Ancient Greek · ~25 min
Τῇ Κυριακῇ τῆς ἐπισωζομένης πρὸς τοὺς ἀπὸ τῆς χώρας· καὶ περὶ τοῦ μὴ ὀμνύειν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 1.1-19
Not analysed yet
Κατετρυφήσατε τῶν ἁγίων μαρτύρων ἐν ταῖς ἔμπροσθεν ταύταις ἡμέραις· ἐνεφορήθητε τῆς πνευματικῆς ἑορτῆς· ἐσκιρτήσατε τὰ καλὰ σκιρτήματα· εἴδετε πλευρὰς ἠνεῳγμένας, καὶ λαγόνας κατατμηθείσας, αἷμα καταῤῥέον πάντοθεν, μυρία βασανιστηρίων εἴδη· εἴδετε φύσιν ἀνθρωπίνην τὰ ὑπὲρ φύσιν ἐπιδεικνυμένην, καὶ στεφάνους ἐξ αἵματος πλεκομένους· ἐχορεύσατε χορείαν καλὴν, πανταχοῦ τῆς πόλεως τοῦ καλοῦ τούτου περιάγοντος ὑμᾶς στρατηγοῦ· ἀλλ' ἡμᾶς ἡ ἀσθένεια καὶ ἄκοντας οἴκοι μένειν κατηνάγκαζε. Πλὴν εἰ καὶ μὴ μετέσχομεν τῆς ἑορτῆς, μετέσχομεν τῆς ἡδονῆς· εἰ καὶ μὴ τῆς πανηγύρεως ἀπηλαύσαμεν, ἀλλ' ἐκοινωνήσαμεν τῆς εὐφροσύνης ὑμῖν. Τοιαύτη γὰρ ἡ τῆς ἀγάπης δύναμις· τοὺς οὐκ ἀπολαύοντας τῶν ἀπολαυόντων ἐξ ἴσης ποιεῖ χαίρειν, κοινὰ τὰ τῶν πλησίον ἀγαθὰ πείθουσα νομίζειν. Διὰ τοῦτο καὶ οἴκοι καθήμενος ἔχαιρον μεθ' ὑμῶν, καὶ τῆς ἀῤῥωστίας μοι μηδέπω λυθείσης ἁπάσης, ἀνέστην καὶ ἔδραμον πρὸς ὑμᾶς, ὥστε τὰ ποθεινὰ πρόσωπα ὑμῶν ἰδεῖν καὶ τῆς παρούσης ἑορτῆς μετασχεῖν. Ἑορτὴν γὰρ μεγίστην εἶναι νομίζω τὴν παροῦσαν ἡμέραν, διὰ τὴν τῶν ἀδελφῶν παρουσίαν τῶν ἡμετέρων, οἳ τὴν πόλιν ἡμῖν ἐκαλλώπισαν τήμερον καὶ τὴν ἐκκλησίαν ἐκόσμησαν. Λαὸς κατὰ μὲν τὴν γλῶτταν ἡμῖν ἐνηλλαγμένος, κατὰ δὲ τὴν πίστιν ἡμῖν συμφωνῶν, λαὸς ἀπραγμοσύνῃ συζῶν, βίον σώφρονα καὶ σεμνὸν ἔχων. Παρὰ γὰρ τοῖς ἀνδράσι τούτοις οὐκ ἔστι θέατρα παρανομίας, οὐδὲ ἵππων ἅμιλλαι, οὐδὲ πόρναι γυναῖκες, οὐδὲ ἡ λοιπὴ τῆς πόλεως ταραχή· ἀλλ' ἅπαν μὲν ἀσελγείας εἶδος ἐξελήλαται, πολλὴ δὲ πανταχοῦ ἀνθεῖ ἡ σωφροσύνη. Τὸ δὲ αἴτιον, ἐπίπονος αὐτοῖς ἐστιν ὁ βίος, καὶ διδασκαλεῖον τῆς ἀρετῆς καὶ τῆς σωφροσύνης ἔχουσι τὴν τῆς γῆς ἐργασίαν, καὶ τέχνην μετιόντες ἢν πρὸ τῶν ἄλλων ἁπασῶν ὁ Θεὸς εἰς τὸν βίον εἰσήγαγε τὸν ἡμέτερον. Καὶ γὰρ πρὸ τῆς ἁμαρτίας ὁ Ἀδὰμ, ἡνίκα πολλῆς ἀπήλαυε παῤῥησίας, γεωργίαν τινὰ ἐπετάγη μετιέναι, οὐκ ἐπίπονον μὲν οὐδὲ ταλαιπωρίαν ἔχουσαν, πολλὴν δὲ αὐτῷ παρέχουσαν τὴν φιλοσοφίαν. Ἔθηκε γὰρ αὐτὸν, φησὶν, ἐργάζεσθαι καὶ φυλάσσειν τὸν παράδεισον. Τούτων ἕκαστον ἴδοις ἂν, νῦν μὲν ζευγνύντα βόας ἀροτῆρας καὶ ἄροτρον ἕλκοντα καὶ βαθεῖαν αὔλακα κατατέμνοντα, νῦν δὲ ἐπὶ τὸ ἱερὸν ἀναβαίνοντα βῆμα καὶ τὰς ψυχὰς ἀροτριῶντα τῶν ὑπηκόων, νῦν μὲν δρεπάνῃ τὰς ἀκάνθας ἐκτέμνοντα τῆς γῆς, νῦν δὲ λόγῳ τὰς ἁμαρτίας ἐκκαθαίροντα τῶν ψυχῶν. Οὐ γὰρ ἐπαισχύνονται τὴν ἐργασίαν, καθάπερ οἱ τὴν πόλιν ἡμῖν οἰκοῦντες, ἀλλ' ἐπαισχύνονται τὴν ἀργίαν, μαθόντες ὅτι πᾶσαν ἐκείνη τὴν κακίαν ἐδίδαξε, καὶ διδάσκαλος πονηρίας ἐγένετο ἐξ ἀρχῆς τοῖς ἀγαπῶσιν αὐτήν. Οὗτοι μάλιστά εἰσιν οἱ τὴν ἀρίστην ἡμῖν φιλοσοφοῦντες φιλοσοφίαν, οὐκ ἀπὸ τοῦ σχήματος, ἀλλ' ἀπὸ τῆς γνώμης τὴν ἀρετὴν ἐνδεικνύμενοι τὴν ἑαυτῶν. Ὡς οἵ γε τῶν ἔξωθεν φιλόσοφοι τῶν ἐν τῇ σκηνῇ καὶ ταῖς τῶν μίμων παιδιαῖς οὐδὲν ἄμεινον διάκεινται, τοῦ τρίβωνος καὶ τοῦ πώγωνος καὶ τῆς στολῆς οὐδὲν πλέον ἔχοντες ἐπιδείξασθαι· οὗτοι δὲ τοὐναντίον ἅπαν, βακτηρίᾳ καὶ πώγωνι καὶ τῇ ἄλλῃ σκευῇ πολλὰ χαίρειν εἰπόντες, τὴν ψυχὴν ἑαυτῶν κατεκόσμησαν τοῖς τῆς ἀληθοῦς φιλοσοφίας δόγμασιν, οὐχὶ τοῖς δόγμασι δὲ μόνοις, ἀλλὰ καὶ τοῖς ἔργοις αὐτοῖς. Κἂν ἔρῃ τινὰ τούτων τῶν ἐν ἀγροικίᾳ ζώντων, καὶ ἐν σκαπάνῃ καὶ ἐν ἀρότρῳ δαπανηθέντων, ὑπὲρ τῶν δογμάτων, ὑπὲρ ὧν μυρία περιελθόντες οἱ τῶν ἔξωθεν φιλόσοφοι καὶ πολλοὺς ἀναλώσαντες λόγους οὐδὲν ἠδυνήθησαν ὑγιὲς εἰπεῖν, μετὰ ἀκριβείας ἀποκρινεῖταί σοι πάντα ἐκ πολλῆς τῆς σοφίας. Καὶ οὐ τοῦτό ἐστι τὸ θαυμαστὸν μόνον, ἀλλ' ὅτι καὶ διὰ τῶν ἔργων βεβαιοῦνται τὴν διὰ τῶν δογμάτων πίστιν. Καὶ γὰρ ὅτι ψυχὴν ἀθάνατον ἔχομεν, καὶ μέλλομεν τῶν ἐνταῦθα πεπραγμένων εὐθύνας διδόναι καὶ βήματι παρίστασθαι φοβερῷ, καὶ τὴν διάνοιαν ἔπεισαν, καὶ τὸν βίον ἅπαντα πρὸς ταύτας κατεστήσαντο τὰς ἐλπίδας, καὶ πάσης ἀνώτεροι βιωτικῆς ἐγένοντο φαντασίας, παιδευθέντες παρὰ τῆς θείας Γραφῆς, ὅτι Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης, καὶ πρὸς οὐδὲν τῶν δοκούντων εἶναι λαμπρῶν κεχήνασιν. Οὗτοι καὶ περὶ Θεοῦ φιλοσοφεῖν ἴσασι ταῦτα, ἅπερ ἐπέταξεν ὁ Θεός· κἂν ἕνα αὐτῶν λαβὼν φιλόσοφόν τινα τῶν ἔξωθεν ἀγάγῃς εἰς μέσον νῦν· μᾶλλον δὲ νῦν μὲν οὐδένα ἔστιν εὑρεῖν· ἂν δέ τινα τούτων λαβὼν, καὶ τὰ βιβλία τῶν πάλαι παρ' αὐτοῖς φιλοσοφησάντων ἀναπτύξας ἐπέλθῃς, καὶ τί μὲν οὗτοι ἀποκρίνονται νῦν, τί δὲ ἐκεῖνοι τότε ἐφιλοσόφησαν παράλληλα θεὶς ἐξετάσῃς, ὄψει πόση μὲν ἡ τούτων σοφία, πόση δὲ ἡ ἐκείνων ἄνοια. Ὅταν γὰρ οἱ μὲν αὐτῶν μηδὲ προνοίας λέγωσιν ἀπολαύειν τὰ ὄντα, μηδὲ ὑπὸ Θεοῦ γεγενῆσθαι τὴν κτίσιν, μήτε τὴν ἀρετὴν αὐτὴν ἑαυτῇ αὐτάρκη εἶναι, ἀλλὰ δεῖσθαι χρημάτων καὶ εὐγενείας καὶ τῆς ἔξωθεν περιφανείας, καὶ ἕτερα πολλῷ τούτων καταγελαστότερα· οὗτοι δὲ καὶ περὶ προνοίας, καὶ περὶ δικαστηρίων τῶν μετὰ ταῦτα, καὶ περὶ τῆς τοῦ Θεοῦ δημιουργίας τῆς ἐξ οὐκ ὄντων τὰ πάντα παραγαγούσης, καὶ περὶ τῶν ἄλλων ἁπάντων φιλοσοφῶσι, τῆς ἔξωθεν ὅλως μὴ μετασχόντες παιδεύσεως· τίς οὐκ ἂν αὐτόθεν μάθοι τὴν τοῦ Χριστοῦ δύναμιν, ἢ τοὺς ἀγραμμάτους καὶ ἰδιώτας τῶν μέγα ἐπὶ σοφίᾳ κομπαζόντων τοσούτῳ σοφωτέρους ἀπέδειξεν, ὅσῳ τῶν μικρῶν παιδίων τοὺς ἔμφρονας ἄνδρας ὑπερέχοντας ἔστιν ἰδεῖν; Τί γὰρ αὐτοῖς βλάβος ἀπὸ τῆς κατὰ τὸν λόγον ἰδιωτείας γένοιτ' ἂν, ὅταν τὰ νοήματα αὐτοῖς πολλῆς γέμῃ σοφίας; τί δὲ ὄφελος τοῖς ἔξωθεν ἀπὸ τῆς τῶν λόγων διδασκαλίας, ὅταν ἐρήμη νοημάτων ἡ διάνοια ᾖ; Ὥσπερ ἂν εἴ τις μάχαιραν ἔχοι τὴν μὲν λαβὴν ἔχουσαν ἀργυρᾶν, τὸ δὲ σιδήριον μολύβδου παντὸς ἀσθενέστερον· καὶ γὰρ καὶ τούτοις ἡ μὲν γλῶττα διὰ ῥημάτων καὶ ὀνομάτων ἐστὶ κεκαλλωπισμένη, ἡ διάνοια δὲ πολλῆς γέμει τῆς ἀσθενείας, καὶ πρὸς ἅπαντα αὐτοῖς, ἐστιν ἄχρηστος· ἀλλὰ οὐχὶ τῶν φιλοσόφων τούτων, ἀλλὰ τοὐναντίον ἅπαν, πολλῆς αὐτοῖς ἡ διάνοια γέμει φιλοσοφίας πνευματικῆς, καὶ ὁ βίος τὰ δόγματα μιμεῖται. Παρὰ τούτοις οὐκ εἰσὶ γυναῖκες θρυπτόμεναι, οὐδὲ ἱματίων καλλωπισμὸς, οὐδὲ ἐπιτρίμματα καὶ ὑπογραφαὶ, ἀλλὰ πᾶσα τοιαύτη διαφθορὰ τρόπων ἀπελήλαται· ὅθεν καὶ εὐκολώτερον τὸν ὑποτεταγμένον αὐτοῖς δῆμον εἰς σωφροσύνην ἄγουσι, καὶ τὸν τοῦ Παύλου νόμον, τὸν κελεύοντα σκεπάσματα ἔχειν καὶ διατροφὰς, καὶ μηδὲν πλέον ἐπιζητεῖν, μετὰ πολλῆς φυλάττουσι τῆς ἀκριβείας. Παρὰ τούτοις οὐκ ἔστιν ἀλοιφὴ μύρων καταγοητεύουσα τὴν διάνοιαν, ἀλλ' ἡ γῆ βοτάνας ἐκφέρουσα παντὸς μυρεψοῦ σοφώτερον αὐτοῖς κατασκευάζει τὴν ποικίλην τῶν ἀνθῶν εὐωδίαν. Διὰ τοῦτο αὐτοῖς καὶ τὰ σώματα ὑγιείας ἀπολαύει καθαρᾶς μετὰ τῆς ψυχῆς, ἐπειδὴ πᾶσαν τρυφὴν ἀπήλασαν καὶ τὰ πονηρὰ τῆς μέθης ἐξέβαλον ῥεύματα. καὶ τοσοῦτον ἐσθίουσιν, ὅσον ἀποζῇν. Μὴ τοίνυν ἀπὸ τοῦ σχήματος αὐτῶν καταφρονῶμεν, ἀλλὰ τὴν διάνοιαν αὐτῶν θαυμάζωμεν. Τί γὰρ ὄφελος τῆς ἔξωθεν περιβολῆς, ὅταν ἡ ψυχὴ προσαίτου παντὸς ἀθλιώτερον ἐσταλμένη ᾖ; Τὸν ἄνδρα οὐκ ἀπὸ τῶν ἱματίων, μᾶλλον δὲ οὐδὲ ἀπὸ τοῦ σώματος, ἀλλ' ἀπὸ τῆς ψυχῆς ἐπαινεῖν χρὴ καὶ θαυμάζειν. Ἀπόδυσον τούτων τὴν ψυχὴν, καὶ ὄψει τὸ κάλλος αὐτῆς καὶ τὸν πλοῦτον διὰ τῶν ῥημάτων, διὰ τῶν δογμάτων, διὰ τῆς ὅλης τῶν τρόπων καταστάσεως.