Ancient Greek
Τῇ Κυριακῇ τῆς ἐπισωζομένης πρὸς τοὺς ἀπὸ τῆς χώρας· καὶ περὶ τοῦ μὴ ὀμνύειν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 3.1-17
Not analysed yet
Ἐγὼ δὲ δείκνυμι σήμερον οὐχὶ μίαν καὶ δύο καὶ τρεῖς καθαιρεθείσας οἰκίας ἀπὸ τῶν ὅρκων, ἀλλὰ πόλιν ὁλόκληρον, καὶ δῆμον θεοφιλῆ, καὶ ἔθνος πολλῆς ἀπολαῦσαν προνοίας ἀεὶ, καὶ φυλὴν πολλοὺς διαφυγοῦσαν κινδύνους. Καὶ γὰρ Ἱερουσαλὴμ, ἡ πόλις τοῦ Θεοῦ, ἡ τὴν κιβωτὸν τὴν ἁγίαν ἔχουσα καὶ τὴν λατρείαν ἅπασαν ἐκείνην, ἔνθα προφῆται ἦσαν καὶ Πνεύματος χάρις, καὶ κιβωτὸς, καὶ πλάκες διαθήκης, καὶ στάμνος ἡ χρυσῆ, ἔνθα ἄγγελοι πολλάκις ἐφοίτων, αὕτη ἡ πόλις, μυρίων γενομένων πολέμων καὶ πολλῶν αὐτὴν ἐπιδραμόντων βαρβάρων, καθάπερ τεῖχος ἐξ ἀδάμαντος περιβεβλημένη, οὕτω πάντων ἀεὶ κατεγέλασεν ἐκείνων, καὶ τῆς χώρας ἀφανισθείσης ἁπάσης οὐδὲν ἔπασχε δεινόν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ἀλλ' ὅτι καὶ χαλεπὴν πολλάκις δοῦσα πληγὴν τοῖς πολεμίοις, οὕτως αὐτοὺς ἐξέπεμψε, καὶ τοσαύτης ἀπήλαυσε παρὰ τοῦ Θεοῦ τῆς προνοίας, ὡς αὐτὸν τὸν Θεὸν λέγειν· Ὡς σταφυλὴν ἐν ἐρήμῳ εὗρον τὸν Ἰσραὴλ, καὶ ὡς σκοπὸν ἐν τῇ συκῇ πρώϊμον εἶδον πατέρας αὐτῶν. Καὶ περὶ τῆς πόλεως αὐτῆς πάλιν, Ὡς ῥῶγες ἐλαίας ἐπ' ἄκρῳ τοῦ μετεώρου, καὶ ἐροῦσι, Μὴ λυμήνῃ αὐτούς. Ἀλλ' ὅμως ἡ τοῦ Θεοῦ φίλη πόλις, καὶ τοσούτους διαφυγοῦσα κινδύνους, καὶ ἐν πολλαῖς ἁμαρτίαις συγγνώμης τυχοῦσα, καὶ δυνηθεῖσα ἁπάντων ἀπαχθέντων τῶν ἄλλων μόνη τὴν αἰχμαλωσίαν διαφυγεῖν, καὶ ἅπαξ, καὶ δὶς, καὶ πολλάκις, ἀπὸ ὅρκου μόνου κατηνέχθη· καὶ πῶς, ἐγὼ λέγω. Ἐγένετό τις Σεδεκίας παρ' αὐτοῖς βασιλεύς· οὗτος ὁ Σεδεκίας τῷ βασιλεῖ τῶν βαρβάρων τῷ Ναβουχοδονόσορ ὅρκον ἔδωκεν, ὥστε μένειν ἐπὶ τῆς ἐκείνου συμμαχίας· μετὰ ταῦτα ἀπέστη καὶ πρὸς τὸν Αἰγύπτιον ηὐτομόλησε βασιλέα, τῶν ὅρκων καταπτύσας, καὶ τοσαῦτα ἔπαθεν, ὅσα αὐτίκα ἀκούσεσθε. Πρότερον δὲ ἀναγκαῖον εἰπεῖν τὴν παραβολὴν τοῦ προφήτου, δι' ἧς ἅπαντα ταῦτα ᾐνίξατο. Ἐγένετο λόγος Κυρίου, φησὶ, πρός με λέγων· Υἱὲ ἀνθρώπου, διήγησαι διήγημα, καὶ εἰπὲ παραβολὴν, καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναῖ Κύριος· Ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, ὁ πλήρης ὀνύχων. Ἀετὸν ἐνταῦθα τὸν βασιλέα τῶν Βαβυλωνίων ἐκάλεσε, μέγαν δὲ αὐτὸν καὶ μεγαλοπτέρυγον εἶπε, καὶ μακρὸν τῇ ἐκτάσει καὶ πλήρη ὀνύχων ὠνόμασε, διὰ τὸ τῆς στρατιᾶς πλῆθος καὶ τὸ τῆς δυνάμεως μέγεθος καὶ τὸ τάχος τῆς ἐφόδου· καθάπερ γὰρ τῷ ἀετῷ πτέρυγες καὶ ὄνυχες ὅπλα, οὕτω τοῖς βασιλεῦσι στρατιῶται καὶ ἵπποι. Οὗτος τοίνυν ὁ ἀετὸς, φησὶν, Ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον. Τί ἐστι τὸ ἥγημα; Βουλὴν, γνώμην. Λίβανον δὲ τὴν Ἰουδαίαν ἐκάλεσε, διὰ τὸ πλησίον ἐκείνου κεῖσθαι τοῦ ὄρους. Εἶτα βουλόμενος εἰπεῖν τοὺς ὅρκους καὶ τὰς συνθήκας, Ἔλαβε, φησὶν, ἀπὸ τοῦ σπέρματος τῆς γῆς, καὶ ἔδωκεν εἰς τὸ πεδίον τὸ σπόριμον λαβεῖν ῥίζωσιν ἐν ὕδατι πολλῷ· ἐπιβλεπόμενον ἔταξεν αὐτό· καὶ ἀνέτειλε, καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν καὶ μικρὰν τῷ μεγέθει, καὶ ἐξέτεινε τὰ κλήματα αὐτῆς ἐπ' αὐτὸν, καὶ αἱ ῥίζαι αὐτῆς ὑποκάτω αὐτοῦ ἦσαν. Ἄμπελον δὲ ἐνταῦθα τὴν πόλιν ἐκάλεσε τὴν Ἱερουσαλήμ· τὸ δὲ εἰπεῖν, ὅτι τὰ κλήματα αὐτῆς ἐπ' αὐτὸν ἔβαλε τὸν ἀετὸν, καὶ αἱ ῥίζαι αὐτῆς ὑποκάτω αὐτοῦ ἦσαν, τὰς συνθήκας ἐδήλωσε καὶ τὴν πρὸς αὐτὸν συμμαχίαν, καὶ ὅτι ἐπέῤῥιψεν ἑαυτὴν ἐπ' ἐκεῖνον. Εἶτα βουλόμενος δεῖξαι τὴν παρανομίαν, φησί· Καὶ ἐγένετο ἀετὸς ἕτερος, περὶ τοῦ Αἰγυπτίου βασιλέως λέγων, μέγας καὶ μεγαλοπτέρυγος καὶ πολὺς τοῖς ὄνυξι, καὶ ἡ ἄμπελος αὕτη περιπλεκομένη ἐπ' αὐτὸν, καὶ ὁ ἕλιξ αὐτῆς ἐπ' αὐτὸν, καὶ τὰ κλήματα αὐτῆς ἐξαπέστειλε τοῦ ποτίσαι αὐτήν. Διὰ τοῦτο εἶπον· Τάδε λέγει Ἀδωναῒ Κύριος· Εἰ κατευθυνεῖ, τουτέστι παραβᾶσα τὸν ὅρκον καὶ τὰς συνθήκας, εἰ δυνήσεται μεῖναι καὶ σωθῆναι, καὶ μὴ διαπεσεῖν. Εἶτα δεικνὺς, ὡς οὐκ ἔστι τοῦτο, ἀλλ' ἀπολεῖται πάντως διὰ τὸν ὅρκον, περὶ τῆς κολάσεως αὐτῆς διαλέγεται, καὶ τὴν αἰτίαν τίθησιν· Αἱ ῥίζαι γὰρ αὐτῆς, φησὶ, τῆς ἁπαλότητος, καὶ ὁ καρπὸς σαπήσεται, καὶ ξηρανθήσονται πάντα τὰ προσανατέλλοντα αὐτῇ. Καὶ δεῖξαι βουλόμενος, ὅτι οὐκ ἀνθρωπίνῃ δυνάμει καθαιρεθήσεται, ἀλλ' ἐπειδὴ τὸν Θεὸν ἐξεπολέμωσεν ἑαυτῇ διὰ τοὺς ὅρκους ἐκείνους, ἐπήγαγεν· Οὐκ ἐν βραχίονι μεγάλῳ, οὐδὲ ἐν λαῷ πολλῷ τοῦ ἐκσπάσαι αὐτὴν ἐκ ῥιζῶν αὐτῆς. Καὶ ἡ μὲν παραβολὴ αὕτη, πάλιν δὲ αὐτὴν σαφηνίζει οὕτως εἰπών· Ἰδοὺ ἔρχεται βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλήμ. Εἶτα εἰπὼν ἕτερά τινα μεταξὺ, λέγει τοὺς ὅρκους καὶ τὰς συμμαχίας· Διαθήσεται γὰρ, φησὶ, πρὸς αὐτὸν διαθήκην. Εἶτα καὶ τὴν ἀποστασίαν δηλῶν, Καὶ ἀποστήσεται, φησὶν, ἀπ' αὐτοῦ τοῦ ἐξαποστέλλειν ἀγγέλους εἰς Αἴγυπτον τοῦ δοῦναι αὐτῷ ἵππους καὶ λαὸν πολύν. Καὶ μετὰ ταῦτα ἐπάγει, δεικνὺς ὅτι διὰ τὸν ὅρκον ταῦτα πάντα γίνεται τὰ τῆς ἀπωλείας· Εἰ μὴ ἐν τῷ τόπῳ τοῦ βασιλέως τοῦ βασιλεύσαντος αὐτὸν, ὃς ἠτίμωσε τὴν ἀράν μου, καὶ παρέβη τὴν διαθήκην μου, ἐν μέσῳ Βαβυλῶνος τελευτήσει, καὶ οὐκ ἐν δυνάμει μεγάλῃ, οὐδὲ ἐν ὄχλῳ πολλῷ, ὅτι ἠτίμωσε τὴν ὁρκωμοσίαν, τοῦ παραβῆναι τὴν διαθήκην μου, ἦ μὴν τὴν ὁρκωμοσίαν μου, ἣν ἠτίμωσε, καὶ τὴν διαθήκην μου, ἣν παρέβη, δώσω αὐτὴν εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐκπετάσω ἐπ' αὐτὸν τὸ δίκτυόν μου. Ὁρᾷς πῶς οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ καὶ πλεονάκις εἶπεν, ὅτι διὰ τὸν ὅρκον ταῦτα πάντα ἔπασχεν ἐκεῖνος; καὶ γὰρ ἀπαραίτητός ἐστιν ὁ Θεὸς, ὑβριζομένων ὅρκων. Οὐκ ἐκ τῆς κολάσεως δὲ μόνης τῆς ἐπαχθείσης τῇ πόλει διὰ τὸν ὅρκον τοῦτον, τοῦτο ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἐκ τῆς μελλήσεως καὶ τῆς ἀναβολῆς, ὅσην ποιεῖται ὁ Θεὸς τὴν σπουδὴν ὑπὲρ τοῦ μὴ καταπατεῖσθαι τοὺς ὅρκους. Ἐγένετο γὰρ, φησὶν, ἐν τῷ ἐννάτῳ ἔτει τῆς βασιλείας Σεδεκίου, ἐν τῷ μηνὶ τῷ δευτέρῳ, ἐν τῇ δεκάτῃ τοῦ μηνὸς, ἦλθεν Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ἱερουσαλήμ· καὶ περιεκάθισεν αὐτὴν, καὶ περιῳκοδόμησεν αὐτῇ τεῖχος κυκλόθεν· καὶ ἦλθεν ἡ πόλις εἰς συνοχὴν ἕως τοῦ ἑνδεκάτου ἔτους Σεδεκίου τοῦ βασιλέως, ἐννάτῃ τοῦ μηνὸς, καὶ ἐνίσχυσεν ὁ λιμὸς ἐν αὐτῇ τῇ πόλει, καὶ οὐκ ἦν ἄρτος τοῦ φαγεῖν τῷ λαῷ, καὶ ἐῤῥάγη ἡ πόλις. Ἠδύνατο μὲν γὰρ ἐκ πρώτης εὐθέως αὐτοὺς παραδοῦναι τῆς ἡμέρας καὶ ποιῆσαι τοῖς πολεμίοις ὑποχειρίους, ἀλλὰ διὰ τοῦτο χρόνον ἐν μέσῳ τριῶν ἐτῶν τριβῆναι συνεχώρησε, καὶ πολιορκίας αὐτοὺς αἰσθέσθαι χαλεπωτάτης ἐποίησεν, ἵνα καὶ τῷ τῶν στρατιωτῶν ἔξωθεν φόβῳ καὶ τῷ συνέχοντι τὴν πόλιν ἔνδον λιμῷ σωφρονιζόμενοι, καὶ ἄκοντα τὸν βασιλέα καταναγκάσωσιν ὑποταγῆναι τῷ βαρβάρῳ, καὶ γενέσθαι τινὰ τῷ ἁμαρτήματι παραμυθίαν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς καὶ οὐκ ἐμὸς ὁ στοχασμὸς, ἄκουσον τί διὰ τοῦ προφήτου φησὶ πρὸς αὐτόν· Ἐὰν ἐξέλθῃς πρὸς ἡγεμόνας βασιλέως Βαβυλῶνος, ζήσεται ἡ ψυχή σου, καὶ ἡ πόλις αὕτη οὐ μὴ κατακαυθῇ ἐν πυρὶ, καὶ ζήσῃ σὺ καὶ ἡ οἰκία σου. Ἐὰν δὲ μὴ ἐξέλθῃς σὺ πρὸς τοὺς ἄρχοντας βασιλέως Βαβυλῶνος, παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας τῶν Χαλδαίων, καὶ κατακαύσουσιν αὐτὴν, καὶ σὺ οὐ μὴ σωθήσῃ ἐκ χειρὸς αὐτῶν. Καὶ εἶπεν ὁ βασιλεύς· Λόγον ἔχω τῶν Ἰουδαίων τῶν πεφευγότων πρὸς τοὺς Χαλδαίους, μὴ παραδῶσί με εἰς χεῖρας αὐτῶν, καὶ καταμωκήσωνταί μου. Καὶ εἶπεν Ἱερεμίας· Οὐ μὴ παραδώσουσί σε· ἄκουσον τὸν λόγον Κυρίου, ὃν ἐγὼ λαλῶ πρὸς σέ· καὶ βέλτιον ἔσται σοι, καὶ ζήσεται ἡ ψυχή σου· καὶ εἰ μὴ θελήσεις ἐξελθεῖν, οὗτος ὁ λόγος, ὃν ἔδειξέ μοι ὁ Κύριος· Πᾶσαι αἱ γυναῖκες αἱ καταλειφθεῖσαι ἐν οἴκῳ βασιλέως Ἰούδα ἐξάγονται πρὸς τοὺς ἄρχοντας βασιλέως Βαβυλῶνος, καὶ αὗται λέγουσιν· Ἠπάτησάν σε, καὶ ἠδυνήθησάν σοι ἄνδρες εἰρηνικοί σου· κατισχύσουσιν ἐν ὀλισθήμασι πόδας σου· ἀπέστρεψαν ἀπὸ σοῦ, καὶ πάσας τὰς γυναῖκάς σου ἐξάξουσι πρὸς τοὺς Χαλδαίους, καὶ οὐ μὴ σωθήσῃ ἐκ χειρὸς αὐτῶν, ὅτι ἐν χειρὶ βασιλέως Βαβυλῶνος συλληφθήσῃ, καὶ ἡ πόλις αὕτη κατακαήσεται πυρί. Ἀλλ' ἐπειδὴ οὐκ ἔπεισε ταῦτα λέγων, ἀλλ' ἔμεινεν ἐπὶ τῆς ἁμαρτίας καὶ τῆς παρανομίας, μετὰ τρία ἔτη τὴν πόλιν παρέδωκεν ὁ Θεὸς, καὶ τὴν ἑαυτοῦ φιλανθρωπίαν ἐπιδείξας καὶ τὴν ἀγνωμοσύνην τὴν ἐκείνου. Καὶ εἰσελθόντες μετ' εὐκολίας πολλῆς ἐνέπρησαν τὸν οἶκον τοῦ Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ τοὺς οἴκους Ἱερουσαλὴμ, καὶ πάντα οἶκον μέγαν ἐνέπρησεν ὁ ἀρχιμάγειρος, καὶ τὸ τεῖχος Ἱερουσαλὴμ καθεῖλε, καὶ πανταχοῦ πῦρ ἦν βαρβαρικὸν, τοῦ ὅρκου τῶν ἐμπρησμῶν στρατηγοῦντος καὶ τὴν φλόγα πανταχοῦ περιάγοντος· καὶ τὸ καταλειφθὲν τοῦ λαοῦ ἐν τῇ πόλει καὶ τοὺς προσκεχωρηκότας τῷ βασιλεῖ μετῴκισεν ὁ ἀρχιμάγειρος· Καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ Κυρίου κατέκοψαν οἱ Χαλδαῖοι, καὶ τὰς βάσεις, καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ Κυρίου συνέκοψαν οἱ Χαλδαῖοι, καὶ τοὺς λέβητας, καὶ τὰς κρεάγρας, καὶ τὰς φιάλας, καὶ τὰς θυΐσκας, καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ, ἐν οἷς ἐλειτούργουν ἐν αὐτοῖς, ἔλαβον, καὶ τὰ πυρεῖα, καὶ τὰς φιάλας τὰς χρυσᾶς καὶ ἀργυρᾶς ἔλαβον, καὶ τῶν στύλων τῶν δύο, καὶ τῶν βάσεων, καὶ τῆς θαλάσσης, ἣν ἐποίησεν ὁ Σολομὼν ἐν οἴκῳ Κυρίου, ἔλαβε Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος· καὶ ἔλαβεν τὸν Σαρέα τὸν ἱερέα τὸν πρῶτον, καὶ τὸν Σαφὰν τὸν ἱερέα τὸν δεύτερον, καὶ τοὺς τρεῖς τοὺς φυλάσσοντας τὸν σταθμὸν, καὶ ἐκ τῆς πόλεως εὐνοῦχον ἕνα τὸν καθεσταμένον ἐπὶ τοὺς ἄνδρας τοὺς πολεμοῦντας, καὶ πέντε ἄνδρας τοὺς ὁρῶντας τὸ πρόσωπον τοῦ βασιλέως, καὶ τὸν Σαφὰν τὸν ἀρχιστράτηγον, καὶ τὸν γραμματέα, καὶ ἑξήκοντα ἄνδρας· καὶ ἔλαβεν αὐτοὺς, καὶ ἀπήγαγεν αὐτοὺς πρὸς τὸν βασιλέα Βαβυλῶνος, καὶ ἐπάταξεν αὐτοὺς ὁ βασιλεὺς, καὶ ἐθανάτωσεν αὐτούς. Ἀναμνήσθητί μοι οὖν τῆς δρεπάνης νῦν τῆς πετομένης καὶ καταλυούσης ἐν τῷ οἴκῳ τοῦ ὀμνύοντος, καὶ καθαιρούσης τοὺς τοίχους καὶ τὰ ξύλα καὶ τοὺς λίθους· ἀναμνήσθητί μοι, πῶς ὁ ὅρκος οὗτος εἰσελθὼν ἐν τῇ πόλει καὶ οἰκίας καὶ ναὸν καὶ τείχη καὶ οἰκοδομήματα λαμπρὰ καθεῖλε, καὶ χῶμα τὴν πόλιν ἐποίησε, καὶ οὔτε τὰ Ἅγια τῶν ἁγίων, οὔτε τὰ σκεύη τὰ ἱερὰ, οὔτε ἄλλο οὐδὲν ἀπέστρεψε τὴν κόλασιν καὶ τὴν τιμωρίαν ἐκείνην διὰ τὸ παραβαθῆναι τὸν ὅρκον. Καὶ ἡ μὲν πόλις οὕτως ἐλεεινῶς κατελύετο· ὁ δὲ βασιλεὺς ἐλεεινότερα καὶ ὀδυνηρότερα τούτων ἔπασχε· καὶ καθάπερ τὰ οἰκοδομήματα καθεῖλεν αὕτη ἡ δρεπάνη ἡ πετομένη, οὕτω καὶ τοῦτον φεύγοντα καθεῖλεν· Ἐξῆλθε γὰρ ὁ βασιλεὺς, φησὶ, νυκτὸς ὁδὸν πύλης, καὶ οἱ Χαλδαῖοι ἐκύκλουν τὴν πόλιν, καὶ κατεδίωξε δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως, καὶ κατέλαβον αὐτὸν, καὶ συνέλαβον τὸν βασιλέα, καὶ ἤγαγον αὐτὸν πρὸς τὸν βασιλέα Βαβυλῶνος, καὶ ἐλάλησεν ὁ βασιλεὺς Βαβυλῶνος μετὰ Σεδεκίου κρίσιν, καὶ ἔσφαξε τοὺς υἱοὺς αὐτοῦ ἐνώπιον αὐτοῦ, καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύφλωσε· καὶ ἔδησεν αὐτὸν ἐν πέδαις, καὶ ἀπήγαγεν αὐτὸν εἰς Βαβυλῶνα. Τί ἐστιν, Ἐλάλησε μετ' αὐτοῦ κρίσιν; Ἀπῄτησεν αὐτὸν εὐθύνας, ἐδικάσατο μετ' αὐτοῦ, καὶ πρῶτον τοὺς υἱοὺς αὐτοῦ κατέσφαξεν, ἵνα θεωρὸς γένηται τῆς οἰκείας συμφορᾶς, καὶ τὴν τραγῳδίαν ἐκείνην ἴδῃ τὴν ἐλεεινὴν, καὶ τότε αὐτὸν ἐξετύφλωσε. Τίνος ἕνεκεν τοῦτο πάλιν γίνεται; Ἵνα διδάσκαλος τοῖς βαρβάροις ἀπέλθῃ καὶ τοῖς ἐκεῖ κατοικοῦσιν Ἰουδαίοις, καὶ ἵνα μάθωσιν οἱ βλέποντες διὰ τοῦ πεπηρωμένου, πόσον κακὸν ὁ ὅρκος· οὐκ ἐκεῖνοι δὲ μόνον, ἀλλὰ καὶ οἱ παρὰ τὴν ὁδὸν πάντες οἰκοῦντες δεδεμένον καὶ πεπηρωμένον ὁρῶντες μανθάνωσι διὰ τῆς συμφορᾶς τῆς ἁμαρτίας τὸ μέγεθος. Διὰ τοῦτο ὁ μὲν τῶν προφητῶν φησιν, Οὐκ ὄψεται Βαβυλῶνα· ὁ δὲ λέγει, ὅτι Εἰς Βαβυλῶνα ἀπαχθήσεται. Καὶ δοκεῖ μὲν ἐναντία εἶναι ἡ προφητεία· οὐκ ἔστι δὲ, ἀλλ' ἀμφότερα ταῦτα ἀληθῆ. Καὶ γὰρ Βαβυλῶνα οὐκ εἶδε, καὶ εἰς Βαβυλῶνα ἀπήχθη. Πῶς οὖν Βαβυλῶνα οὐκ εἶδεν; Ὅτι ἐν τῇ Ἰουδαίᾳ τὴν πήρωσιν ὑπέστη· ἔνθα γὰρ ὁ ὅρκος ἠθετήθη, ἐκεῖ καὶ ἐξεδικεῖτο καὶ τὴν τιμωρίαν αὐτὸς ὑπέμεινε. Πῶς δὲ ἀπήχθη εἰς Βαβυλῶνα; Αἰχμάλωτος γενόμενος. Ἐπειδὴ γὰρ δύο ἦσαν αἱ τιμωρίαι, πήρωσις καὶ αἰχμαλωσία, διενείμαντο αὐτὰς οἱ προφῆται, καὶ ὁ μὲν, Οὐκ ὄψεται, φησὶ, Βαβυλῶνα; τὴν πήρωσιν αὐτοῦ λέγων· ὁ δέ φησιν· Εἰς Βαβυλῶνα ἀπαχθήσεται· τὴν αἰχμαλωσίαν αὐτοῦ αἰνιττόμενος.