Ancient Greek · ~18 min
Ἔπαινος τῶν κατωρθωκότων τὸ μὴ ὀμνύειν· καὶ ὅτι οὐκ ὀφείλει τις διακρίνεσθαι μετὰ ἑστίασιν ἀκροᾶσθαι θείων λογίων ἐν ἐκκλησίᾳ· καὶ διὰ τί μετὰ χρόνον πολὺν ἐδόθησαν αἱ ἅγιαι Γραφαί· καὶ εἰς τὸ, Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· καὶ φυσιολογία κόσμου, καὶ πρὸς τῷ τέλει, περὶ τοῦ μὴ ὀμνύειν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 3.1-8
Not analysed yet
Διὰ ταῦτα καὶ ὁ ψαλμῳδὸς ἐκπλαγεὶς αὐτῶν τὴν ἰσότητα, ἐβόα λέγων· Νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Ἂν ταῦτα εἰδῇς φιλοσοφεῖν, θαυμάσεις τὸν οὕτω παρὰ τὴν ἀρχὴν τάξαντα τοὺς ἀκινήτους τούτους ὅρους. Ἀκουέτωσαν τούτων οἱ πλεονέκται καὶ τῶν ἀλλοτρίων ἐφιέμενοι χρημάτων, καὶ μιμείσθωσαν ἡμέρας καὶ νυκτὸς τὴν ἰσότητα· ἀκουέτωσαν οἱ πεφυσιωμένοι καὶ μεγαλοφρονοῦντες, καὶ μὴ βουλόμενοι τῶν πρωτείων ἑτέροις παραχωρεῖν. Ἡ ἡμέρα τῇ νυκτὶ παραχωρεῖ, καὶ οὐκ ἐπιβαίνει τοῖς ἀλλοτρίοις ὅροις· σὺ δὲ ἀεὶ τιμῆς ἀπολαύων οὐκ ἀνέχῃ τοῖς ἀδελφοῖς μεταδοῦναι ταύτης; Καὶ σκόπει μοι νομοθέτου σοφίαν. Ἐν χειμῶνι μακρὰν ἔταξεν εἶναι τὴν νύκτα, ὅτε ἁπαλώτερα τὰ σπέρματα καὶ καταψύχεσθαι δεόμενα μᾶλλον, καὶ θερμοτέρας οὐκ ἀνέχεται τῆς ἀκτῖνος· ἐπειδὰν δὲ αὐξηθῇ, συναύξεται πάλιν αὐτοῖς ἡ ἡμέρα, καὶ τότε γίνεται μακροτέρα, ὅταν ὁ καρπὸς ἀκμάζῃ λοιπόν. Οὐ τοῖς σπέρμασι δὲ τοῦτο, ἀλλὰ καὶ τοῖς σώμασιν ἐπιτήδειον. Ἐπειδὰν γὰρ τοῦ χειμῶνος καὶ ναύτης, καὶ κυβερνήτης, καὶ ὁδοιπόρος, καὶ στρατιώτης, καὶ γεωργὸς τὰ πολλὰ οἴκοι κάθηνται τῷ κρυμῷ συνδεδεμένοι, καὶ ἀργίας καιρὸς ὁ τοῦ χειμῶνός ἐστι, τὸ πλέον τοῦ χρόνου εἰς νύκτα ἀναλίσκεσθαι ἐποίησεν ὁ Θεὸς, ἵνα μὴ περιττὸν ᾖ τῆς ἡμέρας τὸ μῆκος, οὐδὲν δυναμένων ποιεῖν τῶν ἀνθρώπων. Τί ἄν τις εἴποι τῶν ὡρῶν τὴν εὐταξίαν; πῶς καὶ αὗται καθάπερ παρθένοι τινὲς χορεύουσαι ἐν κύκλῳ μετὰ πολλῆς τῆς εὐταξίας ἀλλήλας διαδέχονται, καὶ κατὰ μικρὸν καὶ ἀψοφητὶ πρὸς τὰς ἐναντίας αἱ μέσαι διαβιβάζουσαι οὐ παύονται; Διὰ τοῦτο οὔτε ἀπὸ χειμῶνος ἡμᾶς διαδέχεται θέρος, οὔτε ἐκεῖθεν χειμὼν εὐθέως, ἀλλὰ μέσον παρεμβέβληται τὸ ἔαρ, ὥστε ἠρέμα καὶ κατὰ μικρὸν διαδεχομένων ἡμῶν, πεπυκνωμένα τὰ σώματα ἀλύπως προσάγειν τῷ θέρει. Ἐπειδὴ γὰρ αἱ ἀθρόαι πρὸς τὸ ἐναντίον μεταβολαὶ νόσον καὶ βλάβην τίκτουσι τὴν ἐσχάτην, ᾠκοδόμησεν ὁ Θεὸς ἀπὸ μὲν τοῦ χειμῶνος ἡμᾶς τὸ ἔαρ διαδέχεσθαι, ἀπὸ δὲ τοῦ ἔαρος τὸ θέρος, ἀπὸ δὲ τοῦ θέρους τὸ μετόπωρον, καὶ οὕτω τῷ χειμῶνι παραπέμπειν, ὥστε ἀβλαβεῖς καὶ κατὰ μικρὸν τὰς μεταβολὰς τὰς ἐκ τῶν ἐναντίων ὡρῶν διὰ τῶν μέσων ἡμῖν ἐγγίνεσθαι. Τίς οὖν οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὃς ὁρῶν μὲν οὐρανὸν, ὁρῶν δὲ θάλατταν καὶ γῆν, ὁρῶν δὲ τοσαύτην ὡρῶν εὐκρασίαν οὕτως ἀκριβῆ, καὶ ἡμέρας καὶ νυκτὸς ἀδιάπτωτον τάξιν, νομίζειν αὐτομάτως ταῦτα γενέσθαι, ἀλλὰ μὴ προσκυνεῖν τὸν ἅπαντα ταῦτα μετὰ σοφίας τῆς προσηκούσης διαταξάμενον; Ἔχω τι καὶ πλέον τούτων εἰπεῖν· οὐ γὰρ δὴ μόνον τὸ μέγεθος καὶ κάλλος, ἀλλὰ καὶ αὐτὸς ὁ τρόπος τῆς δημιουργίας ἐμφαίνει τὸν συγκροτοῦντα τὰ πάντα Θεόν. Ἐπειδὴ γὰρ κτίζοντι καὶ δημιουργοῦντι πάντα παρὰ τὴν ἀρχὴν οὐ παρῆμεν, οὐδὲ εἰ παρῆμεν, εἴδομεν ἂν πῶς ἐγένετο, τῆς ἀοράτου δυνάμεως αὐτὰ κατασκευαζούσης, αὐτὸν τὸν τρόπον τῆς δημιουργίας ἡμῖν ἄριστον ἐποίησεν ἐγγενέσθαι διδάσκαλον, ὑπὲρ φύσεως ἀκολουθίαν συνθεὶς ἅπαντα τὰ γενόμενα. Τάχα ἀσαφέστερόν ἐστιν ὅπερ εἶπον· οὐκοῦν ἀνάγκη σαφέστερον τοῦτο πάλιν εἰπεῖν· Πάντες ἂν ὁμολογήσαιεν, ὅτι φύσεώς ἐστιν ἀκολουθία τὸ ὕδωρ ὑπὲρ τὴν γῆν φέρεσθαι, ἀλλ' οὐχὶ τὴν γῆν ἐπὶ τῶν ὑδάτων· ἡ μὲν γὰρ γῆ πυκνή τις οὖσα καὶ σκληρὰ καὶ ἀντίτυπος καὶ συνεχὴς, ῥᾳδίως δύναται στέγειν τῶν ὑδάτων τὴν φύσιν· τὸ δὲ ὕδωρ ῥυτὸν ὂν καὶ χαῦνον, μαλακόν τε καὶ διαῤῥέον, καὶ τοῖς ἐμπίπτουσιν εἶκον ἅπασιν, οὐδὲν ἂν δυνηθείη σῶμα στέγειν, κἂν σφόδρα κουφότατον ᾖ· πολλάκις γοῦν ψηφῖδος μικρᾶς ἐμπεσούσης εἶξε, καὶ παρεχώρησε, καὶ πρὸς τὸ βάθος αὐτὴν παρέπεμψεν. Ὅταν οὖν ἴδῃς οὐχὶ ψηφῖδα μικρὰν, ἀλλὰ τὴν γῆν ἅπασαν ὑπεράνω τῶν ὑδάτων φερομένην καὶ μὴ καταποντιζομένην, θαύμασον τὴν δύναμιν τὴν ὑπὲρ φύσιν ταῦτα θαυματουργοῦσαν. Καὶ πόθεν τοῦτο δῆλον, ὅτι ἡ γῆ ὑπεράνω τῶν ὑδάτων φέρεται; Ὁ προφήτης τοῦτό φησιν, οὕτω λέγων· Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. Καὶ πάλιν, Τῷ θεμελιώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων. Τί λέγεις; ψηφῖδα μικρὰν ὕδωρ ἐπὶ τῶν νώτων οὐκ ἂν δυνηθείη βαστάσαι, καὶ γῆν τοσαύτην φέρει, καὶ ὄρη, καὶ βουνοὺς, καὶ πόλεις, καὶ φυτὰ, καὶ ἀνθρώπους. καὶ ἄλογα, καὶ οὐ καταποντίζεται; τί λέγω, οὐ καταποντίζεται; πῶς κάτωθεν ὁμιλοῦντος αὐτῇ τοῦ ὕδατος τοσοῦτον χρόνον οὐ διελύθη καὶ πηλὸς γέγονε τὸ πᾶν; Εἰ γὰρ ξύλων φύσις ὕδασι βραχὺν ἐνδιατρίψασα χρόνον σήπεται καὶ διαλύεται· καὶ τί λέγω ξύλων φύσις, τί σιδήρου γένοιτ' ἂν εὐτονώτερον; ἀλλὰ καὶ οὗτος χαυνοῦται πολλάκις, ὅταν διαπαντὸς ἐν ὕδατι μένῃ· καὶ μάλα εἰκότως· καὶ γὰρ καὶ αὐτὸς ἀπὸ γῆς ἔχει τὴν ὕπαρξιν. Διὰ τοῦτο πολλοὶ τῶν δραπετευόντων οἰκετῶν, ἐπειδὰν τὰς πέδας καὶ τὰς ἁλύσεις ἐπισυρόμενοι φύγωσι, παρὰ ῥύακας ὑδάτων ἐλθόντες, καὶ δεδεμένους ἐναποθέμενοι τοὺς πόδας τοῖς ὕδασι, καὶ χαυνότερον ταύτῃ ποιήσαντες τὸν σίδηρον, ῥᾳδίως λίθῳ παίοντες διακλῶσιν. Εἶτα σίδηρος μὲν χαυνοῦται, καὶ ξύλα σήπεται, καὶ λίθοι φθείρονται ὑπὸ τῆς τῶν ὑδάτων φύσεως, γῆς δὲ ὄγκος τοσοῦτος ἐπὶ τοσοῦτον χρόνον ἐπικείμενος τοῖς ὕδασιν, οὔτε κατεποντίσθη, οὔτε διελύθη καὶ ἀπώλετο.