Ancient Greek · ~10 min
Ἔπαινος τῶν μετὰ τὴν ἑστίασιν ἀπηντηκότων εἰς τὴν ἀκρόασιν· καὶ φυσιολογία κόσμου· καὶ κατὰ τῶν θεοποιούντων τὴν κτίσιν· καὶ περὶ τοῦ μὴ ὀμνύειν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 6
Not analysed yet
Ὑπὲρ δὴ τούτων ἁπάντων δοξάσωμεν αὐτὸν τὸν κηδεμόνα ἡμῶν, μὴ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων, καὶ πολιτείαν ἀρίστην ἐπιδειξώμεθα, τήν τ' ἄλλην καὶ τὴν περὶ τοὺς ὅρκους ἐγκράτειαν λέγω. Οὐ γὰρ δὴ πᾶν ἁμάρτημα τὴν αὐτὴν φέρει κόλασιν, ἀλλὰ τὰ εὐκατόρθωτα μείζονα ἡμῖν ἐπάγει τὴν τιμωρίαν· ὅπερ οὖν καὶ ὁ Σολομὼν αἰνιττόμενος ἔλεγεν· Οὐ θαυμαστὸν, ἐὰν ἁλῷ τις κλέπτων· κλέπτει γὰρ ἵνα τὴν ψυχὴν αὐτοῦ ἐμπλήσῃ πεινῶσαν· ὁ δὲ μοιχὸς δι' ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ἑαυτοῦ ψυχῇ περιποιεῖται. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Δεινὸν μὲν καὶ ὁ κλέπτης, ἀλλ' οὐχ οὕτω δεινὸν ὡς ὁ μοιχός· ἐκεῖνος μὲν γὰρ εἰ καὶ ψυχρὰν αἰτίαν, ἀλλ' ὅμως ἔχει προβαλέσθαι τὴν ἀπὸ τῆς πενίας ἀνάγκην· οὗτος δὲ, οὐδεμιᾶς ἀνάγκης αὐτὸν βιαζομένης, ὑπὸ ἀνοίας μόνης εἰς τὸ βάραθρον καταπίπτει τῆς ἁμαρτίας. Τοῦτο καὶ ἐπὶ τῶν ὀμνυόντων ἔστιν εἰπεῖν· οὐδὲ γὰρ οὗτοί τινα πρόφασιν ἔχουσι προβαλέσθαι, ἀλλὰ καταφρόνησιν μόνον. Καὶ οἶδα μὲν ὅτι ἐπαχθὴς εἶναι δοκῶ λοιπὸν καὶ φορτικὸς, τῇ συνεχείᾳ τῆς παραινέσεως δοκῶν ἐνοχλεῖν, ἀλλ' ὅμως οὐκ ἀφίσταμαι, ἵνα κἂν τὴν ἀναισχυντίαν αἰδεσθέντες τὴν ἐμὴν, ἀποστῆτε τῆς πονηρᾶς τῶν ὅρκων συνηθείας. Εἰ γὰρ ὁ δικαστὴς ἐκεῖνος ὁ ἀπηνὴς καὶ ὠμὸς, χήρας ἐνόχλησιν αἰδεσθεὶς τὸν τρόπον μετέβαλε, πολλῷ μᾶλλον ὑμεῖς τοῦτο ἐργάσασθε, καὶ μάλιστα ὅταν ὁ παρακαλῶν ὑμᾶς μὴ ὑπὲρ ἑαυτοῦ, ἀλλ' ὑπὲρ τῆς ὑμετέρας τοῦτο ποιῇ σωτηρίας· μᾶλλον δὲ καὶ ὑπὲρ ἐμαυτοῦ οὐκ ἂν ἀρνησαίμην τοῦτο ποιεῖν· τὰ γὰρ ὑμέτερα ἀγαθὰ ἐμαυτοῦ νομίζω εἶναι κατορθώματα. Ἐβουλόμην δὲ ὑμᾶς, ὥσπερ ἐγὼ νῦν πονῶ καὶ κόπτομαι περὶ τῆς ὑμετέρας σωτηρίας, οὕτω καὶ ὑμᾶς φροντίζειν τῆς ὑμετέρας ψυχῆς, καὶ πάντως ἂν τέλος ἔλαβε τουτὶ τὸ κατόρθωμα. Καὶ τί χρὴ τὰ πολλὰ λέγειν; εἰ γὰρ μηδὲ γέεννα ἦν μηδὲ κόλασις παρακούουσι, μηδὲ μισθὸς ὑπακούουσιν, ἐγὼ δὲ προσελθὼν ὁμῖν τοῦτο ἐν χάριτος ᾔτησα μέρει, ἆρα οὐκ ἂν ἐπενεύσατε; οὐκ ἂν ἐδώκατε τὴν αἴτησιν, κούφην οὕτως αἰτοῦντι χάριν; Ὅταν δὲ ὁ Θεὸς αὐτὴν αἰτῶν ᾖ δι' ὑμᾷς τοὺς διδόντας, οὐ δι' ἑαυτὸν τὸν λαμβάνοντα, τίς οὕτως ἀγνώμων, τίς οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς Θεῷ χάριν αἰτοῦντι μὴ δοῦναι, καὶ μάλιστα ὅταν αὐτὸς ἀπολαύειν μέλλῃ τῆς χάριτος ὁ διδούς; Ταῦτ' οὖν ἐννοήσαντες, καὶ πρὸς ἑαυτοὺς ἀναχωρήσαντες ἐντεῦθεν, λέγετε τὰ εἰρημένα ἅπαντα, καὶ τοὺς μὴ προσέχοντας παντὶ διορθοῦτε τρόπῳ, ἵνα καὶ τῶν οἰκείων καὶ τῶν ἀλλοτρίων κατορθωμάτων τὴν ἀμοιβὴν ἀπολάβωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.