Ancient Greek
Ὅτι οὐκ ἀρκεῖ ἡ νηστεία τῆς Τεσσαρακοστῆς πρὸς τὸ δύνασθαι κοινωνεῖν, ἀλλὰ καὶ δεῖ τῆς κατὰ ψυχὴν ἀρετῆς πρώτης· καὶ πῶς δυνατὸν μὴ μνησικακεῖν, καὶ ὅτι πολὺς τῷ Θεῷ τοῦ νόμου τούτου λόγος, καὶ ὅτι πρὸ τῆς γεέννης τὸ μνησικακεῖν κολάζει τοὺς ἁλόντας· καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς, καὶ περὶ τῶν μὴ κατωρθωκότων τὸ μὴ ὀμνύειν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 5.1-13
Not analysed yet
Ἰδοὺ προλέγω, καὶ διαμαρτύρομαι, καὶ λαμπρᾷ βοῶ τῇ φωνῇ, μηδεὶς τῶν ἐχόντων ἐχθρὸν προσίτω τῇ ἱερᾷ τραπέζῃ καὶ δεχέσθω τὸ σῶμα τοῦ Κυρίου· μηδεὶς προσιὼν ἐχθρὸν ἐχέτω. Ἐχθρὸν ἔχεις; μὴ προσέλθῃς· βούλει προσελθεῖν; καταλλάγηθι, καὶ τότε προσελθὼν ἅψαι τοῦ ἱεροῦ. Μᾶλλον δὲ οὐκ ἐγὼ ταῦτα λέγω, ἀλλ' ὁ δι' ἡμᾶς σταυρωθεὶς Δεσπότης αὐτός· ἵνα σε καταλλάξῃ τῷ Πατρὶ, οὐδὲ σφαγῆναι παρῃτήσατο, οὐδὲ τὸ αἷμα ἐκχεῖν· καὶ σὺ ἵνα καταλλαγῇς τῷ συνδούλῳ, οὐδὲ ῥῆμα προέσθαι βούλει, οὐδὲ πρότερος προσδραμεῖν; Ἄκουσον τί φησι περὶ τῶν οὕτω διακειμένων· Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ· οὐκ εἶπεν, Ἀνάμεινον ἐκεῖνον ἐλθεῖν πρὸς σὲ, οὐδὲ, Ἑτέρῳ τινὶ μεσίτῃ διαλέχθητι, οὐδὲ, Ἄλλον τινὰ παρακάλεσον, ἀλλ', Αὐτὸς σὺ πρὸς ἐκεῖνον δράμε· Ὕπαγε γὰρ, φησὶ, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου. Ὢ τῆς ὑπερβολῆς. αὐτὸς οὐχ ἡγεῖται ἀτιμίαν εἶναι, τοῦ δώρου καταλιμπανομένου, καὶ σὺ νομίζεις ὕβριν εἶναι τὸ πρότερος ἐπελθεῖν καὶ καταλλαγῆναι; Καὶ ποῦ ταῦτα ἄξια συγγνώμης, εἰπέ μοι; Ἐὰν ἴδῃς σου μέλος ἐκτετμημένον, οὐ πάντα ποιεῖς, ὥστε αὐτὸ ἑνῶσαι τῷ σώματι; Τοῦτο καὶ ἐπὶ τῶν ἀδελφῶν ποίησον· ὅταν ἴδῃς αὐτοὺς ἐκτμηθέντας σου τῆς φιλίας, περιστεῖλαι σπεῦσον ταχέως, μὴ προτέρους ἀναμείνῃς ἐκείνους ἐλθεῖν, ἀλλ' αὐτὸς πρότερος ἐπείχθητι λαβεῖν τὰ βραβεῖα. Ἕνα μόνον ἐχθρὸν ἐκελεύσθημεν ἔχειν τὸν διάβολον· πρὸς αὐτὸν μηδέποτε καταλλάττου, πρὸς δὲ τὸν ἀδελφὸν μηδέποτε κατὰ καρδίας ἀπεχθῶς ἔχε, ἀλλὰ κἂν γένηταί τις μικροψυχία, ἐφήμερος αὕτη μόνον ἔστω, καὶ μὴ ὑπερβαινέτω τὸ διάστημα τῆς ἡμέρας· Ὁ ἥλιος γὰρ, φησὶ, μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Ἂν μὲν γὰρ πρὸ τῆς ἑσπέρας καταλλαγῇς, ἔχεις ἀπὸ τοῦ Θεοῦ τινα συγγνώμην· ἂν δὲ περαιτέρω μένῃς ἐχθρὸς ὢν, οὐκέτι θυμοῦ καὶ ὀργῆς συναρπαζούσης, ἀλλὰ πονηρίας ἐστὶν ἡ ἀπέχθεια καὶ ψυχῆς μιαρᾶς καὶ κακίαν μελετώσης. Οὐ τοῦτο δὲ μόνον ἐστὶ τὸ δεινὸν, ὅτι συγγνώμης ἑαυτὸν ἀποστερεῖς, ἀλλ' ὅτι καὶ τὸ κατόρθωμα δυσκολώτερον γίνεται· μιᾶς γὰρ παρελθούσης ἡμέρας πλείων ἡ αἰσχύνη, καὶ δευτέρας προσγινομένης αὔξεται πάλιν· κἂν ἐπιλάβῃ τρίτην καὶ τετάρτην, προσθήσει καὶ πέμπτην· οὕτως αἱ πέντε γίνονται δέκα, αἱ δέκα εἴκοσιν, αἱ εἴκοσιν ἑκατὸν, καὶ λοιπὸν ἀνίατον ἔσται τὸ ἕλκος· ὅσῳ γὰρ πρόεισιν ὁ χρόνος, τοσούτῳ μᾶλλον διιστάμεθα. Ἀλλὰ μηδὲν τούτων πάθῃς, ὦ ἄνθρωπε, τῶν παραλόγων παθῶν, μηδὲ αἰσχυνθῇς καὶ ἐρυθριάσῃς, μηδὲ εἴπῃς πρὸς σεαυτὸν, Πρὸ μικροῦ τοσαῦτα ἀλλήλους ἐλοιδορήσαμεν, μυρία ῥητὰ καὶ ἄῤῥητα εἴπομεν, καὶ νῦν δραμοῦμαι ἐπὶ τὰς καταλλαγάς; καὶ τίς οὐ καταγνώσεταί μου τὴν πολλὴν εὐκολίαν; Οὐδεὶς νοῦν ἔχων εὐκολίαν σου καταγνώσεται, ἀλλ' ὅταν μένῃς ἀκατάλλακτος, τότε σε πάντες γελάσονται, τότε πολὺ δώσεις τῷ διαβόλῳ τὸ διάστημα. Οὐ γὰρ ἀπὸ τοῦ χρόνου λοιπὸν δυσδιάλυτος ἡ ἔχθρα γίνεται, ἀλλὰ καὶ ἀπὸ τῶν μεταξὺ γενομένων πραγμάτων. Ὥσπερ γὰρ Ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν, οὕτως ἔχθρα καὶ τὰ οὐκ ὄντα ἁμαρτήματα συνίστησι, καὶ πάντες ἀξιόπιστοι οἱ κατηγοροῦντες λοιπὸν, οἱ τοῖς ἀλλοτρίοις χαίροντες κακοῖς, καὶ τὰς ἑτέρων ἐκπομπεύοντες ἀσχημοσύνας. Ταῦτα οὖν ἅπαντα εἰδὼς, πρόλαβε καὶ κάτασχε τὸν ἀδελφὸν, πρὶν τέλεον ἀποπηδήσῃ, κἂν δέῃ πᾶσαν τὴν πόλιν περιδραμεῖν κατὰ τὴν ἡμέραν ἐκείνην, κἂν ἔξω τῶν τειχῶν ἀπελθεῖν, κἂν ὁδὸν βαδίσαι μακρὰν, πάντα τὰ ἐν χερσὶν ἀφεὶς, ἑνὸς τούτου μόνου γενοῦ τοῦ καταλλάξαι τὸν ἀδελφόν. Εἰ γὰρ ἐργῶδες τὸ πρᾶγμα, ἐννόησον ὅτι διὰ τὸν Θεὸν ταῦτα πάσχεις ἅπαντα, καὶ ἱκανὴν λήψῃ παράκλησιν· καὶ τὴν ψυχὴν ἀναδυομένην καὶ ὀκνοῦσαν, καὶ ἐρυθριῶσαν, καὶ αἰσχυνομένην διέγειρον, ταύτας αὐτῇ συνεχῶς ἐπᾴδων τὰς ἐπῳδάς· Τί μέλλεις, τί δὲ ἀναδύῃ καὶ ὀκνεῖς; οὐχ ὑπὲρ χρημάτων, οὐδ' ὑπὲρ ἄλλου τινὸς τῶν ἐπικήρων, ἀλλ' ὑπὲρ σωτηρίας ἡμῖν ὁ λόγος. Ὁ Θεὸς ταῦτα ποιεῖν ἐκέλευσε, καὶ πάντα δεύτερα ἔστω τῶν ἐκείνου προσταγμάτων. Ἐμπορία τίς ἐστι πνευματικὴ τὸ πρᾶγμα· μὴ ἀμελῶμεν, μήτε ῥᾳθυμῶμεν· μανθανέτω ὁ ἐχθρὸς, ὅτι πολλὴν ἐποιησάμεθα σπουδὴν, διὰ τὸ τῷ Θεῷ δοκοῦν· κἂν ὑβρίζῃ πάλιν, κἂν τύπτῃ, κἂν ὁτιοῦν ἕτερον χαλεπώτερον ποιῇ, φέρωμεν ἅπαντα γενναίως, ὡς οὐδὲν ἐκείνῳ τοσοῦτον, ὅσον ἡμῖν αὐτοῖς χαριζόμεθα· πάντων τῶν κατορθωμάτων τοῦτο μειζόνως ἡμῶν κατ' ἐκείνην προστήσεται τὴν ἡμέραν. Ἡμάρτομεν πολλὰ καὶ μεγάλα, καὶ προσεκρούσαμεν, καὶ τὸν Δεσπότην ἡμῶν παρωξύναμεν· ἔδωκε διὰ τὴν αὐτοῦ φιλανθρωπίαν ταύτην ὁδὸν καταλλαγῆς· μὴ τοίνυν προδῶμεν τὸν καλὸν τοῦτον θησαυρόν. Μὴ γὰρ οὐκ ἦν κύριος κελεῦσαι μόνον καταλλάττεσθαι, καὶ μηδένα ἡμῖν εἶναι μισθόν; μὴ γὰρ ἔχει τινὰ τὸν ἀντιλέγοντα καὶ διορθούμενον αὐτοῦ τὰ προστάγματα; Ἀλλ' ὅμως διὰ τὴν πολλὴν αὐτοῦ φιλανθρωπίαν καὶ μισθὸν ἡμῖν ὑπέσχετο μέγαν καὶ ἄφατον, καὶ οὗ μάλιστα ἐπιθυμοῦμεν τυχεῖν, τὴν τῶν ἁμαρτιῶν ἡμῶν συγχώρησιν, καὶ ταύτην τὴν ὑπακοὴν ἡμῖν εὐκολωτέραν ποιῶν. Τίνα οὖν ἕξομεν συγγνώμην, ὅταν καὶ μισθὸν τοσοῦτον μέλλοντες λαμβάνειν, μηδὲ οὕτως ὑπακούωμεν τῷ νομοθέτῃ, ἀλλὰ μένωμεν καταφρονοῦντες; Ὅτι γὰρ καταφρόνησις τοῦτό ἐστι, δῆλον ἐκεῖθεν· Εἰ νόμον ἔθηκεν ὁ βασιλεὺς, τοὺς ἐχθροὺς ἅπαντας ἀλλήλοις καταλλάττεσθαι, ἢ τὰς κεφαλὰς ἀποτέμνεσθαι, ἆρα οὐκ ἂν πάντες ἐσπεύσαμεν ἐπὶ τὰς τῶν πλησίον καταλλαγάς; Ἔγωγε οἶμαι. Τίνα οὖν ἕξομεν συγγνώμην, μηδὲ τοσαύτην ἀπονέμοντες τῷ Δεσπότῃ τιμὴν, ὅσην τοῖς ὁμοδούλοις τοῖς ἡμετέροις; Διὰ τοῦτο ἐκελεύσθημεν λέγειν, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Τί τούτου πραότερον; τί δὲ ἡμερώτερον τοῦ προστάγματος; Σὲ κριτὴν ἐποίησε τῆς συγχωρήσεως τῶν σῶν ἁμαρτημάτων· ἂν ὀλίγα ἀφῇς, ὀλίγα ἀφίεται· ἂν πολλὰ ἀφῇς, πολλὰ ἀφίεται· ἂν ἀπὸ καρδίας ἀφῇς καὶ καθαρῶς, οὕτω σοι καὶ ὁ Θεὸς ἀφίησιν· ἂν μετὰ τοῦ συγχωρῆσαι καὶ φίλον αὐτὸν ἔχῃς, οὕτω καὶ ὁ Θεὸς πρὸς σὲ διακείσεται. Ὥστε ὅσῳ μείζονα ἥμαρτε, τοσούτῳ μᾶλλον ἡμᾶς σπεύδειν ἐπὶ τὰς καταλλαγὰς χρὴ, ἐπειδὴ καὶ μειζόνων ἁμαρτημάτων συγχωρήσεως ἡμῖν αἴτιος γίνεται. Βούλει μαθεῖν, ὡς οὐδεμία συγγνώμη μνησικακοῦσιν ἡμῖν, οὐδέ ἐστί τις ἡμᾶς ὁ ἐξαιρούμενος; Ἐπὶ παραδείγματος, ὃ λέγω, ποιήσω φανερόν· Τί σε ἠδίκησεν ὁ πλησίον; τὰ χρήματα ἥρπασεν, ἐδήμευσεν, ἐπλεονέκτησεν; οὐ λέγω τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερα προστίθημι πλείονα τούτων, καὶ ὅσαπερ ἂν ἐθέλῃς· ἀνελεῖν σε ἐπεθύμησε, μυρίους σοι παρέστησε κινδύνους, πᾶσάν σοι ἐπεδείξατο μιαρίαν, καὶ οὐδὲν ἀπέλιπεν ὅλως τῆς ἀνθρωπίνης πονηρίας· ἵνα γὰρ μὴ πάντα καθ' ἕκαστον ἐπεξίωμεν, θὲς τοσαύτην αὐτὸν ἠδικηκέναι σε ἀδικίαν, ὅσην οὐδεὶς οὐδέποτέ τινα ἠδίκησεν· οὐδὲ γὰρ οὕτω μνησικακῶν ἄξιος ἔσῃ συγγνώμης. Καὶ πῶς ἐγὼ λέγω. Εἴ τις οἰκέτης σὸς ὤφειλέ σοι χρυσίνους ἑκατὸν, εἶτα ἐκείνῳ ἕτερός τις ὤφειλε ἀργύρια ὀλίγα, καὶ προσελθὼν ὁ τοῦ δούλου χρεώστης παρεκάλεσέ σε καὶ ἱκέτευσεν ἀξιῶν συγγνώμης τυχεῖν, καὶ σὺ τὸν οἰκέτην καλέσας τὸν σαυτοῦ προσέταξας εἰπὼν ἀφεῖναι τὸ ὀφείλημα τούτῳ, καὶ Ἀπὸ τοῦ λόγου οὗ ὀφείλεις μοι, λογίζομαί σοι τὸ ὀφείλημα· εἶτα ἐκεῖνος ἀναισχυντῶν καὶ πονηρευόμενος πάλιν ἦγχε τὸν ὀφείλοντα· ἆρα ἂν ἐξείλετό τις αὐτὸν τῶν σῶν χειρῶν; ἆρα οὐκ ἂν αὐτῷ μυρίας ἐπέθηκας πληγὰς, ὡς ὑβρισθεὶς τὴν ἐσχάτην ὕβριν; καὶ μάλα εἰκότως. Τοῦτο καὶ ὁ Θεὸς ποιήσει· ἐρεῖ γάρ σοι κατ' ἐκείνην τὴν ἡμέραν, Ὦ πονηρὲ δοῦλε καὶ παμμίαρε, μὴ γὰρ ἐκ τῶν σῶν αὐτῷ συνεχώρησας; ἐξ ὧν ἐμοὶ ὤφειλες, ἐκελεύσθης αὐτῷ λογίσασθαι· Ἄφες γὰρ, φησὶ, καὶ ἀφίημί σοι. Εἰ καὶ τὰ μάλιστα, καὶ εἰ μὴ τοῦτο προσέθηκα, καὶ οὕτως ἀφιέναι ἐχρῆν δεσπότῃ πειθόμενον· νυνὶ δὲ οὐχ ὡς δεσπότης ἐπέταξα, ἀλλ' ὡς φίλῳ χάριν ᾔτησα, καὶ ταύτην ἐκ τῶν ἐμῶν, καὶ μείζονα δώσειν ὑπεσχόμην πάλιν· καὶ οὐδὲ οὕτω βελτίων ἐγένου. Καὶ ἄνθρωποι μὲν ὅταν τοῦτο ποιῶσι, τοσοῦτον λογίζονται τοῖς αὐτῶν οἰκέταις, ὅσον ἐστὶ τὸ μέτρον τοῦ ὀφειλήματος· οἷον ὀφείλει τῷ δεσπότῃ χρυσίνους ἑκατὸν ὁ οἰκέτης, ὁ τοῦ οἰκέτου χρεώστης χρυσίνους δέκα· ἂν αὐτῷ συγχωρήσῃ τὸ ὀφείλημα, οὐχὶ τοὺς ἑκατὸν αὐτῷ ἀφίησιν ὁ δεσπότης, ἀλλὰ τοὺς δέκα μόνους, τοὺς δὲ ἑτέρους ἅπαντας ἀπαιτεῖ· ὁ δὲ Θεὸς οὐχ οὕτως. ἀλλ' ἂν ἀφῇς ὀλίγα τῷ συνδούλῳ, πάντα σοι ἀφίησιν αὐτός. Πόθεν τοῦτο δῆλον· Ἀπ' αὐτῆς τῆς εὐχῆς· Ἐὰν γὰρ ἀφῆτε, φησὶ, τοῖς ἀνθρώποις τὰ ὀφειλήματα αὐτῶν, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν τὰ ὀφειλήματα ὑμῶν. Ὅσον δὲ ἑκατὸν δηναρίων καὶ μυρίων ταλάντων τὸ μέσον, τοσοῦτον ἐκείνων καὶ τούτων τῶν ὀφειλημάτων. Ποίας οὖν οὐκ ἂν εἴης κολάσεως ἄξιος ὁ τὰ μύρια τάλαντα ἀντὶ ἑκατὸν δηναρίων λαμβάνειν μέλλων, καὶ οὐδὲ οὕτω τὰ μικρὰ ταῦτα ἀφεὶς, ἀλλὰ καθ' ἑαυτοῦ τὴν εὐχὴν ταύτην ποιούμενος; Ὅταν γὰρ εἴπῃς, Ἄφες ἡμῖν, ὡς καὶ ἡμεῖς ἀφίεμεν, εἶτα σὺ μὴ ἀφῇς, οὐδὲν ἕτερον τὸν Θεὸν παρακαλεῖς, ἀλλ' ἢ πάσης ἀπολογίας ἀποστερεῖν σε καὶ συγγνώμης. Ἀλλ' οὐ τολμῶ, φησὶν, εἰπεῖν, Ἄφες μοι, καθὼς ἀφίημι, ἀλλ', Ἄφες μοι, μόνον. Καὶ τί τοῦτο; κἂν γὰρ αὐτὸς μὴ εἴπῃς, ὁ Θεὸς οὕτω ποιεῖ· καθὼς ἀφίης, οὕτως ἀφίησι. Καὶ τοῦτο ἐκ τῆς ἐπαγωγῆς εὔδηλον ἐποίησεν. Ἐὰν γὰρ μὴ ἀφῆτε, φησὶ, τοῖς ἀνθρώποις, οὐδὲ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφίησιν ὑμῖν. Μὴ τοίνυν εὐλάβειαν εἶναι νομίσῃς τὸ μὴ λέγειν ὁλόκληρον τὴν ῥῆσιν, μηδὲ ἐξ ἡμισείας ποιοῦ τὴν εὐχὴν, ἀλλ' ὡς ἔταξεν, οὕτως εὔχου, ἵνα κἂν ἡ ἀνάγκη τῆς λέξεως φοβοῦσα καθ' ἡμέραν συνωθήσῃ σε πρὸς τὴν τῶν πλησίον συγχώρησιν. Μή μοι λέγε· Παρεκάλεσα πολλὰ, ἱκέτευσα, ἐδεήθην, καὶ οὐ κατηλλάγη· πρότερον μὴ ἀποστῇς, ἕως ἂν καταλλάξῃς. Οὐ γὰρ εἶπεν, Ἄφες τὸ δῶρόν σου, καὶ ὕπαγε, ἱκέτευσον τὸν ἀδελφόν σου, ἀλλ', Ὕπαγε, διαλλάγηθι· ὥστε κἂν πολλὰ ἱκετεύσῃς, μὴ πρότερον ἀποστῇς, ἕως ἂν πείσῃς. Ὁ Θεὸς καθ' ἑκάστην ἡμέραν ἡμᾶς παρακαλεῖ, καὶ οὐκ ἀκούομεν, καὶ ὅμως οὐ παύεται παρακαλῶν· σὺ δὲ τὸν σύνδουλόν σου ἀπαξιοῖς παρακαλέσαι; Καὶ πότε δυνήσῃ σωθῆναι; Ἀλλὰ πολλάκις παρεκάλεσας, καὶ πολλάκις ἀπεκρούσθης· ἀλλὰ πλείονα διὰ τοῦτο λήψῃ μισθόν. Ὅσῳ γὰρ ἂν ἐκεῖνος φιλονεικῇ, καὶ σὺ μένῃς παρακαλῶν, τοσούτῳ σοι τὰ τῆς ἀμοιβῆς αὔξεται· ὅσῳ μετὰ πλείονος δυσκολίας τὸ κατόρθωμα γίνεται, καὶ πολλοῦ τοῦ πόνου ἡ καταλλαγὴ, τοσούτῳ κἀκείνῳ μεῖζον ἔσται τὸ κρῖμα, καὶ σοὶ λαμπρότεροι τῆς καρτερίας οἱ στέφανοι. Ταῦτα μὴ μόνον ἐπαινῶμεν, ἀλλὰ καὶ διὰ τῶν ἔργων ἐπιδειξώμεθα, καὶ μὴ πρότερον ἀναχωρήσωμεν, ἕως ἂν εἰς τὴν προτέραν ἐπανέλθωμεν φιλίαν. Οὐ γὰρ ἀρκεῖ τὸ μὴ λυπεῖν μηδὲ ἀδικεῖν τὸν ἐχθρὸν, μηδὲ ἀηδῶς ἔχειν πρὸς αὐτὸν κατὰ διάνοιαν, ἀλλὰ χρὴ κἀκεῖνον παρασκευάζειν ἡδέως πρὸς ἡμᾶς ἔχειν.