Ancient Greek · ~19 min
Ἔπαινος τῶν κατωρθωκότων τὸ μὴ ὀμνύειν· καὶ ὅτι οὐκ ὀφείλει τις διακρίνεσθαι μετὰ ἑστίασιν ἀκροᾶσθαι θείων λογίων ἐν ἐκκλησίᾳ· καὶ διὰ τί μετὰ χρόνον πολὺν ἐδόθησαν αἱ ἅγιαι Γραφαί· καὶ εἰς τὸ, Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· καὶ φυσιολογία κόσμου, καὶ πρὸς τῷ τέλει, περὶ τοῦ μὴ ὀμνύειν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 4.1-7
Not analysed yet
Καὶ τίς οὐκ ἂν ἐκπλαγείη ταῦτα καὶ θαυμάσειε, καὶ θαῤῥῶν ἂν εἴποι, οὐχὶ φύσεως εἶναι ἔργα, ἀλλὰ τῆς ὑπὲρ φύσιν Προνοίας; Διὰ ταῦτά τίς φησιν· Ὁ κρεμάσας τὴν γῆν ἐπ' οὐδενός· ἄλλος δέ τις, Ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς· καὶ, ὅτι Ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν. Καὶ δοκεῖ μὲν ἐναντία ταῦτα εἶναι, πολλὴν δὲ ἔχει τὴν συμφωνίαν. Ὁ γὰρ εἰπὼν, ὅτι Ἐπὶ τῶν ὑδάτων ἐθεμελίωσεν αὐτὴν, ταυτὸν εἶπε τῷ εἰρηκότι, ὅτι ἐπ' οὐδενὸς αὐτὴν ἐκρέμασε· τὸ γὰρ ἐπὶ ὑδάτων ἑστάναι ἴσον ἐστὶ τοῦ κρέμασθαι ἐπ' οὐδενός. Ποῦ οὖν κρέμαται καὶ ἕστηκεν; Ἄκουσον τοῦ αὐτοῦ λέγοντος· Ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς· οὐχ ὅτι χεῖρας ἔχει ὁ Θεὸς, ἀλλ' ἵνα μάθῃς ὅτι ἡ δύναμις αὐτοῦ ἡ προνοοῦσα πάντων, αὕτη ἐστὶν ἡ συγκρατοῦσα καὶ διαβαστάζουσα τὸ σῶμα τῆς γῆς. Ἀλλ' οὐ πείθῃ τοῖς εἰρημένοις; Πίστευσον τοῖς ὁρωμένοις· καὶ γὰρ καὶ ἐφ' ἑτέρου στοιχείου τὴν θαυματουργίαν ταύτην ἔστιν εὑρεῖν. Τοῦ γὰρ πυρὸς ἡ φύσις ἀνωφερής τίς ἐστι καὶ πρὸς τὸ ὕψος ἀεὶ πηδᾷν καὶ ἅλλεσθαι πέφυκε, κἂν μυρία βιάσῃ καὶ καταναγκάσῃς, οὐκ ἂν ἀνάσχοιτο τῆς κάτω φορᾶς. Πολλάκις γοῦν δᾷδα καιομένην λαβόντες, καὶ κατὰ κεφαλῆς κλίναντες τοῦ πυρὸς τὴν ὁρμὴν οὐκ ἠναγκάσαμεν κάτω νεῦσαι, ἀλλὰ καὶ οὕτως ἄνω τρέχει, καὶ πρὸς τὸ ὕψος ἐπείγεται κάτωθεν· ἐπὶ δὲ τοῦ ἡλίου τοὐναντίον ἅπαν ἐποίησεν ὁ Θεός· τὰς γὰρ ἀκτῖνας αὐτοῦ πρὸς τὴν γῆν ἔτρεψε, καὶ τὸ φῶς κάτω νεύειν ἐποίησε, μονονουχὶ λέγων αὐτῷ διὰ τοῦ σχήματος· Κάτω βλέπε, φησὶ, καὶ τοῖς ἀνθρώποις φαῖνε· διὰ γὰρ ἐκείνους ἐγένου. Καὶ λύχνου μὲν φλὸξ οὐκ ἂν ἀνάσχοιτο τοῦτο παθεῖν, ἄστρον δὲ οὕτω μέγα καὶ θαυμαστὸν κάτω νεύει, καὶ πρὸς τὴν γῆν βλέπει ἀπεναντίας τῷ πυρὶ, διὰ τὴν τοῦ κελεύσαντος δύναμιν. Βούλει καὶ ἕτερον εἴπω τοιοῦτον; Τὰ νῶτα τοῦ οὐρανοῦ τοῦ φαινομένου ὕδατα περιλαμβάνει πάντοθεν, καὶ οὐ καταῤῥεῖ, οὐδὲ ἐξίσταται, καίτοι γε οὐκ ἔστι τοιαύτη τῶν ὑδάτων ἡ φύσις· ἀλλ' εἰς μὲν τὰ κοῖλα συντρέχει ῥᾳδίως· ἐπειδὰν δὲ κεκυρτωμένον ᾖ σῶμα, διολισθαίνει πάντοθεν, καὶ οὐκ ἂν αὐτοῦ οὐδὲ μικρὸν σταίη μέρος ἐπὶ τοῦ τοιούτου σχήματος. Ἀλλ' ἰδοὺ τὸ παράδοξον τοῦτο γέγονεν ἐπὶ τῶν οὐρανῶν· καὶ τοῦτο αὐτὸ πάλιν ὁ προφήτης αἰνιττόμενος λέγει· Αἰνεῖτε τὸν Κύριον, τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν. Καὶ οὔτε τὸ ὕδωρ τὸν ἥλιον ἔσβεσεν, οὔτε ὁ ἥλιος ἐπὶ τοσοῦτον χρόνον βαδίζων κάτωθεν τὸ ἐπικείμενον ἀνεξήρανεν ὕδωρ. Βούλει σε πάλιν εἰς τὴν γῆν καταγάγωμεν, καὶ τὸ θαῦμα ἐπιδείξωμεν; Οὐχ ὁρᾷς ταυτηνὶ τὴν θάλατταν, τὴν κυμάτων γέμουσαν καὶ πνευμάτων βιαίων; ἀλλ' αὕτη ἡ θάλαττα ἡ εὐρύχωρος καὶ μεγάλη καὶ μαινομένη ἀσθενεῖ ψάμμῳ τειχίζεται. Καὶ σκόπει Θεοῦ σοφίαν· οὐκ ἀφῆκεν αὐτὴν ἡσυχάζειν οὐδὲ ἠρεμεῖν, ἵνα μὴ τῆς φύσεως αὐτῆς εἶναι νομίσῃς τὴν εὐταξίαν, ἀλλ' ἔνδον μένουσα βοᾷ, καὶ ταράττεται, καὶ μεγάλα ἠχεῖ, καὶ τὰ κύματα πρὸς ὕψος διανίστησιν ἄφατον· ἐπειδὰν δὲ ἔλθῃ πρὸς τοὺς αἰγιαλοὺς, καὶ τὴν ψάμμον ἴδῃ, διαλυθεῖσα πρὸς ἑαυτὴν πάλιν ἐπάνεισι, δι' ἀμφοτέρων σε τούτων διδάσκουσα, ὅτι οὐχὶ φύσεως ἔργον ἐστὶ τὸ μένειν αὐτὴν εἴσω τῶν οἰκείων ὅρων, ἀλλὰ τῆς τοῦ κατέχοντος αὐτὴν δυνάμεως. Διὰ τοῦτο γοῦν καὶ ἀσθενὲς τὸ τειχίον ἐποίησε, καὶ οὐ ξύλα καὶ λίθους οὐδὲ ὄρη τοῖς αἰγιαλοῖς περιέβαλε τούτοις, ἵνα μὴ τούτοις λογίσῃ τοῦ στοιχείου τὴν εὐταξίαν. Τοῦτο γοῦν καὶ αὐτός ποτε τοῖς Ἰουδαίοις ὀνειδίζων ἔλεγεν· Ἐμὲ οὐ φοβηθήσεσθε τὸν τάξαντα ἄμμον ὅριον τῇ θαλάσσῃ, καὶ οὐχ ὑπερβήσεται; Οὐ τοῦτο δὲ μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι μέγαν καὶ θαυμαστὸν τὸν κόσμον ἐποίησεν, οὐδ' ὅτι ὑπὲρ φύσεως ἀκολουθίαν αὐτὸν συνέπηξεν, ἀλλ' ὅτι καὶ ἐξ ἐναντίων αὐτὸν συνέστησε, θερμοῦ καὶ ψυχροῦ, ξηροῦ καὶ ὑγροῦ, πυρὸς καὶ ὕδατος, γῆς καὶ ἀέρος· καὶ τὰ ἐναντία ταῦτα στοιχεῖα, ἀφ' ὧν τόδε τὸ πᾶν συνέστηκεν, ἀλλήλοις μαχόμενα ὑπ' ἀλλήλων οὐκ ἀνηλώθη, οὐ τὸ πῦρ ἐπέδραμε καὶ ἀνῆψεν ἅπαντα, οὐ τὸ ὕδωρ ἐπελθὸν ἐπέκλυσε τὴν οἰκουμένην. Ἀλλ' ἐπὶ μὲν τῶν σωμάτων τῶν ἡμετέρων ταῦτα γίνεται, καὶ χολῆς αὐξανομένης τίκτεται πυρετὸς, καὶ τῷ παντὶ ζώῳ λυμαίνεται· καὶ φλέγματος πλεονάζοντος πολλὰ νοσήματα φύεται, καὶ διαφθείρει τὸ ζῶον. Ἐπὶ δὲ τοῦδε τοῦ παντὸς οὐδὲν τούτων συνέβη, ἀλλ' ἕκαστον μένει καθάπερ τινὶ χαλινῷ καὶ δεσμῷ τῷ βουλήματι τοῦ ποιήσαντος τοὺς οἰκείους διαφυλάττον ὅρους, καὶ ἡ μάχη τούτων εἰρήνης αἰτία γίνεται τῷ παντί. Ταῦτα οὐχὶ καὶ τυφλῷ δῆλα, καὶ τοῖς σφόδρα ἀνοήτοις εὐσύνοπτα, ὅτι ἐκ προνοίας τινὸς γέγονε καὶ συγκρατεῖται; Τίς γὰρ οὕτως ἄφρων καὶ ἀναίσθητος, ὃς ὁρῶν τοσοῦτον σωμάτων ὄγκον, τοσοῦτον κάλλος, τοσαύτην σύνθεσιν, τοιούτων στοιχείων μάχην διηνεκῆ καὶ ἐναντίωσιν, καὶ διαμονὴν, μὴ λογίσασθαι πρὸς ἑαυτὸν καὶ εἰπεῖν, ὅτι εἰ μὴ πρόνοιά τις ἦν ἡ τὸν ὄγκον τῶν σωμάτων διακρατοῦσα, καὶ μὴ συγχωροῦσα τὸ πᾶν διαπεσεῖν, οὐκ ἂν ἔμεινεν, οὐκ ἂν διήρκεσε; Τοσαύτη μὲν ὡρῶν εὐταξία, τοσαύτη δὲ ἡμέρας καὶ νυκτὸς συμφωνία, τοσούτων δὲ ἀλόγων ζώων γένη, καὶ φυτῶν, καὶ σπερμάτων, καὶ βοτανῶν ὁδῷ βαδίζει, καὶ οὐδὲν εἰς τὴν παροῦσαν ἡμέραν οὔτε διέπεσεν, οὔτε ἀνηλώθη καθάπαξ.