Ancient Greek · ~13 min
Εὐχαριστία πρὸς τὸν Θεὸν περὶ τῆς ἀπαλλαγῆς τῶν ἐκ τῆς στάσεως προσδοκηθέντων κακῶν, καὶ ἀνάμνησις τῶν τότε συμβάντων· ἔτι δὲ καὶ κατὰ τῶν τὸ σῶμα ἡμῶν διαβαλλόντων, καὶ δι' ὅλου περὶ τῆς τοῦ ἀνθρώπου κατασκευῆς· καὶ πρὸς τῷ τέλει περὶ τοῦ κατορθῶσαι τὸ μὴ ὀμνύειν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 1.1-11
Not analysed yet
Ἐπειδὰν ἐννοήσω τὸν παρελθόντα χειμῶνα καὶ τὴν παροῦσαν γαλήνην, οὐ παύομαι λέγων· Εὐλογητὸς ὁ Θεὸς ὁ ποιῶν πάντα, καὶ μετασκευάζων αὐτά· ὁ ποιήσας φῶς ἐκ σκότους, ὁ κατάγων εἰς πύλας ᾅδου καὶ ἀνάγων, ὁ παιδεύων καὶ μὴ θανατῶν, καὶ τοῦτο καὶ ὑμᾶς λέγειν βούλομαι διηνεκῶς, καὶ μὴ διαλιμπάνειν· εἰ γὰρ αὐτὸς τοῖς ἔργοις ἡμᾶς εὐηργέτησε, τίνος ἂν εἴημεν ἄξιοι συγγνώμης ἡμεῖς, μηδὲ λόγοις αὐτὸν ἀμειβόμενοι; Διὸ παρακαλῶ μηδέποτε διαλιμπάνειν εὐχαριστοῦντας αὐτῷ· ἂν γὰρ περὶ τὰ πρῶτα γενώμεθα εὐγνώμονες, εὔδηλον ὅτι καὶ ἑτέρων μειζόνων ἀπολαύσομεν. Λέγωμεν τοίνυν διηνεκῶς· Εὐλογητὸς ὁ Θεὸς, ὁ καὶ ἡμῖν δοὺς μετὰ ἀδείας τὴν εἰωθυῖαν ὑμῖν παραθεῖναι τράπεζαν, καὶ ὑμῖν παρασχὼν μετὰ τοῦ θαῤῥεῖν τῶν ἡμετέρων ἀκροᾶσθαι λόγων· εὐλογητὸς ὁ Θεὸς, ὅτι οὐκέτι τὸν ἔξωθεν φεύγοντες κίνδυνον, ἀλλ' ἀκροάσεως ἐπιθυμοῦντες, ἐνταῦθα συντρέχομεν, οὐκέτι μετὰ ἀγωνίας καὶ τρόμου καὶ φροντίδος ἀλλήλοις συγγινόμεθα, ἀλλὰ μετὰ ἀδείας πολλῆς ἅπαν ἀποτιναξάμενοι τὸ δέος· ὡς τάς γε ἔμπροσθεν ἡμέρας τῶν κλυδωνιζομένων ἐν μέσῳ πελάγει, καὶ ναυάγιον καθ' ἑκάστην προσδοκώντων τὴν ὥραν, οὐδὲν ἄμεινον διεκείμεθα, μυρίαις δι' ὅλης ἡμέρας σοβούμενοι φήμαις, ταραττόμενοι καὶ δονούμενοι πάντοθεν, καὶ καθ' ἑκάστην ἡμέραν περιεργαζόμενοι καὶ πολυπραγμονοῦντες, τίς ἀφῖκται ἐκ τοῦ στρατοπέδου; τί δὲ ἐλθὼν ἀπήγγειλε, καὶ πότερον ἀληθὲς ἢ ψευδὲς τὸ λεγόμενον; καὶ νύκτας ἀΰπνους διατελοῦντες, καὶ τὴν πόλιν ὁρῶντες καὶ δακρύοντες ὡς αὐτίκα ἀπολουμένην. Διὰ τοῦτο καὶ ἡμεῖς τὰς ἔμπροσθεν ταύτας ἐσιγήσαμεν ἡμέρας, διὰ τὸ κεκενῶσθαι τὴν πόλιν ἡμῶν ἅπασαν, καὶ πρὸς τὰς ἐρημίας μετῳκίσθαι πάντας, καὶ διὰ τὸ τοὺς ὑπολειφθέντας ἐσκοτῶσθαι τῷ νέφει τῆς ἀθυμίας. Ψυχὴ γὰρ ἅπαξ ἀθυμίας πλησθεῖσα, πρὸς πᾶσαν ἀκρόασίν ἐστιν ἀνεπιτήδειος. Διὰ τοῦτο καὶ οἱ τοῦ Ἰὼβ φίλοι παραγενόμενοι. καὶ τὴν τραγῳδίαν τῆς οἰκίας ἐκείνης ἰδόντες, καὶ τὸν δίκαιον ἐπὶ τῆς κοπρίας καθήμενον καὶ ἡλκωμένον, διέῤῥηξάν τε τὰ ἱμάτια αὐτῶν, καὶ ἀνῴμωξαν, καὶ σιγῇ παρεκάθηντο, δηλοῦντες ὅτι οὐδὲν οὕτως ἐπιτήδειον παρὰ τὴν ἀρχὴν τοῖς ὀδυνωμένοις ὡς ἡσυχία καὶ σιγή· καὶ γὰρ ἦν μεῖζον παραμυθίας τὸ πάθος. Διὰ τοῦτο καὶ οἱ Ἰουδαῖοι τῷ πηλῷ καὶ τῇ πλινθείᾳ προσδεδεμένοι, Μωσέα παραγενόμενον ἰδόντες, οὐκ ἐδύναντο τοῖς λεγομένοις προσέχειν ἀπὸ τῆς ὀλιγοψυχίας καὶ τῆς θλίψεως αὐτῶν. Καὶ τί θαυμαστὸν εἰ μικρόψυχοί τινες ἄνθρωποι τοῦτο ἔπαθον, ὅπου καὶ τοὺς μαθητὰς εὑρίσκομεν τούτῳ περιπεσόντας τῷ πάθει; Μετὰ γὰρ τὸ μυστικὸν ἐκεῖνο δεῖπνον, ἐπειδὴ λαβὼν αὐτοὺς ὁ Χριστὸς κατ' ἰδίαν διελέγετο, παρὰ μὲν τὴν ἀρχὴν συνεχῶς αὐτὸν ἠρώτων οἱ μαθηταί· Ποῦ ὑπάγεις; ἐπειδὴ δὲ εἶπεν αὐτοῖς τὰ μικρὸν ὕστερον αὐτοὺς διαδεξόμενα κακὰ, τοὺς πολέμους, τὰς ἐπαναστάσεις, τὰς ἀπεχθείας τὰς παρὰ πάντων, τὰς μάστιγας, τὰ δεσμωτήρια, τὰ δικαστήρια, τὰς ἀπαγωγὰς, ὥσπερ τινὶ φορτίῳ βαρυτάτῳ τῷ φόβῳ τῶν εἰρημένων καὶ τῇ τῶν μελλόντων ἀθυμίᾳ πιεζομένη τότε αὐτῶν ἡ ψυχὴ, ἀχανὴς λοιπὸν ἔμεινε. Διὸ συγχυθέντας αὐτοὺς ἰδὼν ὁ Χριστὸς, αὐτὸ τοῦτο ὀνειδίζων ἔλεγε· Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· Ποῦ ὑπάγεις; ἀλλ' ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. Διὰ τοῦτο καὶ ἡμεῖς ἐσιγήσαμεν τὸν παρελθόντα χρόνον, τὸν παρόντα καιρὸν ἀναμένοντες. Εἰ γὰρ ὁ μέλλων δεῖσθαί τινος, κἂν εὔλογα μέλλῃ προτείνειν, ἐπιτηδειότητα ἀναμένει καιροῦ, ὅπως ἡμέρῳ καὶ εὖ διακειμένῳ τῷ μέλλοντι διδόναι τὴν αἴτησιν προσέλθοι, καὶ τὴν ἀπὸ τοῦ καιροῦ λαβὼν συμμαχίαν ἐπιτύχοι τῆς χάριτος, πολλῷ μᾶλλον τὸν λέγοντα καιρὸν ἐπιτήδειον ζητεῖν χρὴ, ὅπως εὖ διακειμένῳ τῷ ἀκροατῇ καὶ πάσης ἀπηλλαγμένῳ φροντίδος καὶ ἀθυμίας προσαγάγῃ τοὺς λόγους· ὃ δὴ καὶ ἡμεῖς πεποιήκαμεν.