Ancient Greek · ~20 min
ΟΜΙΛΙΑ ΔΕΥΤΕΡΑ, Λεχθεῖσα ἐν Ἀντιοχείᾳ ἐν τῇ παλαιᾷ λεγομένῃ ἐκκλησίᾳ, ὄντος αὐτοῦ πρεσβυτέρου, περὶ τῆς συμβάσης συμφορᾶς ἐν τῇ πόλει, ἐπὶ τῇ ἀταξίᾳ τῆς καταστροφῆς τῶν ἀνδριάντων τοῦ Θεοδοσίου τοῦ εὐσεβοῦς βασιλέως τοῦ μεγάλου· καὶ εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Τοῖς πλουσίοις παράγγελλε ἐν τῷ νῦν αἰῶνι μὴ ὑψηλοφρονεῖν· καὶ κατὰ πλεονεξίας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 6.1-2
Not analysed yet
Ἄρα τίνος ἂν εἴημεν ἀπολογίας ἄξιοι, τίνος δὲ συγγνώμης, ὅταν παρατρέχοντες τὸν καὶ φυλάξαι δυνάμενον, καὶ χάριν ὑπὲρ τῆς φυλακῆς εἰδότα, καὶ μισθοὺς ἀποῤῥήτους καὶ μεγάλους ἀποδιδόντα ἀντὶ τῆς φυλακῆς ταύτης τοῖς κατὰ τὴν φυλακὴν ταύτην ἀσθενοῦσιν ἀνθρώποις, καὶ χάριν ἡμῖν διδόναι νομίζουσι, καὶ μόνα αὐτὰ τὰ διδόμενα ἀποδιδοῦσιν ὕστερον, ἐκείνοις τὰ ἡμέτερα ἐγχειρίζωμεν; Ξένος εἶ καὶ παρεπίδημος τῶν ἐνταῦθα; πατρίδα ἔχεις ἐν οὐρανοῖς, πάντα ἐκεῖ μετάθες, ἵνα καὶ πρὸ τῆς ἀπολαύσεως ἐνταῦθα ἀπολαύσῃς τῆς ἀμοιβῆς. Ὁ γὰρ χρησταῖς συντρεφόμενος ἐλπίσι καὶ περὶ τῶν μελλόντων θαῤῥῶν, ἐντεῦθεν ἤδη τῆς βασιλείας ἐγεύσατο. Οὐδὲν γὰρ οὕτω ψυχὴν εἴωθεν ἀνακτᾶσθαι καὶ ἀμείνω ποιεῖν, ὡς ἡ χρηστὴ τῶν μελλόντων ἐλπὶς, ἐὰν ἐκεῖ μεταθῇς τὸν πλοῦτον, καὶ τῆς ψυχῆς ἐπιμελήσῃ τῆς σεαυτοῦ μετὰ σχολῆς τῆς προσηκούσης. Οἱ μὲν γὰρ ἅπασαν τὴν σπουδὴν εἰς τὸν καλλωπισμὸν κενοῦντες τῆς ἑαυτῶν οἰκίας, ἐν τοῖς ἔξω πλουτοῦντες, ἀμελοῦσι τῶν ἔνδον, ἔρημον καὶ αὐχμῶσαν καὶ ἀραχνίων γέμουσαν περιορῶντες τὴν ἑαυτῶν ψυχήν· ἂν δὲ τῶν ἔξωθεν ἀμελήσαντες, εἰς τὴν ἑαυτῶν διάνοιαν τὴν προθυμίαν καταναλώσωσιν ἅπασαν, πανταχόθεν αὐτὴν καλλωπίζοντες, καταγώγιον ἔσται τῷ Χριστῷ τῶν τοιούτων ἀνθρώπων ἡ ψυχή· τοῦ δὲ τὸν Χριστὸν ἔχοντος ἔνοικον, τί γένοιτ' ἂν μακαριώτερον πώποτε; Βούλει πλουτεῖν; ἔχε φίλον τὸν Θεὸν, καὶ πάντων εὐπορώτερος ἔσῃ. Βούλει πλουτεῖν; μὴ μέγα φρόνει· τοῦτο οὐ πρὸς τὰ μέλλοντα, ἀλλὰ καὶ πρὸς τὰ παρόντα ἐπιτήδειον· οὐδὲν γὰρ οὕτως ἐπίφθονον, ὡς ἄνθρωπος πλουτῶν· ὅταν δὲ καὶ ἀπόνοια προσῇ, διπλοῦς ὁ κρημνὸς γίνεται, χαλεπώτερος παρὰ πάντων ὁ πόλεμος. Ἂν δὲ μετριάζειν εἰδῇς, ὑποτέμνῃ τῇ ταπεινοφροσύνῃ τῆς βασκανίας τὴν τυραννίδα, καὶ μετὰ ἀσφαλείας ἔχεις ἅπερ ἂν ἔχῃς. Τοιαύτη γὰρ τῆς ἀρετῆς ἡ φύσις, οὐ πρὸς τὰ μέλλοντα ἡμᾶς ὠφελεῖ μόνον, ἀλλὰ καὶ ἐντεῦθεν ἤδη δίδωσι τὰς ἀμοιβάς. Μὴ τοίνυν μέγα φρονῶμεν ἐπὶ τῷ πλούτῳ, ἀλλὰ μηδὲ ἐφ' ἑτέρῳ μηδενί. Εἰ γὰρ ἐπὶ τοῖς πνευματικοῖς ὁ μέγα φρονῶν οἴχεται καὶ ἀπόλωλε, πολλῷ μᾶλλον ἐπὶ τοῖς σαρκικοῖς. Ἐννοήσωμεν ἡμῶν τὴν φύσιν, ἀναλογισώμεθα ἡμῶν τὰ ἁμαρτήματα, μάθωμεν τίνες ἐσμὲν, καὶ ἀρκεῖ τοῦτο εἰς πάσης ταπεινοφροσύνης ἡμῖν ὑπόθεσιν. Μή μοι λέγε, ὅτι Τόσων καὶ τόσων ἐτῶν προσόδους ἀποκειμένας ἔχω, χρυσίου τάλαντα μυρία, κέρδη καθ' ἑκάστην προσγινόμενα τὴν ἡμέραν. Ὅσα ἂν εἴπῃς, πάντα εἰκῆ καὶ μάτην ἐρεῖς· πολλάκις ἐν ὥρᾳ μιᾷ, καὶ βραχείᾳ καιροῦ ῥοπῇ, καθάπερ ἀνέμου προσπεσόντος ἄνωθεν κόνις εὐρίπιστος, οὕτω ταῦτα πάντα ἐκφυσᾶται τῆς οἰκίας. Καὶ τούτων πλήρης μὲν ὁ βίος ἡμῖν τῶν παραδειγμάτων, πλήρεις δὲ αἱ Γραφαὶ τῶν διδαγμάτων· ὁ σήμερον πλούσιος, αὔριον πένης. Διὸ καὶ πολλάκις ἐγέλασα διαθήκας ἀναγινώσκων λεγούσας· Ὁ δεῖνα μὲν ἐχέτω τὴν δεσποτείαν τῶν ἀγρῶν, ἢ τῆς οἰκίας, τὴν δὲ χρῆσιν ἄλλος· πάντες γὰρ τὴν χρῆσιν ἔχομεν, τὴν δεσποτείαν δὲ οὐδείς. Κἂν γὰρ παρὰ πᾶσαν ἡμῖν τὴν ζωὴν παραμένῃ μηδεμίαν μεταβολὴν ὁ πλοῦτος δεχόμενος, καὶ ἑκόντες καὶ ἄκοντες ἐν τῇ τελευτῇ παραχωρήσομεν ἑτέροις, τὴν χρῆσιν αὐτοῦ καρπωσάμενοι μόνον, τῆς δεσποτείας δὲ γυμνοὶ καὶ ἔρημοι πρὸς ἐκείνην ἀποδημοῦντες τὴν ζωήν. Ὅθεν δῆλον, ὅτι ἐκεῖνοι μόνοι τὴν δεσποτείαν ἔχουσιν, οἱ καὶ τῆς χρήσεως αὐτοῦ καταφρονήσαντες, καὶ τῆς ἀπολαύσεως καταγελάσαντες. Ὁ γὰρ τὰ ὄντα ῥίψας, καὶ τοῖς πένησιν αὐτὰ διδοὺς, ἐχρήσατό τε εἰς δέον τοῖς οὖσι, καὶ τὴν δεσποτείαν αὐτῶν ἔχων ἀπῆλθεν, οὐδὲ ἐν αὐτῷ τῷ θανάτῳ τῆς κτήσεως ἐκπίπτων ἐκείνης, ἀλλ' ἐν ἐκείνῳ πάντα ἀπολαμβάνων τῷ καιρῷ, καὶ πολλῷ πλείονα ἐκείνων, ὅταν αὐτῶν μάλιστα δέηται τῆς προστασίας ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ, καὶ ὅταν τῶν πεπραγμένων τὰς εὐθύνας ἀπαιτώμεθα πάντες. Ὥστε εἴ τις ἐθέλοι καὶ τὴν κτῆσιν αὐτῶν καὶ τὴν χρῆσιν ἔχειν καὶ τὴν δεσποτείαν, ἀπαλλαττέσθω τῶν ὄντων ἁπάντων· ὡς ὅ γε μὴ τοῦτο ποιῶν, τῇ τελευτῇ μὲν αὐτῶν ἀποστήσεται πάντως, πολλάκις δὲ καὶ πρὸ τῆς τελευτῆς μετὰ κινδύνων καὶ μυρίων αὐτὰ ἀποβαλεῖται κακῶν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ὅτι μεταβολὴ γίνεται ἀθρόως, ἀλλ' ὅτι καὶ ἀμελέτητος πρὸς τὴν τῆς πενίας ὑπομονὴν ὁ πλούσιος ἔρχεται· ἀλλ' οὐχ ὁ πένης τοιοῦτος· οὐ γὰρ χρυσίῳ καὶ ἀργυρίῳ τεθάῤῥηκεν ἀψύχοις ὕλαις, ἀλλὰ τῷ Θεῷ τῷ παρέχοντι πάντα πλουσίως· ὥστε ὁ πλούσιος ἐν ἀδήλῳ μᾶλλον ἕστηκεν ἢ ὁ πένης. πυκνὰς καὶ ἐπαλλήλους δεχόμενος τὰς μεταβολάς. Τί δέ ἐστι, Τῷ παρέχοντι ἡμῖν τὰ πάντα πλουσίως εἰς ἀπόλαυσιν; Πάντα μετὰ δαψιλείας δίδωσιν ὁ Θεὸς, τὰ πολλῷ τῶν χρημάτων ἀναγκαιότερα, οἷον τὸν ἀέρα, τὸ ὕδωρ, τὸ πῦρ, τὸν ἥλιον, ἅπαντα τὰ τοιαῦτα. Οὐκ ἔστιν εἰπεῖν ὅτι πλείονος ἀπολαύει τῆς ἀκτῖνος ὁ πλούσιος, ἐλάττονος δὲ ὁ πένης· οὐκ ἔστιν εἰπεῖν, ὅτι δαψιλέστερον ἀέρα ἀναπνέει τοῦ πένητος ὁ πλουτῶν· ἀλλὰ πάντα ἴσα καὶ κοινὰ πρόκειται. Τίνος οὖν ἕνεκεν τὰ μὲν μείζονα καὶ ἀναγκαιότερα καὶ τὴν ζωὴν ἡμῶν συνέχοντα κοινὰ πεποίηκεν ὁ Θεὸς, τὰ δὲ ἐλάττονα καὶ εὐτελέστερα οὐκ ἔστι κοινὰ, τὰ χρήματα λέγω; τίνος οὖν ἕνεκεν; Ἵνα συγκροτῆται ἡμῶν ἡ ζωὴ, καὶ ἀρετῆς ἔχωμεν σκάμματα. Εἰ μὲν γὰρ μὴ ἦν τὰ ἀναγκαῖα ταῦτα κοινὰ, ἴσως ἂν οἱ πλουτοῦντες, τῇ εἰωθυίᾳ κεχρημένοι πλεονεξίᾳ, τοὺς πενομένους ἀπέπνιξαν ἄν· εἰ γὰρ ἐπὶ τῶν χρημάτων τοῦτο ποιοῦσι, πολλῷ μᾶλλον ἐπ' ἐκείνων τοῦτο ἂν ἐποίησαν· πάλιν εἰ καὶ τὰ χρήματα ἦν κοινὰ, καὶ πᾶσιν ὁμοίως προύκειτο, ἐλεημοσύνης ἀνῄρητο πρόφασις, καὶ φιλοφροσύνης ἀφορμή.