Ancient Greek · ~23 min
Ἔτι παράκλησις πρὸς τὸν λαὸν περὶ τοῦ φέρειν γενναίως τὴν ἐπικειμένην ἀπειλὴν, ἔχοντα παραδείγματα ἐκ τῶν συμβάντων τῷ τε Ἰὼβ καὶ τοῖς Νινευΐταις· καὶ ὅτι οὐ χρὴ δεδιέναι τὸν θάνατον, ἀλλὰ τὴν ἁμαρτίαν· καὶ τί τὸ κακῶς ἀποθανεῖν· καὶ περὶ τοῦ μετὰ πάσης σπουδῆς φεύγειν τοὺς ὅρκους· καὶ εἰς τὸν σεισμόν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 6.1-4
Not analysed yet
Ταῦτα οἱ βάρβαροι, καὶ οὐκ αἰσχυνόμεθα οὐδὲ ἐγκαλυπτόμεθα, ἐκείνων τρόπους μεταβαλόντων, ἡμεῖς τόπους ἀμείβοντες, καὶ μεθυόντων ἀνθρώπων ἔργα ποιοῦντες, καὶ τὰς οὐσίας ὑπεκτιθέντες; Ὁ Δεσπότης ἡμῖν ὀργίζεται, καὶ ἡμεῖς· ἀφέντες καταλῦσαι τὴν ὀργὴν, τὰ τῆς οἰκίας περιστρέφομεν καὶ περιερχόμεθα, ζητοῦντες ποῦ καταθώμεθα τὴν οὐσίαν, δέον ζητεῖν ποῦ τὴν ψυχὴν παρακαταθώμεθα· μᾶλλον δὲ οὐδὲ χρὴ ζητεῖν, ἀλλ' ἀρετῇ καὶ ὀρθότητι βίου τὴν ἀσφάλειαν αὐτῆς ἐγχειρίζειν. Οὐδὲ γὰρ εἰ πρὸς οἰκέτην ὀργιζομένων καὶ ἀγανακτούντων ἡμῶν, τὸ πρὸς τὴν ὀργὴν ἀπολογήσασθαι ἀφεὶς ἐκεῖνος εἰς τὸν οἰκίσκον τὸν ἑαυτοῦ κατελθὼν, τὰ ἱμάτια καὶ τὰ ἔπιπλα πάντα συναγαγὼν καὶ καταδήσας, περὶ φυγῆς ἐβουλεύετο, πράως ἂν ἠνέγκαμεν τὴν καταφρόνησιν ταύτην. Παυσώμεθα τοίνυν τῆς ἀκαίρου ταύτης σπουδῆς, καὶ εἴπωμεν ἕκαστος πρὸς τὸν Θεόν· Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Μιμησώμεθα τὴν τῶν βαρβάρων φιλοσοφίαν· ἐκεῖνοι ἐπ' ἀδήλοις μετενόησαν· οὐ γὰρ εἶχεν ἡ ἀπόφασις τοῦτο, ὅτι Ἐὰν ἐπιστρέψητε, καὶ μετανοήσητε, στήσω τὴν πόλιν, ἀλλ' ἁπλῶς· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται. Τί οὖν ἐκεῖνοι; Τίς οἶδεν εἰ μετανοήσει ὁ Θεὸς ἀπὸ τῆς κακίας ἧς ἐλάλησε ποιῆσαι ἡμῖν; Τίς οἶδεν; Οὐκ ἴσασι τὸ τέλος τοῦ πράγματος, καὶ οὐκ ἀμελοῦσι τῆς μετανοίας· οὐκ ἐπίστανται τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὸν τρόπον, καὶ ἐπ' ἀδήλοις μεταβάλλονται· οὐδὲ γὰρ εἶχον πρὸς ἑτέρους Νινευΐτας ἰδεῖν μετανοήσαντας καὶ σωθέντας, οὐδὲ ἀνέγνωσαν προφήτας, οὐδὲ ἤκουσαν πατριαρχῶν, οὐκ ἀπήλαυσαν συμβουλῆς, οὐ μετέσχον παραινέσεως, οὐδὲ ἦσαν πεπεικότες ἑαυτοὺς, ὅτι πάντως ἐξιλεώσονται τὸν Θεὸν τῇ μετανοίᾳ· οὐδὲ γὰρ εἶχε τοῦτο ἡ ἀπειλή, ἀλλ' ἀμφέβαλλον καὶ ἠμφισβήτουν περὶ τούτου, καὶ ὅμως μετενόησαν μετ' ἀκριβείας ἁπάσης. Τίς οὖν ἔσται λόγος ἡμῖν, ὅταν οἱ μὲν περὶ τοῦ τέλους θαῤῥεῖν οὐκ ἔχοντες, τοσαύτην ἐπιδεδειγμένοι φαίνωνται τὴν μεταβολὴν, σὺ δὲ ὁ θαῤῥεῖν ἔχων περὶ τῆς φιλανθρωπίας τοῦ Θεοῦ καὶ πολλὰ πολλάκις ἐνέχυρα λαβὼν αὐτοῦ τῆς κηδεμονίας. καὶ προφητῶν καὶ ἀποστόλων ἀκούσας, καὶ δι' αὐτῶν παιδευθεὶς τῶν πραγμάτων, μηδὲ πρὸς τὸ αὐτὸ τῆς ἀρετῆς ἐκείνοις μέτρον φθάσαι φιλονεικήσῃς; Μεγάλη μὲν οὖν καὶ ἡ τῶν ἀνθρώπων τούτων ἀρετὴ, πολλῷ δὲ μείζων ἡ τοῦ Θεοῦ φιλανθρωπία, καὶ ταύτην ἀπ' αὐτοῦ τοῦ μεγέθους τῆς ἀπειλῆς ἔστιν ἰδεῖν. Διὰ γὰρ τοῦτο οὐ προσέθηκε τῇ ἀποφάσει, ὅτι Ἐὰν δὲ μετανοήσητε. φείσομαι, ἵνα ἀδιόριστον ἐμβαλὼν τὴν ψῆφον, αὐξήσῃ τὸν φόβον, καὶ τὸν φόβον αὐξήσας, ταχύτερον πρὸς τὴν μετάνοιαν συνωθήσῃ. Καὶ ὁ μὲν προφήτης αἰσχύνεται, τὸ μέλλον προειδὼς, καὶ στοχαζόμενος ὡς ἀτέλεστα μενεῖ τὰ εἰρημένα· ὁ δὲ Θεὸς οὐκ αἰσχύνεται, ἀλλ' ἓν μόνον ζητεῖ, τὴν τῶν ἀνθρώπων σωτηρίαν, καὶ τὸν οἰκέτην τὸν ἑαυτοῦ διορθοῦται. Ἐπειδὴ γὰρ εἰς τὸ πλοῖον εἰσῆλθεν ἐκεῖνος, διήγειρεν εὐθέως τὴν θάλατταν, ἵνα μάθῃς, ὅτι ὅπου ἁμαρτία, ἐκεῖ χειμὼν, ὅπου παρακοὴ, ἐκεῖ κλυδώνιον· καὶ ἐσαλεύετο μὲν ἡ πόλις διὰ τὰ ἁμαρτήματα τῶν Νινευϊτῶν, ἐσαλεύετο δὲ τὸ πλοῖον διὰ τὴν παρακοὴν τοῦ προφήτου. Ἐκεῖνοι μὲν οὖν τὸν Ἰωνᾶν εἰς τὸ πέλαγος ἔῤῥιψαν, καὶ ἔστη τὸ πλοῖον· ἡμεῖς δὲ τὴν ἁμαρτίαν καταποντίσωμεν, καὶ στήσεται πάντως ἡ πόλις. Ὥστε τῆς φυγῆς οὐδὲν ὄφελος ἡμῖν· οὐδὲ γὰρ ἐκεῖνον ὠφέλησεν ἡ φυγή· τοὐναντίον μὲν οὖν καὶ κατέβλαψεν. Ἔφυγε γοῦν τὴν γῆν, καὶ οὐκ ἔφυγε τὴν ὀργὴν τοῦ Θεοῦ· ἔφυγε τὴν γῆν, καὶ τὸν χειμῶνα εἰσήγαγεν εἰς τὴν θάλασσαν· καὶ οὐ μόνον αὐτὸς οὐδὲν ἀπώνατο τῆς φυγῆς ἀγαθὸν, ἀλλὰ καὶ τοὺς ὑποδεξαμένους αὐτὸν εἰς ἔσχατον ἐνέβαλε κίνδυνον· καὶ ὅτε μὲν ἐπὶ τοῦ πλοίου καθήμενος ἔπλει, καὶ ναῦται καὶ κυβερνῆται παρῆσαν, καὶ ἅπασα τῆς νηὸς ἡ κατασκευὴ περὶ τῶν ἐσχάτων ἐκινδύνευσεν· ἐπειδὴ δὲ εἰς τὸ πέλαγος καταποντισθεὶς, καὶ τὴν ἁμαρτίαν διὰ τῆς τιμωρίας ἀποθέμενος, εἰς τὸ ἀτερμάτιστον κατηνέχθη πλοῖον, τὴν γαστέρα φημὶ τοῦ κήτους, πολλῆς ἀπήλαυσε τῆς ἀδείας· ἵνα μάθῃς, ὅτι ὥσπερ τὸν ἐν ἁμαρτίᾳ ζῶντα οὐδὲ πλοῖον ὠφελεῖ, οὕτω τὸν τὴν ἁμαρτίαν ἀποθέμενον οὐδὲ θάλαττα ἀπόλλυσιν, οὐδὲ θηρία διαφθείρει. Ἔλαβε γοῦν αὐτὸν τὰ κύματα, καὶ οὐκ ἀπέπνιξεν· ἔλαβε τὸ κῆτος, καὶ οὐκ ἀνεῖλεν· ἀλλὰ καὶ τὸ ζῶον, καὶ τὸ στοιχεῖον σώαν τῷ Θεῷ τὴν παρακαταθήκην ἀπέδωκε, καὶ διὰ πάντων ἐμάνθανε φιλάνθρωπος καὶ ἥμερος εἶναι ὁ προφήτης, καὶ μήτε ναυτῶν ἀνοήτων, μήτε κυμάτων ἀγρίων, μήτε θηρίων ὠμότερος εἶναι. Καὶ γὰρ οἱ ναῦται οὐκ ἐκ πρώτης εὐθέως, ἀλλὰ μετὰ πολλὴν αὐτὸν ἀνάγκην προὔδωκαν, καὶ ἡ θάλαττα δὲ καὶ τὸ θηρίον μετὰ πολλῆς τῆς εὐνοίας ἐφύλαξαν, τοῦ Θεοῦ πάντα ταῦτα οἰκονομοῦντος. Ἐπανῆλθε τοίνυν, ἐκήρυξεν, ἠπείλησεν, ἔπεισεν, ἔσωσεν, ἐφόβησε, διώρθωσεν, ἔστησεν ἐξ ἑνὸς καὶ πρώτου κηρύγματος. Οὐ γὰρ ἐδεήθη πολλῶν ἡμερῶν οὐδὲ συνεχοῦς συμβουλῆς, ἀλλὰ τὰ ψιλὰ ἐκεῖνα εἰπὼν ῥήματα πάντας εἰς μετάνοιαν ἤγαγε. Διὰ τοῦτο αὐτὸν οὐκ εὐθέως ἐκ τοῦ πλοίου εἰς τὴν πόλιν ἐχειραγώγησεν ὁ Θεὸς, ἀλλὰ παρέδωκαν οἱ ναῦται τῇ θαλάττῃ, ἡ θάλαττα τῷ κήτει, τὸ κῆτος τῷ Θεῷ, ὁ Θεὸς τοῖς Νινευΐταις, καὶ διὰ μακρᾶς τῆς περιόδου τὸν φυγάδα ἐπανήγαγεν, ἵνα πάντας παιδεύσῃ, ὅτι Θεοῦ χεῖρας φυγεῖν ἀμήχανον, ὅτι ὅπουπερ ἄν τις ἀφίκηται, τὴν ἁμαρτίαν ἐπισυρόμενος, μυρία ὑποστήσεται τὰ δεινὰ, κἂν τῶν ἀνθρώπων μηδεὶς παρῇ, αὐτὴ πανταχόθεν ἡ κτίσις ἀντιστήσεται μετὰ πολλῆς αὐτῷ τῆς σφοδρότητος. Μὴ τοίνυν τῇ φυγῇ τὴν σωτηρίαν ἡμῶν ἐγχειρίσωμεν, ἀλλὰ τῇ τοῦ τρόπου μεταβολῇ. Μὴ γὰρ, ἐπειδὴ μένεις ἐν τῇ πόλει, διὰ τοῦτο παροξύνεται ὁ Θεὸς, ἵνα φύγῃς; Ἐπειδὴ ἥμαρτες, διὰ τοῦτο ἀγανακτεῖ. Οὐκοῦν τὴν ἁμαρτίαν ἀπόθου, καὶ ὅθεν ἡ αἰτία τῷ τραύματι, ἐκεῖθεν ἀνάστειλον τοῦ κακοῦ τὴν πηγήν· τὰ γὰρ ἐναντία τοῖς ἐναντίοις θεραπεύειν καὶ ἰατρῶν παῖδες κελεύουσιν. Ἐξ ἀδηφαγίας οὖν ἐτέχθη πυρετός; ἀσιτίᾳ μεθοδεύουσι τὸ νόσημα. Ἐξ ἀθυμίας ἠῤῥώστησέ τις; εὐθυμίαν τούτῳ φάρμακον ἐπιτήδειον εἶναί φασιν. Οὕτω καὶ ἐπὶ τῶν τῆς ψυχῆς νοσημάτων ποιεῖν χρή. Ῥᾳθυμία τὴν ὀργὴν ἤγειρε; σπουδῇ ταύτην ἀποκρουσώμεθα, καὶ πολλὴν ἐπιδειξώμεθα τὴν μεταβολήν. Ἔχομεν βοηθὸν μεγίστην καὶ σύμμαχον τὴν νηστείαν, καὶ μετὰ τῆς νηστείας τὴν ἐπικειμένην ἀγωνίαν καὶ τὸν τοῦ κινδύνου φόβον. Ἐπιθώμεθα τοίνυν τῇ ψυχῇ νῦν εἰς καιρόν· καὶ γὰρ εὐκόλως αὐτὴν δυνησόμεθα πεῖσαι πάντα ὅσα ἂν θέλωμεν. Ὁ γὰρ περιδεὴς καὶ τρέμων καὶ τρυφῆς ἁπάσης ἀπηλλαγμένος, καὶ φόβῳ συζῶν, εὐκόλως δύναται φιλοσοφεῖν, καὶ μετὰ πολλῆς τῆς προθυμίας τὰ τῆς ἀρετῆς ὑποδέχεσθαι σπέρματα.