Ancient Greek
Τῇ Κυριακῇ τῆς ἐπισωζομένης πρὸς τοὺς ἀπὸ τῆς χώρας· καὶ περὶ τοῦ μὴ ὀμνύειν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 4.1-16
Not analysed yet
Ταῦτα οὖν εἰδότες, ἀδελφοὶ, καὶ τὰ εἰρημένα καὶ τὰ πρὸ τούτων λεχθέντα συλλέγοντες, παυσώμεθά ποτε τῆς πονηρᾶς ταύτης συνηθείας, ναὶ δέομαι καὶ ἀντιβολῶ πάντων ὑμῶν. Εἰ γὰρ ἐν τῇ Παλαιᾷ, ὅτε οὐ τὴν ἀκριβῆ φιλοσοφίαν ἀπῃτοῦντο οἱ Ἰουδαῖοι, ἀλλὰ πολλὴ συγκατάβασις ἦν, τοσαύτη ὀργὴ γέγονε δι' ὅρκον ἕνα, τοσαύτη ἅλωσις καὶ αἰχμαλωσία· τί εἰκὸς ὑποστήσεσθαι νῦν τοὺς ὀμνύοντας μετὰ νόμον κωλύοντα τοῦτο ποιεῖν καὶ τοσαύτην ἐντολῶν προσθήκην; Μὴ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον, ὅπως εἰς σύναξιν ἔλθωμεν καὶ ἀκούσωμεν τῶν λεγομένων; Τοῦτο μὲν οὖν καὶ κρῖμα μεῖζόν ἐστι καὶ κόλασις ἀπαραίτητος, ὅταν συνεχῶς ἀκούοντες μὴ ποιῶμεν τὰ λεγόμενα. Τίνα γὰρ ἕξομεν ἀπολογίαν, τίνα δὲ συγγνώμην, ὅταν ἐκ πρώτης ἡλικίας ἡμεῖς ἄχρις ἐσχάτης πολιᾶς ἐνταῦθα συναγόμενοι καὶ τοσαύτης ἀπολαύοντες διδασκαλίας, ὅμοιοι μένωμεν ἐκείνοις, καὶ μηδὲ ἓν ἐλάττωμα διορθώσασθαι σπουδάζωμεν; Μή μοί τις λοιπὸν συνήθειαν προβαλλέσθω· διὰ γὰρ τοῦτο ἀγανακτῶ καὶ ὀργίζομαι, ὅτι συνηθείας περιγενέσθαι οὐ δυνάμεθα, καὶ εἰ συνηθείας μὴ περιγενώμεθα, πῶς περιεσόμεθα ἐπιθυμίας; Ἐκείνης ἡ ῥίζα ἀπὸ τῆς φύσεως ἔχει τὴν ἀρχήν· τὸ μὲν γὰρ ἐπιθυμεῖν, φυσικόν· τὸ δὲ κακῶς ἐπιθυμεῖν, τῆς προαιρέσεως λοιπόν· τὸ μέντοι ὀμνύναι οὐδὲ τὴν ἀρχὴν ἐκ τῆς προαιρέσεως ἔλαβεν, ἀλλ' ἐκ ῥᾳθυμίας μόνης. Καὶ ἵνα μάθῃς, ὅτι οὐκ ἐκ τῆς δυσκολίας τοῦ πράγματος, ἀλλὰ παρὰ τὴν ὀλιγωρίαν τὴν ἡμετέραν μέχρι τοσούτου τὸ ἁμάρτημα προὔβη τοῦτο, ἐννοήσωμεν πόσα πολλῷ τούτων δυσκολώτερα κατορθοῦσιν ἄνθρωποι, καὶ ταῦτα μηδεμίαν ἀμοιβὴν προσδοκῶντες ἐκεῖθεν· ἐννοήσωμεν τίνα ὁ διάβολος ἐπέταξε, πῶς ἐπίπονα, πῶς ἐπίμοχθα, καὶ οὐκ ἐγένετο κώλυμα ἡ δυσκολία τοῖς ἐπιτάγμασι. Τί γὰρ ἂν γένοιτο δυσκολώτερον, εἰπέ μοι, ἀλλ' ἢ ὅταν τις νέος τοῖς βουλομένοις καταμαλάττειν αὐτὸν καὶ λυγίζειν αὐτοῦ τὰ μέλη παραδοὺς ἑαυτὸν, φιλονεικοίη πρὸς ἀκρίβειαν τροχοῦ δίκην τὸ σῶμα ἅπαν κάμπτειν καὶ στρέφεσθαι ἐπὶ τοῦ ἐδάφους, καὶ διὰ τῶν ὀφθαλμῶν καὶ διὰ τῆς τῶν χειρῶν περιαγωγῆς καὶ τῆς ἄλλης δινήσεως εἰς τὸ θῆλυ γένος ἐκβῆναι βιάζηται, καὶ μήτε τὴν δυσκολίαν τῶν γινομένων, μήτε τὴν αἰσχύνην τὴν ἀπὸ τούτων λογίζηται; τοὺς δὲ ἐπὶ τῆς ὀρχήστρας πάλιν ἐπισυρομένους, καὶ καθάπερ πτεροῖς τᾶς κώλοις κεχρημένους τοῦ σώματος, τίς οὐκ ἂν ὁρῶν ἐκπλαγείη; οἱ δὲ μαχαίρας ἐναλλὰξ εἰς τὸν ἀέρα ἀκοντίζοντες, καὶ πάσας ἀπὸ τῆς λαβῆς δεχόμενοι πάλιν, τίνα οὐκ ἂν καταισχύνοιεν τῶν ὑπὲρ τῆς ἀρετῆς οὐδένα βουλομένων ἀναδέξασθαι πόνον; ἢ τί ἄν τις εἴποι περὶ ἐκείνων τῶν ἀνδρῶν, οἳ κοντὸν ἐπὶ τοῦ μετώπου βαστάζοντες, καθάπερ δένδρον ἐῤῥιζωμένον ἐπὶ τῆς γῆς, οὕτως ἀκίνητον διατηροῦσι; Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ἀλλ' ὅτι καὶ παιδία μικρὰ ἐπ' ἄκρου τοῦ ξύλου παλαίειν ἀλλήλοις παρασκευάζουσι, καὶ οὔτε χεῖρες οὔτε ἄλλο τι τοῦ σώματος μέρος, ἀλλὰ τὸ μέτωπον μόνον δεσμοῦ παντὸς ἀσφαλέστερον φέρει τὸν κοντὸν ἐκεῖνον ἄσειστον. Ἕτερος πάλιν ἐπὶ σχοίνου στενωτάτης μετὰ τοσαύτης ἀδείας βαδίζει, μεθ' ὅσης οἱ τὰ ὕπτια πεδία κατατρέχοντες. Ἀλλ' ὅμως ταῦτα τὰ καὶ ταῖς ἐννοίαις ἀφόρητα εἶναι δοκοῦντα, τῇ τέχνῃ γέγονε δυνατά. Τί τούτων ἔχομεν εἰπεῖν ἐπὶ τῶν ὅρκων, εἰπέ μοι; ποίαν δυσκολίαν; ποῖον ἱδρῶτα; ποίαν τέχνην; ποῖον κίνδυνον; Ὀλίγης χρεία σπουδῆς μόνον ἡμῖν, καὶ ταχέως τὸ πᾶν ἡμῖν ἀνυσθήσεται. Καὶ μή μοι λέγε, ὅτι τὸ πλέον κατώρθωσα, ἀλλ' εἰ μὴ τὸ πᾶν κατώρθωσας, μηδὲν μηδέπω πεποιηκέναι νόμιζε· τὸ γὰρ ὀλίγον τοῦτο ἀμεληθὲν καὶ τὸ λοιπὸν ἅπαν καθαιρεῖ. Πολλάκις γοῦν οἰκίας οἰκοδομήσαντες ἄνθρωποι, καὶ τὸν ὄροφον ἐπιθέντες, μιᾶς κεραμίδος ἀποτιναχθείσης, μὴ ποιησάμενοι σπουδὴν, ὁλόκληρον τὸν οἶκον ἀπώλεσαν. Καὶ ἐπὶ ἱματίων δὲ τὸ αὐτὸ τοῦτο συμβαῖνον ἴδοι τις ἄν· καὶ γὰρ καὶ ἐκεῖ μικρὸν ῥῆγμα γενόμενον καὶ μὴ ῥαφὲν, πολὺ τὸ σχίσμα ἐποίησε. Τοῦτο καὶ ἐπὶ τῶν χειμάῤῥων συμβαίνει πολλάκις· καὶ γὰρ ἐκεῖνοι μικρᾶς ἂν ἐπιλάβωνται μόνον εἰσόδου, ὁλόκληρον τὸ ῥεῦμα εἰσάγουσι. Καὶ σὺ τοίνυν εἰ καὶ πάντοθεν σαυτὸν ἐτείχισας, μικρὸν δὲ ὑπολείπεται μέρος λοιπὸν, καὶ τοῦτο ἀπόφραξον τῷ διαβόλῳ, ἵνα ἐστηριγμένος ᾖς πάντοθεν. Εἶδες τὴν δρεπάνην; εἶδες τὴν κεφαλὴν Ἰωάννου; ἤκουσας τῆς ἱστορίας τῆς κατὰ τὸν Σαούλ; ἤκουσας τῆς αἰχμαλωσίας τῆς Ἰουδαϊκῆς τὸν τρόπον; μετὰ δὲ τούτων πάντων ἤκουσας τῆς ἀποφάσεως τοῦ Χριστοῦ λεγούσης, ὅτι οὐ τὸ ἐπιορκεῖν μόνον, ἀλλὰ καὶ τὸ ὀμνύειν ὁπωσοῦν διαβολικόν ἐστι, καὶ ὅλον τοῦ πονηροῦ τὸ κατασκεύασμα; ἔμαθες ὅτι πανταχοῦ τοῖς ὅρκοις ἕπονται ἐπιορκίαι; Ταῦτα δὴ πάντα συναγαγὼν ἔγγραψον τῇ διανοίᾳ σου. Οὐχ ὁρᾷς, πῶς αἱ γυναῖκες καὶ τὰ μικρὰ παιδία ἀντὶ φυλακῆς μεγάλης Εὐαγγέλια ἐξαρτῶσι τοῦ τραχήλου, καὶ πανταχοῦ περιφέρουσιν, ὅπουπερ ἂν ἀπίωσιν; Σὺ τὰ παραγγέλματα τοῦ Εὐαγγελίου καὶ τοὺς νόμους ἔγγραψόν σου τῇ διανοίᾳ. Οὐ χρεία χρυσίου καὶ κτημάτων ἐνταῦθα, οὔτε βιβλίον πρίασθαι, προαιρέσεως δὲ μόνης καὶ διαθέσεως ψυχῆς διεγηγερμένης, καὶ ἀσφαλέστερον ἕξεις τὸ Εὐαγγέλιον, οὐκ ἔξωθεν περιφέρων, ἀλλ' ἔνδον αὐτὸ τοῖς τῆς ψυχῆς ἀποτιθέμενος ταμείοις. Ἀνιστάμενος τοίνυν ἀπὸ τῆς κλίνης, καὶ τὴν οἰκίαν ἐκβαίνων τὴν σεαυτοῦ, τὸν νόμον ἐπίλεγε τοῦτον, Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως, καὶ ἔσται σοι διδασκαλία τὸ ῥῆμα· οὐδὲ γὰρ πολλοῦ δεῖ πόνου, ἀλλὰ μικρᾶς προσοχῆς μόνον. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, εὔδηλον ἐκεῖθεν· Τὸν υἱόν σου καλέσας φόβησον, καὶ ἀπείλησον αὐτῷ ἐπιθήσειν πληγὰς ὀλίγας, εἰ μὴ κατορθώσειε τὸν νόμον τοῦτον, καὶ ὄψει ὡς εὐθέως ἀποστήσεται τῆς συνηθείας. Πῶς οὖν οὐκ ἄτοπον, εἰ τὰ μὲν μικρὰ παιδία τὸν παρ' ἡμῶν δεδοικότα φόβον περιγένοιτο τῆς ἐντολῆς, ἡμεῖς δὲ μηδὲ οὕτω φοβούμεθα τὸν Θεὸν, ὡς ἡμᾶς οἱ υἱοὶ δεδοίκασιν; Ὅπερ οὖν καὶ πρώην εἶπον, τοῦτο καὶ νῦν λέγω. Νόμον ἑαυτοῖς θῶμεν, μὴ πρότερον μὴ δημοσίων, μὴ ἰδιωτικῶν ἅψασθαι πραγμάτων, ἕως ἂν τοῦτον ἐκπληρώσωμεν τὸν νόμον, καὶ πάντως ὑπὸ τῆς ἀνάγκης συνωθούμενοι περιεσόμεθα ῥᾳδίως, καὶ κοσμήσομεν μὲν ἑαυτοὺς, κοσμήσομεν δὲ καὶ τὴν πόλιν ἅπασαν. Ἐννόησον γὰρ ἡλίκον ἐστὶ πανταχοῦ τῆς οἰκουμένης ταῦτα ἀκούειν, ὡς ἐν Ἀντιοχείᾳ κεκράτηκεν ἔθος Χριστιανοῖς πρέπον, καὶ οὐδενὸς ἀκούσῃ, κἂν μεγίστη ἀνάγκη ἐπικέηται, ὅρκον προϊεμένου. Πάντως ἀκούσονται ταῦτα αἱ γείτονες πόλεις· μᾶλλον δὲ οὐχ αἱ γείτονες μόνον, ἀλλὰ καὶ πρὸς αὐτὰ τὰ πέρατα τῆς γῆς ὁ λόγος ἀφίξεται· καὶ γὰρ εἰκὸς, καὶ ὑμῖν ἐπιμιγνυμένους ἐμπόρους, καὶ ἐντεῦθεν ἑτέρους ἀφικνουμένους ταῦτα ἀπαγγέλλειν ἅπαντα. Ὅταν οὖν ἄλλας πόλεις ἐγκωμιάζοντες πολλοὶ λιμένας λέγωσι, καὶ ἀγορὰν, καὶ ἀφθονίαν ὠνίων, δότε τοῖς ἐντεῦθεν ἀφικνουμένοις λέγειν, ὅτι ὅπερ ἐστὶν ἐν Ἀντιοχείᾳ, τοῦτο οὐδαμοῦ τῶν ἄλλων πόλεων ἔστιν ἰδεῖν· ἕλοιντο γὰρ ἂν οἱ ἄνθρωποι οἱ τὴν πόλιν ἐκείνην οἰκοῦντες τὴν γλῶτταν ἐκκοπῆναι πρότερον, ἢ ὅρκον ἀπὸ τοῦ στόματος προέσθαι. Τοῦτο ὑμῖν κόσμος ἔσται καὶ ἀσφάλεια· οὐ μόνον δὲ, ἀλλὰ καὶ μισθὸν οἴσει πολύν. Καὶ γὰρ πάντως ζηλώσουσιν ὑμᾶς ἕτεροι καὶ μιμήσονται· εἰ γὰρ ἕνα τις καὶ δύο κερδάνας τοσοῦτον λήψεται μισθὸν παρὰ τοῦ Θεοῦ, οἱ τὴν οἰκουμένην ἅπασαν παιδεύοντες πόσας οὐ λήψεσθε τὰς ἀμοιβάς; Χρὴ τοίνυν σπουδάζειν καὶ ἐγρηγορέναι καὶ νήφειν, εἰδότας ὡς οὐχὶ τῶν οἰκείων κατορθωμάτων μόνον, ἀλλὰ καὶ τῶν ἑτέροις κατορθουμένων ἀντίδοσιν ληψόμεθα μεγίστην, καὶ πολλῆς παρὰ τοῦ Θεοῦ τῆς εὐνοίας ἀπολαύσομεν· ἧς γένοιτο διηνεκῶς πάντας ἡμᾶς ἀπολαύσαντας τυχεῖν τῆς βασιλείας τῶν οὐρανῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα, καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.