Ancient Greek · ~22 min
Εἰς τὴν προειρημένην ὑπόθεσιν τῆς στάσεως, περὶ νηστείας, καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Χαίρετε ἐν Κυρίῳ πάντοτε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 4.1-15
Not analysed yet
Ἂν τοίνυν εὐθυμίας ἐπιθυμῇς, μὴ χρήματα, μὴ σώματος ὑγίειαν, μὴ δόξαν, μὴ δυναστείαν, μὴ τρυφὴν, μὴ τραπέζας πολυτελεῖς, μὴ σηρικῶν ἱματίων περιβολὰς, μὴ πολυτελεῖς ἀγροὺς, μὴ οἰκίας λαμπρὰς καὶ περιφανεῖς, μηδὲ ἄλλο τι τῶν τοιούτων δίωκε μηδέν· ἀλλὰ φιλοσοφίαν μέτελθε τὴν κατὰ Θεὸν, καὶ ἀρετῆς ἐπιλαβοῦ· καὶ οὐδέν σε οὐ τῶν ὄντων, οὐ τῶν ἐλπιζομένων λυπῆσαι δυνήσεται· τί λέγω λυπῆσαι; προσθήκη μὲν οὖν ἡδονῆς σοι γενήσεται τὰ τοὺς ἄλλους λυποῦντα· καὶ γὰρ μάστιγες, καὶ θάνατος, καὶ ζημίαι, καὶ κακηγορίαι, καὶ τὸ κακῶς πάσχειν, καὶ πάντα τὰ τοιαῦτα, ὅταν διὰ τὸν Θεὸν ἡμῖν ἐπάγηται, καὶ ταύτην ἔχῃ τὴν ῥίζαν, πολλὴν ἡμῖν εἰς τὴν ψυχὴν εἰσάγει τὴν ἡδονήν. Οὐδεὶς γὰρ ἡμᾶς ἀθλίους ποιῆσαι δυνήσεται, ἐὰν μὴ ἑαυτοὺς ποιήσωμεν· ὥσπερ οὖν οὐδὲ μακαρίους, ἐὰν μὴ ἑαυτοὺς ἐργασώμεθα, μετὰ τὴν τοῦ Θεοῦ χάριν. Καὶ ἵνα μάθητε, ὅτι οὗτος μόνος ἐστὶ μακάριος, ὁ φοβούμενος τὸν Κύριον, οὐκ ἀπὸ τῶν παρελθόντων, ἀλλ' ἀπὸ τῶν ἡμῖν συμβάντων τοῦτο ὑμῖν ἀποδείξω νῦν. Ἐκινδύνευσεν ἡμῖν ἡ πόλις ἀφανισθῆναι πᾶσα, καὶ τῶν μὲν πλουτούντων καὶ περιφανῶν καὶ ἐπισήμων ἀνδρῶν οὐδεὶς ἐτόλμησεν ἐν τῷ μέσῳ φανῆναι, ἀλλὰ πάντες ἔφυγον καὶ ἀπεπήδων· οἱ δὲ τὸν Θεὸν φοβούμενοι, οἱ ἐν μοναστηρίοις διατρίβοντες, οὗτοι μετὰ πολλῆς τῆς παῤῥησίας καταδραμόντες πάντα ἔλυσαν, καὶ τοσοῦτον ἀπέσχον αὐτοὺς φοβῆσαι καὶ εἰς ἀγωνίαν ἐμβαλεῖν τὰ συμβάντα δεινὰ καὶ αἱ προσδοκώμεναι ἀπειλαὶ, ὅτι πόῤῥω καθήμενοι τῆς συμφορᾶς καὶ οὐδὲν κοινὸν ἔχοντες, ἑκόντες ἑαυτοὺς ἔῤῥιψαν εἰς μέσην τὴν πυρὰν, καὶ πάντας ἐξείλοντο, καὶ ὃ πᾶσι δοκεῖ φοβερὸν εἶναι καὶ φρικῶδες, ὁ θάνατος, τοῦτο οὗτοι μετὰ πάσης ἀνεδέξαντο τῆς προθυμίας· καὶ μετὰ πλείονος ἔτρεχον ἐπὶ τὸ πρᾶγμα ἡδονῆς, ἢ ἐπ' ἀρχὰς ἕτεροι καὶ τιμάς· ᾔδεσαν γὰρ ὅτι μεγίστη τοῦτο ἀρχὴ καὶ τιμὴ, καὶ δι' αὐτῶν τῶν ἔργων ἔδειξαν, ὅτι οὗτος μόνος μακάριός ἐστιν ὁ φιλοσοφίας ἐπειλημμένος τῆς ἄνω, καὶ μεταβολὴν οὐδεμίαν δέχεται, οὐδὲ δυσημερίαν ὑπομένει τινὰ, ἀλλὰ διηνεκοῦς εὐημερίας ἀπολαύει, καὶ πάντων καταγελᾷ τῶν δοκούντων εἶναι λυπηρῶν. Νῦν γοῦν οἱ μὲν ἐν δυναστείαις ἀθυμίᾳ πολλῇ κατέχονται, τὸ δεσμωτήριον οἰκοῦντες, ἁλύσεις περιβεβλημένοι, καὶ καθ' ἑκάστην ἡμέραν ἀποθανεῖσθαι προσδοκῶντες· οὗτοι δὲ καθαρωτάτης ἀπολαύουσιν ἡδονῆς, κἂν συμβαίη τι παθεῖν δεινὸν, καὶ ἃ τοῖς ἄλλοις εἶναι δοκεῖ φοβερὰ, ταῦτα τούτοις ἐστὶ ποθεινά· ἴσασι γὰρ ἐπὶ τί τρέχουσι, καὶ ποία λῆξις μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν διαδέξεται. Καὶ τοσαύτῃ συζῶντες ἀκριβείᾳ, καὶ θανάτου καταγελῶντες, ὅμως ὑπὲρ τῶν ἄλλων ἀλγοῦσι, καὶ ἀπὸ τούτου μεγίστην πάλιν ὠφέλειαν καρποῦνται. Σπουδάσωμεν τοίνυν τῆς ψυχῆς ἐπιμελεῖσθαι τῆς ἡμετέρας, καὶ οὐδὲν ἡμᾶς τῶν ἀδοκήτων λυπῆσαι δύναται· καὶ ὑπὲρ τῶν ἐμβεβλημένων τὸν Θεὸν παρακαλῶμεν, ὥστε αὐτοὺς ἀπαλλάξαι τῆς ἐπικειμένης αὐτοῖς συμφορᾶς. Ἠδύνατο μὲν γὰρ ὁ Θεὸς ἀθρόον λῦσαι τὸ δεινὸν, καὶ μηδὲ μικρὰ ἀφεῖναι λείψανα· ἀλλ' ἵνα μὴ πάλιν ἐπὶ τὴν προτέραν ἐπανέλθωμεν ῥᾳθυμίαν, ἠρέμα καὶ κατὰ μικρὸν τὸν χείμαῤῥον τῶν κακῶν τούτων χαλᾷν παρεσκεύασε, κατέχων ἡμᾶς ἐπὶ τῆς αὐτῆς εὐλαβείας. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ πολλοὶ πρὸς τὴν προτέραν ἐπανῆλθον ἂν ῥᾳθυμίαν, εἰ συντόμως ἐλύθη τὸ πᾶν, δῆλον ἐκεῖθεν· Ἔτι τὰ λείψανα μένει τῆς συμφορᾶς, καὶ ἔτι τοῦ βασιλέως ἄδηλός ἐστιν ἡ γνώμη, καὶ οἱ τὰ τῆς πόλεως ἄγοντες πράγματα ἅπαντές εἰσιν ἐν δεσμοῖς, καὶ πολλοὶ τῶν τὴν πόλιν ἡμῖν οἰκούντων τῇ τοῦ λούεσθαι ἐπιθυμίᾳ ἐπὶ τὸν ποταμὸν τρέχουσι, μυρία κωμῳδοῦντες ἐκεῖ, ἀσελγαίνοντες, σκιρτῶντες, χορεύοντες, γυναῖκας ἐπισυρόμενοι. Ἆρα τίνος ἂν εἶεν ἐκεῖνοι συγγνώμης ἄξιοι, ποίας ἀπολογίας; μᾶλλον δὲ ποίας οὐκ ἂν εἶεν ἄξιοι κολάσεως καὶ τιμωρίας; Ἡ κεφαλὴ τῆς πόλεως ἐν τῷ δεσμωτηρίῳ, τὰ μέλη ἡμῶν ἐν ἐξορίᾳ, ἄδηλος ἡ περὶ τούτων ψῆφος, καὶ σὺ χορεύεις, εἰπέ μοι, καὶ παίζεις καὶ γελᾷς; Οὐ γὰρ φέρομεν τὴν ἀλουσίαν, φησίν. Ὢ τῆς ἀναισχύντου γνώμης. ὢ τῆς βαναύσου καὶ διεφθαρμένης. πόσοι γεγόνασιν, εἰπέ μοι, μῆνες; πόσοι ἐνιαυτοί; οὔπω εἴκοσιν ἡμέρας ἔχεις τῶν βαλανείων ἀποκλεισθεὶς, καὶ ὡς ἐνιαυτὸν ἔχων ὁλόκληρον ἐν ἀλουσίᾳ, οὕτως ἀλύεις καὶ δυσχεραίνεις; Οὕτως ἦσθα, εἰπέ μοι, ὅτε στρατιωτῶν προσεδόκησας ἔφοδον, ὅτε καθ' ἑκάστην ἤλπιζες τὴν ἡμέραν ἀποθανεῖσθαι, ὅτε εἰς τὰς ἐρήμους ἔφευγες, καὶ τὰς κορυφὰς τῶν ὀρέων ἔτρεχες; Εἴ τίς σοι τότε προέτεινεν ἐνιαυτὸν ὁλόκληρον ἐν ἀλουσίᾳ μεῖναι, ὥστε ἀπαλλαγῆναι τῆς ἐπικειμένης ἀγωνίας, οὐκ ἂν ἑτοίμως κατεδέξω καὶ ὑπέμεινας; Δέον οὖν εὐχαριστεῖν τῷ χωρὶς πάσης ζημίας λύσαντι ταῦτα Θεῷ, σκιρτᾷς πάλιν καὶ ἐξυβρίζεις, καὶ ἐπειδὴ παρῆλθεν ὁ φόβος, πρὸς μείζονα πάλιν ἐπανῆλθες ῥᾳθυμίαν; Οὕτω σου καθήψατο τὰ δεινὰ, ὡς καὶ βαλανείων ἐπιθυμῆσαι; εἰ γὰρ ἀνεῖτο τὰ βαλανεῖα, οὐκ ἦν ἱκανὴ τῶν ἔτι κατεχομένων ἡ συμφορὰ, καὶ τοὺς οὐκ ὄντας ἐν τοῖς δεινοῖς τούτοις πεῖσαι πάσης ἐπιλαθέσθαι τρυφῆς; Περὶ ψυχῆς ὁ κίνδυνός ἐστι, καὶ σὺ βαλανείων μέμνησαι, καὶ τρυφᾷν βούλει; Καταφρονεῖς ὅτι διέφυγες νῦν; ὅρα μὴ μείζονος κολάσεως σαυτῷ περιστήσῃς ἀνάγκην, καὶ πάλιν ἀπελθοῦσαν καλέσῃς μετὰ πλείονος τῆς περιουσίας τὴν ἀπειλὴν, καὶ πάθῃς ταυτὸν, ὃ περὶ τῶν δαιμόνων φησὶν ὁ Χριστός· ἐπειδὰν γὰρ ἐξέλθῃ τὸ πνεῦμα τὸ ἀκάθαρτον, φησὶν, εἶτα εὕρῃ τὸν οἶκον σχολάζοντα καὶ σεσαρωμένον, ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ πάλιν λαβὸν ἐπεισέρχεται τῇ ψυχῇ, καὶ γίνεται τὰ ἔσχατα αὐτοῦ χείρονα τῶν πρώτων. Φοβηθῶμεν οὖν καὶ ἡμεῖς, μὴ τῶν προτέρων ἀπαλλαγέντες, μείζονα τῶν προτέρων ἐπισπασώμεθα διὰ τῆς μετὰ ταῦτα ῥᾳθυμίας. Οἶδα, ὅτι ὑμεῖς ταύτης καθαροί ἐστε τῆς ἀτοπίας· ἀλλὰ καὶ τοὺς ἀκοσμοῦντας κατέχετε, κολάζετε, σωφρονίζετε, ἵνα πάντοτε χαίρωμεν, καθὼς ὁ Παῦλος προσέταξεν, ὅπως καὶ τῶν οἰκείων κατορθωμάτων καὶ τῆς ἑτέρων προνοίας πολλὴν καὶ ἐνταῦθα, καὶ κατὰ τὴν μέλλουσαν ζωὴν καρπωσώμεθα τὴν ἀμοιβὴν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.