὶ ὁ Θεὸς οὐκ ἐκώλυσε. Καὶ οἶδα μὲν ὅτι πολλοὶ τῶν ἀπίστων ὠμότητα ἐγκαλοῦσιν ἡμῖν καὶ ἀπανθρωπίαν διὰ τὴν θυσίαν ταύτην· ἐγὼ δὲ πολλῆς κηδεμονίας καὶ φιλανθρωπίας δεῖγμα τὴν συγχώρησιν τὴν ἐπὶ τῇ θυσίᾳ ταύτῃ γεγενημένην εἴποιμι ἂν εἶναι, καὶ ὅτι τοῦ γένους ἡμῶν κηδόμενος οὐκ ἐκώλυσεν ἐκείνην τὴν σφαγήν. Εἰ γὰρ μετὰ τὴν εὐχὴν ἐκείνην καὶ τὴν ὑπόσχεσιν τὴν θυσίαν ἐκώλυσε, πολλοὶ καὶ μετὰ τὸν Ἰεφθάε προσδοκῶντες μὴ δέξασθαι τὸν Θεὸν, πολλὰς ἂν τοιαύτας ηὔξαντο εὐχὰς, καὶ ὁδῷ προβαίνοντες εἰς παιδοκτονίαν ἐξέβησαν ἄν· νυνὶ δὲ ἀφεὶς αὐτὴν πληρωθῆναι ἔργῳ, τοὺς μετὰ ταῦτα πάντας ἐκώλυσε Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, μετὰ τὸ σφαγῆναι τὸ θυγάτριον τοῦ Ἰεφθάε, ὥστε ἀείμνηστον εἶναι τὴν συμφορὰν, καὶ μὴ λήθῃ παραδοθῆναι τὸ πάθος, ἐγένετο νόμος παρὰ τοῖς Ἰουδαίοις, συνερχομένας τὰς παρθένους κατὰ τὸν καιρὸν ἐκεῖνον ἡμέρας τεσσαράκοντα. πενθεῖν τὴν γεγενημένην σφαγὴν, ἵνα τῷ θρήνῳ τῆς θυσίας τὴν μνήμην ἀνανεούμενοι, τοὺς μετὰ ταῦτα σωφρονεστέρους ποιῶσιν ἅπαντας, καὶ μάθωσιν ὡς οὐ κατὰ γνώμην Θεοῦ ἐγένετο τοῦτο· οὐδὲ γὰρ ἂν θρηνεῖν καὶ ὀδύρεσθαι τὰς παρθένους ἀφῆκε. Καὶ ὅτι οὐ στοχασμὸς τὸ λεγόμενον, τὸ τέλος ἔδειξε. Μετὰ γὰρ τὴν θυσίαν ἐκείνην οὐδεὶς τοιαύτην εὐχὴν ηὔξατο τῷ Θεῷ· διὰ τοῦτο ταύτην μὲν οὐκ ἐκώλυσεν, ἣν δὲ αὐτὸς ἐπέταξε διεκώλυσε, τὴν ἐπὶ τοῦ Ἰσαὰκ, δι' ἀμφοτέρων δεικνὺς ὡς οὐ χαίρει ταῖς τοιαύταις θυσίαις, Ἀλλ' ὁ πονηρὸς δαίμων ἐφιλονείκει καὶ νῦν τοιαύτην τραγῳδίαν ἐργάσασθα, διὰ τοῦτο τὸν Ἰωνάθαν ἐπὶ τὴν παράβασιν ὤθησεν. Εἰ μὲν γάρ τις τῶν στρατιωτῶν παρέβη τὸν νόμον, οὐδὲν αὐτῷ μέγα ἐδόκει εἶναι κακὸν τὸ γινόμενον, νυνὶ δὲ ἀκόρεστος ὢν τῶν ἀνθρωπίνων κακῶν, καὶ οὐδέποτε ἐκ τῶν ἡμετέρων ἐμπιπλάμενος συμφορῶν, οὐδὲν νεανικὸν ἡγεῖτο ποιεῖν, εἰ φόνον ἐργάσαιτο ψιλόν· ἀλλ' εἰ μὴ καὶ παιδοκτονίᾳ τὴν δεξιὰν τοῦ βασιλέως μολύνειεν, οὐδὲν μέγα πεποιηκέναι ἐνόμιζε. Καὶ τί λέγω παιδοκτονίαν; ἐπενόησε γὰρ ὁ μιαρὸς ἐκεῖνος καὶ τούτου πάλιν ἐναγέστερον φόνον εὑρεῖν. Εἰ μὲν γὰρ εἰδὼς ἥμαρτε καὶ ἐσφάγη, παιδοκτονία μόνον τὸ γινόμενον ἦν· νυνὶ δὲ ἐξ ἀγνοίας ἁμαρτὼν (οὐδὲ γὰρ ἤκουσε τῶν ὅρκων), εἶτα ἀναιρεθεὶς, διπλοῦν ἂν ἐποίησε τῷ πατρὶ τὸ ἄλγος· καὶ γὰρ παῖδα, καὶ παῖδα οὐδὲν ἁμαρτόντα, καταθύειν ἔμελλεν. Ἀλλ' ἐπὶ τὰ ἐχόμενα τῆς ἱστορίας πορευτέον λοιπόν. Ἐπειδὴ γὰρ ἔφαγεν, Ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτοῦ, φησί. Πολλὴν καὶ ἐνταῦθα τοῦ βασιλέως κατηγορεῖ τὴν ἅνοιαν, δεικνὺς ὅτι σχεδὸν ὁ λιμὸς ἐπήρωσε τοὺς στρατιώτας ἅπαντας, καὶ πολλὴν τῶν ὀφθαλμῶν αὐτῶν κατέχεε τὴν ἀχλύν. Εἶτα ἰδών τις, φησὶ, τῶν στρατιωτῶν λέγει· Ὁρκίσας ὥρκισεν ὁ πατήρ σου τὸν λαὸν λέγων· Ἐπικατάρατος ὁ ἄνθρωπος ὃς φάγεται ἄρτον σήμερον· καὶ ἐξελύθη ὁ λαός. Καὶ εἶπεν Ἰωνάθαν· Ἀπήλλαχεν ὁ πατήρ μου τὴν γῆν. Τί ἐστιν, Ἀπήλλαχεν; Ἀπώλεσε, διέφθειρεν ἅπαντας. Παραβαθέντος τοίνυν τοῦ ὅρκου πάντες ἐσίγων, καὶ οὐδεὶς τὸν ὑπεύθυνον εἰς μέσον ἀγαγεῖν ἐτόλμα· οὐ μικρὸν δὲ καὶ τοῦτο ἔγκλημα λοιπὸν ἐγίνετο· οὐ γὰρ οἱ ἐπιορκοῦντες μόνον, ἀλλὰ καὶ οἱ συνειδότες μὲν, περιστέλλοντες δὲ, κοινωνοῦσι τῶν ἐγκλημάτων.