Ancient Greek · ~24 min
ΟΜΙΛΙΑ ΔΕΥΤΕΡΑ, Λεχθεῖσα ἐν Ἀντιοχείᾳ ἐν τῇ παλαιᾷ λεγομένῃ ἐκκλησίᾳ, ὄντος αὐτοῦ πρεσβυτέρου, περὶ τῆς συμβάσης συμφορᾶς ἐν τῇ πόλει, ἐπὶ τῇ ἀταξίᾳ τῆς καταστροφῆς τῶν ἀνδριάντων τοῦ Θεοδοσίου τοῦ εὐσεβοῦς βασιλέως τοῦ μεγάλου· καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Τοῖς πλουσίοις παράγγελλε ἐν τῷ νῦν αἰῶνι μὴ ὑψηλοφρονεῖν· καὶ κατὰ πλεονεξίας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 5.1-2
Not analysed yet
Ἀλλ' ἄξιον ἐκεῖνο ἐξετάσαι, τίνος ἕνεκεν οὐκ εἶπε, Τοῖς δὲ πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ πλουτεῖν, παράγγελλε πένεσθαι, παράγγελλε τὰ ὄντα κενοῦν, ἀλλὰ Παράγγελλε μὴ ὑψηλοφρονεῖν. Οἶδεν ὅτι τοῦ πλούτου ῥίζα καὶ ὑπόθεσίς ἐστιν ἡ ἀπόνοια, κἂν εἰδῇ τις μετριάζειν, οὐ πολλὴν περὶ τὸ πρᾶγμα ποιήσεται σπουδήν. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, τοὺς πολλοὺς οἰκέτας περιάγεις, τοὺς παρασίτους, τοὺς κόλακας, τὴν ἄλλην ἅπασαν φαντασίαν; Οὐ χρείας ἕνεκεν, ἀλλ' ἀπονοίας μόνης, ἵνα ἀπὸ τούτων σεμνότερος τῶν ἄλλων ἀνθρώπων εἶναι δοκῇς. Ἄλλως δὲ οἶδεν οὐ κεκωλυμένον τὸν πλοῦτον, ἐάν τις αὐτῷ εἰς δέον κεχρημένος ᾖ. Ὥσπερ γὰρ εἶπον, οὐ κακὸν ὁ οἶνος, ἀλλὰ κακὸν ἡ μέθη· οὕτως οὐ κακὸν ὁ πλοῦτος, ἀλλὰ κακὸν ἡ πλεονεξία, κακὸν ἡ φιλαργυρία. Ἕτερον φιλάργυρος, καὶ ἕτερον πλούσιος· ὁ φιλάργυρος οὐκ ἔστι πλούσιος, ὁ φιλάργυρος πολλῶν δεῖται· ὁ δὲ πολλῶν δεόμενος οὐκ ἂν εὐπορήσειέ ποτε. Ὁ φιλάργυρος φύλαξ, οὐ δεσπότης ἐστὶ τῶν χρημάτων, δοῦλος, οὐ κύριος εὐκολώτερον γὰρ τῶν αὐτοῦ σαρκῶν μεταδοίη τινὶ ἢ τοῦ κατωρυγμένου χρυσίου. Καὶ καθάπερ τινὸς ἐπιτάττοντος καὶ κελεύοντος μηδενὸς ἅψασθαι τῶν ἀποκειμένων· οὕτω μετὰ πάσης ἀκριβείας αὐτὰ τηρεῖ καὶ κατέχει καθάπερ ἀλλοτρίων ἀπεχόμενος τῶν οἰκείων. Καὶ γάρ ἐστιν ὄντως ἀλλότρια· ἃ γὰρ εἰς ἑτέρους ἐκβάλλειν οὐκ ἂν ἕλοιτο, οὐδὲ τοῖς δεομένοις διανεῖμαι, κἂν μυρίας ὑποσταίη τιμωρίας, πῶς ἂν δύναιτο ταῦτα ἴδια νομίζειν εἶναι; Πῶς δὲ ἔχει τὴν κτῆσιν, ὧν τὴν χρῆσιν οὐκ ἔχει μετὰ ἀδείας, οὐδὲ τὴν ἀπόλαυσιν; Πρὸς δὲ τούτοις οὐ πᾶσι πάντα ἐπιτάττειν ὁ Παῦλος εἴωθεν, ἀλλὰ καὶ τῇ τῶν ἀκουόντων ἀσθενείᾳ συγκαταβαίνει, καθάπερ οὖν καὶ ὁ Χριστὸς ἐποίησε. Καὶ γὰρ ἐκείνῳ τῷ πλουσίῳ προσελθόντι, καὶ περὶ τῆς ζωῆς αὐτῷ διαλεγομένῳ οὐκ εἶπεν. Ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, ἀλλ' ἀφεὶς τοῦτο, περὶ ἑτέρων αὐτῷ ἐντολῶν διελέγετο· εἶτα ἐπειδὴ ἐκεῖνος αὐτὸν προεκαλέσατο, καί φησιν· Τί ἔτι μοι λείπει; οὐδὲ τότε ἁπλῶς εἶπεν, Πώλησόν σου τὰ ὑπάρχοντα, ἀλλ', Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα· ἐπὶ τῇ σῇ τίθημι γνώμῃ, σὲ κύριον ποιῶ τῆς προαιρέσεως, οὐκ εἰς ἀνάγκην ἄγω. Διὰ τοῦτο καὶ Παῦλος οὐδὲν περὶ πενίας τοῖς πλουτοῦσι διελέγετο, ἀλλὰ περὶ ταπεινοφροσύνης, διά τε τὴν ἀσθένειαν τῶν ἀκουόντων, καὶ τὸ σφόδρα εἰδέναι, ὅτι τὸ μετριάζειν καὶ ἀπονοίας ἀπηλλάχθαι ποιήσει ταχέως αὐτοὺς καὶ τῆς περὶ τοῦ πλουτεῖν ἀπαλλαγῆναι σπουδῆς. Εἶτα παραινέσας μὴ ὑψηλοφρονεῖν, ἐδίδαξε καὶ τὸν τρόπον, καθ' ὃν δυνήσονται μὴ ὑψηλοφρονεῖν. Τίς δὲ οὗτός ἐστιν; Εἰ τοῦ πλούτου τὴν φύσιν καταμάθοιεν, ὡς ἄδηλός τίς ἐστι καὶ ἄπιστος, διὰ τοῦτο ἐπήγαγε· Μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι. Πλούσιός ἐστιν οὐχ ὁ πολλὰ κεκτημένος, ἀλλ' ὁ πολλὰ διδούς· πλούσιος ἦν ὁ Ἀβραὰμ, ἀλλ' οὐ φιλάργυρος· οὐ γὰρ περιεσκόπει τὴν τοῦ δεῖνος οἰκίαν, οὐδὲ περιειργάζετο τὴν τοῦ δεῖνος οὐσίαν· ἀλλ' ἐξιὼν περιεσκόπει μή που ξένος, μή που πένης, ὥστε διορθῶσαι τὴν πενίαν, ὥστε ὑποδέξασθαι τὸν ὁδίτην. Οὐ χρυσῷ τὸν ὄροφον ἤλειφεν, ἀλλὰ παρὰ τὴν δρῦν ἐκείνην τὴν καλύβην πηξάμενος, τῇ τῶν φύλλων ἠρκεῖτο σκιᾷ· καὶ οὕτω λαμπρὸν ἦν αὐτῷ τὸ καταγώγιον, ὡς μηδὲ ἀγγέλους ἐπαισχυνθῆναι τὴν παρ' ἐκείνῳ μονήν· οὐ γὰρ λαμπρότητα οἰκίας ἐπεζήτουν, ἀλλὰ ψυχῆς ἀρετήν. Τοῦτον δὴ καὶ ἡμεῖς μιμησώμεθα, ἀγαπητοὶ, καὶ τὰ ὄντα εἰς τοὺς δεομένους ἀναλίσκωμεν. Ἐσχεδιασμένον ἦν ἐκεῖνο τὸ καταγώγιον, ἀλλὰ τῶν βασιλικῶν αὐλῶν λαμπρότερον ἦν. Βασιλεὺς οὐδεὶς οὐδέποτε ἀγγέλους ὑπεδέξατο, ὁ δὲ ὑπὸ τὴν δρῦν καθήμενος ἐκείνην καὶ καλύβην πηξάμενος ἠξιώθη τῆς τιμῆς ταύτης, οὐ διὰ τὴν εὐτέλειαν τῆς οἰκίας τιμηθεὶς, ἀλλὰ διὰ τὴν πολυτέλειαν τῆς ψυχῆς καὶ τὸν ἐναποκείμενον πλοῦτον αὐτῇ ταύτης ἀπολαύσας τῆς δωρεᾶς. Καὶ ἡμεῖς τοίνυν μὴ τὰς οἰκίας καλλωπίζωμεν, ἀλλὰ πρὸ τῆς οἰκίας τὴν ψυχὴν τὴν ἡμετέραν. Πῶς γὰρ οὐκ αἰσχρὸν μαρμάροις μὲν περιβάλλειν τοὺς τοίχους εἰκῆ καὶ μάτην, τὸν δὲ Χριστὸν γυμνὸν περιερχόμενον περιορᾷν; Τί σοι τῆς οἰκίας ὄφελος, ἄνθρωπε; μὴ γὰρ λαβὼν αὐτὴν ἀπελεύσῃ; Οὐ ταύτην λαβὼν ἀπελεύσῃ, τὴν δὲ ψυχὴν ἀπελεύσῃ πάντως λαβών. Ἰδοὺ τοιοῦτος κίνδυνος κατέλαβε νῦν· παραστήτωσαν ἡμῖν αἱ οἰκίαι, λυσάτωσαν ἡμῖν τὸν ἐπηρτημένον κίνδυνον· ἀλλ' οὐ δυνήσονται. Καὶ μάρτυρες ὑμεῖς οἱ καταλιμπάνοντες αὐτὰς ἐρήμους, καὶ πρὸς τὴν ἐρημίαν ἀποτηδῶντες, καθάπερ παγίδας καὶ δίκτυα δεδοικότες. Βοηθείτω τὰ χρήματα νῦν· ἀλλ' οὐκ ἔχει καιρόν. Εἰ δὲ ἔνθα ἀνθρώπου ὀργὴ, χρημάτων ἐλέγχεται δύναμις, πολλῷ μᾶλλον ἐπὶ τοῦ θείου καὶ ἀδεκάστου δικαστηρίου τοῦτο γενήσεται. Εἰ ἄνθρωπός ἐστιν ὁ παροξυνόμενος καὶ ἀγανακτῶν, καὶ οὐδὲν ἡμᾶς τὸ χρυσίον ὠφελεῖ νῦν, πολλῷ μᾶλλον ὀργιζομένου τοῦ Θεοῦ τοῦ μὴ δεομένου χρημάτων, ἀσθενήσει πάντως τοῦ χρυσίου ἡ δύναμις. Οἰκίας οἰκοδομούμεθα, ἵνα οἰκῶμεν, οὐχ ἵνα φιλοτιμώμεθα Τὸ μεῖζον τῆς χρείας, περιττὸν τῆς χρείας ἐστὶ καὶ ἄχρηστον. Ὑπόδησαι ὑπόδημα τοῦ ποδὸς μεῖζον· ἀλλ' οὐκ ἀνέξῃ· ἐμποδίζει γάρ σοι πρὸς τὴν βάδισιν· οὕτω καὶ οἰκία μείζων τῆς χρείας ἐμποδίζει πρὸς τὴν εἰς οὐρανοὺς ἀποδημίαν. Βούλει λαμπρὰς καὶ μεγάλας οἰκοδομεῖν οἰκίας; οὐ κωλύω, ἀλλὰ μὴ ἐπὶ γῆς· οἰκοδόμησον σκηνὰς ἐν οὐρανοῖς, ἵνα καὶ ἑτέρους ὑποδέξασθαι δυνηθῇς, σκηνὰς οὐδέποτε καταλυομένας. Τί μέμηνας περὶ τὰ φεύγοντα, καὶ τὰ ἐνθάδε μένοντα; Οὐδὲν σφαλερώτερον πλούτου, σήμερον μετὰ σοῦ, καὶ αὔριον κατὰ σοῦ, τοὺς τῶν βασκάνων ὀφθαλμοὺς ὁπλίζει πάντοθεν· πολέμιός ἐστιν ὁμόσκηνος, ἐχθρὸς σύνοικος· καὶ μάρτυρες ὑμεῖς οἱ κεκτημένοι, οἱ παντὶ τρόπῳ κατορύττοντες αὐτὸν καὶ ἀποκρύπτοντες· ἐπεὶ καὶ νῦν τὸν κίνδυνον ἀφορητότερον ἡμῖν ὁ πλοῦτος ποιεῖ. Ὁρᾷς γοῦν τοὺς μὲν πένητας εὐζώνους καὶ ἀπολελυμένους, καὶ πρὸς ἅπαντα παρεσκευασμένους· τοὺς δὲ πλουσίους πολλὴν ἔχοντας δυσκολίαν, καὶ περιιόντας, καὶ ζητοῦντας ποῦ τὸ χρυσίον κατορύξωσι, ζητοῦντας τίνι κατάθοιντο. Τί ζητεῖς, ἄνθρωπε, τοὺς ὁμοδούλους; ἕστηκεν ὁ Χριστὸς ἕτοιμος ὑποδέξασθαι, καὶ τηρῆσαί σοι τὰς παρακαταθήκας, οὐχὶ τηρῆσαι δὲ μόνον, ἀλλὰ καὶ πλεονάσαι, καὶ μετὰ πολλῆς ἀποδοῦναι τῆς προσθήκης· ἐκ τῆς ἐκείνου χειρὸς οὐδεὶς ἁρπάζει. Οὐ τηρεῖ δὲ μόνον τὰς παρακαταθήκας, ἀλλὰ καὶ ὑπὲρ αὐτοῦ τούτου λύει σοι τοὺς κινδύνους. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων οἱ δεξάμενοι τὰς παρακαταθήκας χάριν ἡμῖν δεδωκέναι νομίζουσι, φυλάττοντες ἅπερ ἔλαβον· ἐπὶ δὲ τοῦ Χριστοῦ τοὐναντίον· οὐ γὰρ δεδωκέναι χάριν, ἀλλ' εἰληφέναι χάριν, ὅταν δέξηταί σου τὰς παρακαταθήκας, φησὶν, καὶ ὑπὲρ τῆς φυλακῆς αὐτῆς, ἣν περὶ τὰ χρήματα ἐπιδείκνυται τὰ σὰ, οὐκ ἀπαιτεῖ σε μισθὸν, ἀλλὰ δίδωσί σοι μισθόν.