Ancient Greek · ~16 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΣΩΖΟΜΕΝΑ ΠΑΝΤΑ ΕΙΣ ΤΟΥΣ ΑΝΔΡΙΑΝΤΑΣ ΟΜΙΛΙΑΙ ΚΑʹ ΕΝ ΑΝΤΙΟΧΕΙᾼ ΛΕΧΘΕΙΣΑΙ. Ὁμιλία λεχθεῖσα ἐν Ἀντιοχείᾳ, πρεσβυτέρου αὐτοῦ ὑπάρχοντος, ἐν τῇ παλαιᾷ ἐκκλησίᾳ, εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 7.1
Not analysed yet
Ὅτι δὲ καὶ εἰς τὸ δειχθῆναι τοῦ Θεοῦ τὴν ἰσχὺν τὰ μεγάλα τοῦτο αὐτὸ συντελεῖ, καὶ τοῦτο ἄκουσον παρὰ τοῦ αὐτοῦ ἀποστόλου, τοῦτο πρότερον εἰρηκότος. Ἵνα γὰρ μὴ λέγῃς, ὅ τι οἱ ἄπιστοι νομίζουσι, τὸν Θεὸν τὸν ταῦτα συγχωροῦντα ἀσθενῆ τινα εἶναι, καὶ μὴ δυνάμενον ἐξαρπάσαι τῶν κινδύνων τοὺς ἑαυτοῦ, συγχωρεῖν αὐτοὺς κακοῦσθαι συνεχῶς. Καὶ τοῦτο σκόπει, πῶς διὰ τούτων ἀπέδειξεν ὁ Παῦλος, δεικνὺς, ὅτι οὐ μόνον ἀσθένειαν αὐτοῦ οὐ κατηγορεῖ τὰ γινόμενα, ἀλλὰ καὶ μειζόνως αὐτοῦ τὴν δύναμιν ἐπιδείκνυται πᾶσιν· εἰπὼν γὰρ, ὅτι Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ· καὶ τοὺς ἐπαλλήλους πειρασμοὺς διὰ τούτου δηλώσας, ἐπήγαγεν· Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ' ἐμοῦ· καὶ εἶπέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Τότε μου δείκνυται ἡ δύναμις, φησὶν, ὅταν ὑμεῖς ἐν ἀσθενείᾳ ἦτε· καὶ δι' ὑμῶν τῶν δοκούντων ἀσθενεῖν ὁ τοῦ κηρύγματος αὔξεται λόγος, καὶ πανταχοῦ κατασπείρεται. Ὅτε γοῦν εἰς τὸ δεσμωτήριον μυρίας λαβὼν πληγὰς εἰσηνέχθη, τὸν δεσμοφύλακα ἔδησεν· ἐν τῷ ξύλῳ ἦσαν οἱ πόδες, ἐν τῇ ἁλύσει αἱ χεῖρες, καὶ τὸ δεσμωτήριον ἐσείετο κατὰ μέσην τὴν νύκτα, ὑμνούντων αὐτῶν. Ὁρᾷς πῶς ἡ δύναμις αὐτοῦ ἐν ἀσθενείᾳ ἐτελειοῦτο; Εἰ ἦν λελυμένος ὁ Παῦλος, καὶ ἔσεισεν ἐκεῖνο τὸ οἴκημα, οὐκ ἦν οὕτω θαυμαστὸν τὸ γινόμενον. Διὰ τοῦτο, φησὶ, μένε δεδεμένος, καὶ σαλευέσθωσαν οἱ τοῖχοι πάντοθεν, καὶ λυέσθωσαν οἱ δεσμῶται, ἵνα μειζόνως ἡ δύναμίς μου φαίνηται διὰ σοῦ τοῦ κατεχομένου καὶ συμπεποδισμένου, τῶν δεδεμένων λυομένων ἁπάντων. Τοῦτο οὖν αὐτὸ καὶ τὸν δεσμοφύλακα ἐξέπληξε τότε, ὅτι μετὰ τοσαύτης κατεχόμενος ἀνάγκης, δι' εὐχῆς μόνης ἴσχυσε μὲν τινάξαι τὰ θεμέλια, ἀναπετάσαι δὲ τὰς θύρας τοῦ δεσμωτηρίου, καὶ λῦσαι τοὺς δεδεμένους ἅπαντας. Οὐκ ἐνταῦθα δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ Πέτρου, καὶ ἐπ' αὐτοῦ τοῦ Παύλου, καὶ ἐπὶ τῶν ἄλλων δὲ ἀποστόλων ἴδοι τις ἂν συμβαῖνον τοῦτο συνεχῶς, καὶ τοῖς διωγμοῖς τὴν χάριν τοῦ Θεοῦ ἀεὶ ἐπανθοῦσαν, καὶ ταῖς θλίψεσι παραφαινομένην, καὶ οὕτω τὴν δύναμιν αὐτοῦ κηρύττουσαν. Διόπερ ἔλεγεν, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ὅτι δὲ καὶ μείζονα τῆς ἀνθρωπίνης φύσεως πολλοὶ πολλάκις ἔμελλον ὑποπτεύειν περὶ αὐτῶν, εἰ μὴ τοσαῦτα πάσχοντας ἑώρων, ἄκουσον πῶς αὐτὸ δέδοικεν ὁ Παῦλος. Ἐὰν γὰρ καὶ θελήσω, φησὶ, καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· φείδομαι δὲ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούει τι ἐξ ἐμοῦ. Τί δέ ἐστιν ὃ λέγει; Ἠδυνάμην, φησὶ, πολλῷ μείζονα θαύματα εἰπεῖν, ἀλλ' οὐ βούλομαι, μήποτε τὸ μέγεθος τῶν σημείων μείζονα περὶ ἐμοῦ τοῖς ἀνθρώποις ὑπόνοιαν παραστήσῃ. Διὰ τοῦτο καὶ οἱ περὶ τὸν Πέτρον, ἐπειδὴ τὸν χωλὸν ὤρθωσαν, καὶ πάντες ἦσαν κεχηνότες πρὸς αὐτοὺς, καταστέλλοντες αὐτοὺς, καὶ πείθοντες ὡς οὐδὲν παρ' ἑαυτῶν, οὐδὲ οἴκοθεν ἐπεδείξαντο, λέγουσι· Τί ἡμῖν ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Καὶ πάλιν ἐν Λύστροις οὐ μόνον ἦσαν ἐκπεπληγμένοι, ἀλλὰ καὶ ταύρους στεφανώσαντες ἤνεγκαν, καὶ θῦσαι ἐπεχείρουν τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ. Ὅρα διαβόλου κακουργίαν· δι' ὧν ὁ Κύριος ἐσπούδαζε τὴν ἀσέβειαν ἐκκαθάραι τῆς οἰκουμένης, διὰ τούτων αὐτὴν ἐκεῖνος εἰσαγαγεῖν ἐσπούδαζε, πάλιν πείθων ἀνθρώπους θεοὺς νομίζειν, ὃ καὶ ἐν τοῖς ἔμπροσθεν χρόνοις ἐποίησε. Καὶ τοῦτο μάλιστά ἐστιν, ὃ τῆς εἰδωλολατρείας τὴν ἀρχὴν καὶ τὴν ῥίζαν εἰσήγαγε. Πολλοὶ γὰρ καὶ πολέμους κατορθώσαντες, καὶ τρόπαια στήσαντες, καὶ πόλεις οἰκοδομήσαντες, καὶ ἕτερά τινα τοιαῦτα τοῖς τότε εὐεργετήσαντες, θεοὶ παρὰ τοῖς πολλοῖς ἐνομίσθησαν, καὶ ναοῖς ἐτιμήθησαν καὶ βωμοῖς, καὶ πᾶς ὁ τῶν Ἑλληνικῶν θεῶν κατάλογος ἀπὸ τούτων σύγκειται τῶν ἀνθρώπων. Ἵνα οὖν μὴ καὶ ἐπὶ τῶν ἁγίων τοῦτο γένηται, συνεχώρησεν αὐτοὺς ἐλαύνεσθαι συνεχῶς, μαστίζεσθαι, ἀῤῥωστίαις περιπίπτειν, ἵνα ἡ τῆς σωματικῆς ἀῤῥωστίας ὑπερβολὴ καὶ τῶν πειρασμῶν τὸ πλῆθος πείσῃ τοὺς παρόντας τότε, ὅτι καὶ ἄνθρωποι ἦσαν οἱ τὰ τοιαῦτα θαυματουργοῦντες, καὶ οὐδὲν παρ' ἑαυτῶν εἰσέφερον, ἀλλὰ γυμνὴ ἡ χάρις δι' ἐκείνων πάντα εἰργάζετο. Εἰ γὰρ τοὺς μικρὰ καὶ εὐτελῆ πεποιηκότας θεοὺς ἐνόμισαν, πολλῷ μᾶλλον, εἰ μηδὲν ἔπασχον ἀνθρώπινον, τούτους ὑπώπτευσαν ἂν, τοιαῦτα ἐργασαμένους, οἷα οὐδεὶς οὐδέποτε οὐκ εἶδεν, οὐδὲ ἤκουσεν. Ὅπου γὰρ μαστιζομένων αὐτῶν, κρημνιζομένων, δεσμουμένων, ἐλαυνομένων, καθ' ἑκάστην κινδυνευόντων ἡμέραν, ὅμως κατέπεσόν τινες εἰς τὴν ἀσεβῆ ταύτην ὑπόνοιαν, πολλῷ μᾶλλον, εἰ μηδὲν ἔπασχον ἀνθρώπινον, τοῦτο ἂν ὑπωπτεύθησαν.