Ancient Greek · ~15 min
Ὅτι οὐκ ἀρκεῖ ἡ νηστεία τῆς Τεσσαρακοστῆς πρὸς τὸ δύνασθαι κοινωνεῖν, ἀλλὰ καὶ δεῖ τῆς κατὰ ψυχὴν ἀρετῆς πρώτης· καὶ πῶς δυνατὸν μὴ μνησικακεῖν, καὶ ὅτι πολὺς τῷ Θεῷ τοῦ νόμου τούτου λόγος, καὶ ὅτι πρὸ τῆς γεέννης τὸ μνησικακεῖν κολάζει τοὺς ἁλόντας· καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς, καὶ περὶ τῶν μὴ κατωρθωκότων τὸ μὴ ὀμνύειν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 7.1-4
Not analysed yet
Καὶ γὰρ ἀκούω πολλῶν λεγόντων· Ἐγὼ οὐκ ἐχθραίνω, οὐδὲ λυποῦμαι, οὐδὲ ἔχω τι κοινὸν πρὸς αὐτόν. Ἀλλ' οὐ τοῦτο ἐκέλευσεν ὁ Θεὸς, ἵνα μηδὲν κοινὸν ἔχῃς πρὸς αὐτὸν, ἀλλ' ἵνα πρὸς αὐτὸν κοινὰ ἔχῃς πολλά. Διὰ τοῦτο γάρ σού ἐστιν ἀδελφὸς, διὰ τοῦτο οὐκ εἶπεν· Ἄφες τῷ ἀδελφῷ σου, ἃ ἔχεις κατ' αὐτοῦ· ἀλλὰ τί; Ὕπαγε, πρῶτον διαλλάγηθι αὐτῷ, κἂν ἐκεῖνος ἔχῃ τι κατὰ σοῦ, καὶ μὴ πρότερον ἀποστῇς, ἕως ἂν ἑνώσῃς τὸ μέλος εἰς ὁμόνοιαν. Σὺ δὲ, ἵνα οἰκέτην κτήσῃ χρήσιμον, καὶ χρυσίον καταβάλλεις, καὶ ἐμπόροις διαλέγῃ πολλοῖς, καὶ ἀποδημίαν πολλάκις ἀποδημεῖς μακράν· ἵνα δὲ τὸν ἐχθρὸν ποιήσῃς φίλον, οὐ πάντα κινεῖς καὶ πράττεις, εἰπέ μοι; Καὶ πῶς δυνήσῃ τὸν Θεὸν παρακαλέσαι, τῶν νόμων αὐτοῦ οὕτω καταμελῶν; Καίτοι οἰκέτου μὲν ἡ κτῆσις οὐδὲν μέγα ἡμᾶς ὀνῆσαι δυνήσεται, ὁ δὲ ἐχθρὸς γινόμενος φίλος, καὶ τὸν Θεὸν ἡμῖν ἵλεω ποιήσει καὶ εὐμενῆ, καὶ τὰ ἁμαρτήματα ἡμῖν διαλύσει ῥᾳδίως, καὶ παρὰ ἀνθρώποις ἔπαινον καὶ πολλὴν ἡμῖν κατὰ τὸν βίον προξενήσει τὴν ἀσφάλειαν· οὐδὲν γὰρ ἐπισφαλέστερον τοῦ καὶ ἕνα μόνον ἐχθρὸν κεκτημένου. Καὶ γὰρ ἡ δόξα τῆς ζωῆς ἡμῶν καταβλάπτεται, μυρία κακῶς ἐκείνου λέγοντος πρὸς πάντας ἡμᾶς, καὶ ἡ διάνοια ἡμῶν θολοῦται, καὶ τὸ συνειδὸς θορυβεῖται, καὶ χειμῶνα διηνεκῆ λογισμῶν ὑφιστάμεθα. Ἅπερ ἅπαντα συνειδότες ἀπαλλάξωμεν ἑαυτοὺς κολάσεως καὶ τιμωρίας, καὶ τὴν παροῦσαν ἑορτὴν μετὰ τῶν εἰρημένων αἰδεσθῶμεν πάντων, καὶ ὧν παρὰ τοῦ βασιλέως δι' ἐκείνην ἀξιοῦμεν τυχεῖν, τούτων καὶ ἡμεῖς ἀπολαῦσαι δῶμεν ἑτέροις. Καὶ γὰρ πολλῶν ἀκούω λεγόντων, ὅτι πάντως ὁ βασιλεὺς τὸ Πάσχα τὸ ἱερὸν αἰδεσθεὶς τῇ πόλει καταλλαγήσεται καὶ τὰ ἁμαρτήματα ἀφήσει πάντα. Πῶς οὖν οὐκ ἄτοπον, ἡνίκα μὲν παρ' ἑτέρων σώζεσθαι δέῃ, τὴν ἑορτὴν καὶ τὴν ταύτης ἀξίαν προβάλλεσθαι· ἡνίκα δὲ ἂν ἑτέροις καταλλάττεσθαι κελευώμεθα, ἀτιμάζειν ταύτην καὶ μηδὲν εἶναι νομίζειν; Οὐδεὶς γὰρ οὕτως, οὐδεὶς τὴν ἱερὰν ταύτην καταισχύνει πανήγυριν, ὡς ὁ μετὰ τοῦ μνησικακεῖν αὑτὴν ἐπιτελῶν· μᾶλλον δὲ οὐδὲ ἐπιτελεῖν αὐτὴν δύναται ὁ τοιοῦτος, κἂν δέκα ἡμέρας ἐφεξῆς ἄσιτος μένῃ· ὅπου γὰρ ἔχθρα καὶ ἀπέχθεια, οὐδὲ νηστεία οὐδὲ ἑορτὴ γένοιτ' ἄν. Μὴ τολμᾷς ἀνίπτοις χερσὶ τῆς ἱερᾶς ἅψασθαι θυσίας, κἂν πολλὴ ἀνάγκη ἐπικέηται; Μὴ τοίνυν ἀνίπτῳ προσέρχου ψυχῇ· πολλῷ γὰρ ἐκείνου τοῦτο χαλεπώτερον, καὶ μείζονα φέρει τὴν κόλασιν. Οὐδὲν γὰρ οὕτως ἀκαθαρσίας πληροῖ τὴν διάνοιαν, ὡς ὀργὴ διηνεκῶς ἔνδον μένουσα. Ἔνθα γάρ ἐστι θυμὸς ἢ ὀργὴ, πνεῦμα πραότητος οὐκ ἐφίπταται· Πνεύματος δὲ ἁγίου ἄνθρωπος ἔρημος ὢν ποίαν ἕξει σωτηρίας ἐλπίδα; πότε δὲ ὀρθὰ βαδιεῖται; Μὴ τοίνυν, ἀγαπητὲ, τὸν ἐχθρὸν ἀμύνασθαι βουλόμενος, σαυτὸν κατακρήμνιζε, μηδὲ ἔρημον ποίει τῆς τοῦ Θεοῦ προστασίας. Μάλιστα μὲν γὰρ, εἰ καὶ δύσκολον ἦν τὸ πρᾶγμα, ἱκανὸν τῆς τιμωρίας τὸ μέγεθος, ὅπερ ἐκ τοῦ μὴ πείθεσθαι γίνεται, καὶ τὸν σφόδρα ὕπτιον καὶ νωθέστατον ἔστιν ἀναστῆσαι, καὶ πάντα πεῖσαι πόνον ὑπενεγκεῖν· νυνὶ δὲ καὶ πολλὴν ἔδειξεν ὁ λόγος τὴν εὐκολίαν οὖσαν, ἂν ἐθέλωμεν. Μὴ τοίνυν καταμελήσωμεν τῆς ἑαυτῶν ζωῆς, ἀλλὰ σπουδάσωμεν καὶ πάντα ποιῶμεν, ὥστε χωρὶς ἐχθρῶν παραστῆναι τῇ ἱερᾷ τραπέζῃ. Οὐδὲν γὰρ, οὐδὲν τῶν τοῦ Θεοῦ προσταγμάτων ἔσται δύσκολον, ἐὰν προσέχωμεν· καὶ τοῦτο ἐκ τῶν ἤδη κατωρθωκότων δῆλον. Πόσοι ὑπὸ τῆς τῶν ὅρκων ἐκλέπτοντο συνηθείας, καὶ τὸ πρᾶγμα δυσκατόρθωτον εἶναι ἐνόμιζον. ἀλλ' ὅμως διὰ τὴν τοῦ Θεοῦ χάριν, ἐπειδὴ μικρὰν ἐπεδείξασθε σπουδὴν, τὸ πλέον ἀπενίψασθε. Διὰ τοῦτο δὴ παρακαλῶ καὶ τὸ λεῖπον ἀποθέσθαι, καὶ ἑτέροις γενέσθαι διδασκάλους. Τοὺς δὲ μήπω κατορθώσαντας, ἀλλὰ τὸν μακρὸν χρόνον ἡμῖν προβαλλομένους, καθ' ὃν ὤμνυον ἔμπροσθεν, καὶ λέγοντας, ὡς ἀδύνατον ἐν βραχεῖ καιρῷ τὸ πολλοῖς ἔτεσι ῥιζωθὲν ἀνασπάσαι, ἐκεῖνο ἂν εἴποιμι, εἴ τι ἔνθα ἂν δέοι κατορθῶσαι τῶν ὑπὸ Θεοῦ κελευομένων, οὐ χρόνου χρεία, οὐδὲ πλήθους ἡμερῶν, οὐδὲ διαστήματος ἐνιαυτῶν, ἀλλὰ φόβου μόνον καὶ ψυχῆς εὐλάβειαν ἐχούσης, καὶ πάντως περιεσόμεθα, καὶ ἐν βραχεῖ καιρῷ.