Ancient Greek · ~16 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΣΩΖΟΜΕΝΑ ΠΑΝΤΑ ΕΙΣ ΤΟΥΣ ΑΝΔΡΙΑΝΤΑΣ ΟΜΙΛΙΑΙ ΚΑʹ ΕΝ ΑΝΤΙΟΧΕΙᾼ ΛΕΧΘΕΙΣΑΙ. Ὁμιλία λεχθεῖσα ἐν Ἀντιοχείᾳ, πρεσβυτέρου αὐτοῦ ὑπάρχοντος, ἐν τῇ παλαιᾷ ἐκκλησίᾳ, εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 6.1
Not analysed yet
Τῆς γὰρ τῶν ἁγίων κακώσεως τῆς ποικίλης καὶ παντοδαπῆς ὀκτὼ τὸν ἀριθμὸν αἰτίας ἔχω πρὸς τὴν ὑμετέραν ἀγάπην εἰπεῖν. Διὸ συντείνατέ μοι ἑαυτοὺς μετὰ ἀκριβείας ἅπαντες, εἰδότες ὡς οὐδεμία λοιπὸν ἔσται ἡμῖν συγγνώμη καὶ ἀπολογία σκανδαλιζομένοις ἐπὶ τοῖς συμβαίνουσιν, εἴ γε τοσούτων προφάσεων οὐσῶν, ὡς μηδεμιᾶς οὔσης οὕτω μέλλοιμεν θορυβεῖσθαι καὶ ταράττεσθαι. Πρώτη μὲν οὖν, διὰ τὸ μὴ ταχέως αἴρεσθαι εἰς ἀπόνοιαν τῷ μεγέθει τῶν κατορθωμάτων καὶ τῶν θαυμάτων, ἀφίησιν αὐτοὺς ὁ Θεὸς κακοῦσθαι. Δευτέρα, ἵνα μὴ μείζονα τῆς ἀνθρωπίνης φύσεως περὶ αὐτῶν ὑπόνοιαν ἔχωσιν ἕτεροι, καὶ θεοὺς, ἀλλ' οὐκ ἀνθρώπους νομίσωσιν αὐτοὺς εἶναι. Τρίτη, ἵνα ἡ τοῦ Θεοῦ φαίνηται δύναμις διὰ τῶν ἐξασθενούντων καὶ διὰ τῶν δεσμουμένων κρατοῦσα καὶ περιγινομένη, καὶ τὸ κήρυγμα αὔξουσα. Τετάρτη, ἵνα αὐτῶν ἐκείνων ἡ ὑπομονὴ φανερωτέρα γένηται, οὐκ ἐπὶ μισθῷ τῷ Θεῷ δουλευόντων, ἀλλὰ καὶ τοσαύτην ἐπιδεικνυμένων εὐγνωμοσύνην, ὡς καὶ μετὰ τοσαῦτα κακὰ τὴν ἀκεραίαν περὶ αὐτὸν ἐπιδείκνυσθαι εὔνοιαν. Πέμπτη, ἵνα περὶ ἀναστάσεως φιλοσοφῶμεν· ὅταν γὰρ ἴδῃς ἄνδρα δίκαιον καὶ πολλῆς γέμοντα ἀρετῆς μυρία παθόντα δεινὰ, καὶ οὕτως ἀπελθόντα ἐντεῦθεν, καὶ ἄκων ἀναγκασθήσῃ πάντως ἐννοῆσαί τι περὶ τῆς ἐκεῖ κρίσεως. Εἰ γὰρ ἄνθρωποι τοὺς ὑπὲρ αὐτῶν κάμνοντας οὐκ ἀφιᾶσι χωρὶς μισθῶν καὶ ἀμοιβῆς ἀπελθεῖν, πολλῷ μᾶλλον ὁ Θεὸς τοὺς τοσαῦτα πεπονηκότας οὐκ ἂν ἕλοιτό ποτε ἀστεφανώτους ἀφεῖναι· εἰ δὲ οὐκ ἂν ἕλοιτο τῆς τῶν πόνων αὐτῶν ἀμοιβῆς αὐτοὺς ἀποστερῆσαί ποτε, ἀνάγκη καιρὸν εἶναί τινα μετὰ τὴν ἐντεῦθεν τελευτὴν, καθ' ὃν ἀπολήψονται τὰς ἀμοιβὰς τῶν ἐντεῦθεν πόνων. Ἕκτη, ἵνα πάντες οἱ περιπίπτοντες τοῖς δεινοῖς ἱκανὴν ἔχωσι παράκλησιν καὶ παραμυθίαν, εἰς ἐκείνους ἀφορῶντες, καὶ τῶν συμβεβηκότων αὐτοῖς μεμνημένοι κακῶν. Ἑβδόμη, ἵνα ὅταν παρακαλῶμεν ὑμᾶς πρὸς τὴν ἐκείνων ἀρετὴν, καὶ πρὸς ἕκαστον ὑμῶν λέγωμεν, ὅτι μίμησαι Παῦλον, καὶ ζήλωσον Πέτρον, μὴ νομίζοντες διὰ τὴν τῶν κατορθωμάτων ὑπερβολὴν ἑτέρας αὐτοὺς μετεσχηκέναι φύσεως, ἀποκνήσητε πρὸς τὴν μίμησιν. Ὀγδόη, ἵνα ὅταν δέῃ μακαρίζειν καὶ ταλανίζειν, μάθωμεν τίνας μὲν χρὴ μακαρίους ἡγεῖσθαι, τίνας δὲ ἀθλίους καὶ ταλαιπώρους. Καὶ αἱ μὲν αἰτίαι αὗται· δεῖ δὲ αὐτὰς ἀπὸ τῶν Γραφῶν πιστώσασθαι πάσας, καὶ δεῖξαι μετὰ ἀκριβείας, ὡς οὐκ ἀνθρωπίνων λογισμῶν ἐπίνοια, ἀλλὰ τῶν Γραφῶν ἐστιν ἀπόφασις τὰ εἰρημένα ἅπαντα. Οὕτω γὰρ καὶ ὁ λόγος ἡμῖν ἀξιοπιστότερος ἔσται, καὶ μᾶλλον ἐγκαθεδεῖται ταῖς ὑμετέραις ψυχαῖς. Ὅτι μὲν οὖν εἰς τὸ μετριάζειν καὶ ταπεινοφρονεῖν, καὶ τὸ μὴ φυσᾶσθαι ἐκ τῶν σημείων καὶ τῶν κατορθωμάτων, συμβάλλεται τοῖς ἁγίοις ἡ κάκωσις, καὶ διὰ τοῦτο συνεχώρησεν αὐτὴν ὁ Θεὸς γενέσθαι, καὶ τοῦ προφήτου Δαυῒδ, καὶ τοῦ Παύλου τὰ αὐτὰ λεγόντων ἀκούσωμεν. Ἐκεῖνος μὲν γάρ φησιν· Ἀγαθόν μοι, Κύριε, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου· οὗτος δὲ εἰπὼν, ὅτι Ἡρπάγην εἰς τρίτον οὐρανὸν, καὶ εἰς τὸν παράδεισον ἀπηνέχθην, ἐπήγαγε λέγων, Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος σατᾶν ἵνα με κολαφίζῃ. Τί τούτου σαφέστερον; Ἵνα μὴ ὑπεραίρωμαι, φησὶ, διὰ τοῦτο συνεχώρησεν ὁ Θεὸς τοὺς ἀγγέλους τοῦ σατανᾶ κολαφίζειν με· ἀγγέλους δὲ τοῦ σατανᾶ οὐχὶ δαίμονας λέγει τινὰς, ἀλλὰ ἀνθρώπους τοὺς ὑπηρετουμένους τῷ διαβόλῳ, τοὺς ἀπίστους, τοὺς τυράννους, τοὺς Ἕλληνας, οἳ συνεχῶς αὐτὸν ἔθλιβον, καὶ συνεχῶς ἤλαυνον· ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἠδύνατο, φησὶν, ὁ Θεὸς καταστεῖλαι τοὺς διωγμοὺς, καὶ τὰς θλίψεις τὰς ἐπαλλήλους· ἀλλ' ἐπειδὴ ἡρπάγην εἰς τρίτον οὐρανὸν καὶ ἀπηνέχθην εἰς τὸν παράδεισον, ἵνα μὴ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων τούτων ἐπαρθῶ καὶ μέγα φρονήσω, συνεχώρησε τοὺς διωγμοὺς τούτους, καὶ τοὺς ἀγγέλους τοῦ σατανᾶ ἀφῆκε κολαφίζειν με διὰ τῶν διωγμῶν καὶ τῶν θλίψεων, ἵνα μὴ ὑπεραίρωμαι. Εἰ γὰρ καὶ ἅγιοι καὶ θαυμαστοὶ οἱ περὶ Παῦλον καὶ Πέτρον, καὶ πάντες ὅσοι τοιοῦτοι, ὥσπερ οὖν καὶ εἰσὶν, ἀλλ' ἄνθρωποί εἰσι, καὶ δέονται πολλῆς γε τῆς ἀσφαλείας, εἰς τὸ μὴ ῥᾳδίως ἐπαίρεσθαι· καὶ μάλιστα πάντων οἱ ἅγιοι. Οὐδὲν γὰρ οὕτως εἰς ἀπόνοιαν αἴρειν εἴωθεν, ὡς συνειδὸς γέμον κατορθωμάτων, καὶ ψυχὴ μετὰ παῤῥησίας ζῶσα. Ἵνα οὖν μηδὲν τοιοῦτον πάσχωσιν ἐκεῖνοι, τοὺς πειρασμοὺς καὶ τὰς θλίψεις συνεχώρησεν εἶναι, δυναμένας αὐτοὺς καταστέλλειν καὶ πείθειν μετριάζειν ἐν ἅπασιν.