Ancient Greek · ~22 min
Ὅτι οὐκ ἀρκεῖ ἡ νηστεία τῆς Τεσσαρακοστῆς πρὸς τὸ δύνασθαι κοινωνεῖν, ἀλλὰ καὶ δεῖ τῆς κατὰ ψυχὴν ἀρετῆς πρώτης· καὶ πῶς δυνατὸν μὴ μνησικακεῖν, καὶ ὅτι πολὺς τῷ Θεῷ τοῦ νόμου τούτου λόγος, καὶ ὅτι πρὸ τῆς γεέννης τὸ μνησικακεῖν κολάζει τοὺς ἁλόντας· καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς, καὶ περὶ τῶν μὴ κατωρθωκότων τὸ μὴ ὀμνύειν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad populum Antiochenum (homiliae 1-21) 8.1-3
Not analysed yet
Καὶ ἵνα μὴ νομίσητε, ὅτι ἁπλῶς ταῦτα λέγω, ὃν νομίζετε εἶναι πολύορκον ἄνθρωπον καὶ πλείονα ὀμνύοντα μᾶλλον ἢ φθεγγόμενον, τοῦτον ἐμοὶ παράδοτε δέκα μόνον ἡμέρας, κἂν μὴ πᾶσαν ἐξέλω τὴν συνήθειαν ἐν ταῖς ὀλίγαις ταύταις ἡμέραις, κατάγνωτέ μου τὴν ἐσχάτην ταύτην κατάγνωσιν· καὶ ὅτι οὐ κόμπος τὰ ῥήματα ταῦτα, ἀπὸ τῶν ἤδη γεγενημένων τοῦτο ἔσται δῆλον ὑμῖν. Τί τῶν Νινευϊτῶν ἀλογώτερον; τί δὲ ἀνοητότερον; ἀλλ' ὅμως οὗτοι οἱ βάρβαροι καὶ ἀνόητοι, οἱ μηδενὸς μηδέποτε ἀκούσαντες φιλοσοφοῦντος, οἱ μηδέποτε παραγγέλματα τοιαῦτα λαβόντες, ἀκούσαντες τοῦ προφήτου λέγοντος, Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται, ἐν τρισὶν ἡμέραις πᾶσαν ἀπέθεντο πονηρὰν συνήθειαν· ὁ πόρνος σώφρων ἐγένετο, ὁ θρασὺς ἐπιεικὴς, ὁ πλεονέκτης καὶ ἅρπαξ μέτριος καὶ φιλόφρων, ὁ ῥᾴθυμος σπουδαῖος. Οὐ γὰρ δὴ ἓν, οὐδὲ δύο, καὶ τρία, καὶ τέσσαρα τῶν παθῶν ἦσαν τὰ ἰάματα, ἀλλὰ πᾶσαν αὐτῶν διώρθωσαν τὴν πονηρίαν. Καὶ πόθεν τοῦτο δῆλον, φησίν; Ἀπὸ τῶν τοῦ προφήτου ῥημάτων· αὐτὸς γὰρ ὁ κατηγορήσας αὐτῶν, καὶ εἰπὼν, ὅτι Ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῶν ἕως τῶν οὐρανῶν, αὐτὸς αὐτοῖς τὸ ἐναντίον ἐμαρτύρησε πάλιν εἰπὼν, ὅτι Εἶδεν ὁ Θεὸς, ὅτι ἀπέστησαν ἕκαστος ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, οὐκ εἶπεν, ὅτι Ἀπὸ πορνείας ἢ μοιχείας ἢ κλοπῆς, ἀλλ', ὅτι Ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν. Καὶ πῶς ἀπέστησαν; Ὡς ὁ Θεὸς οἶδεν, οὐκ ὡς ἄνθρωπος ἐδοκίμασεν. Εἶτα οὐκ αἰσχυνόμεθα οὐδὲ ἐρυθριῶμεν, εἰ βαρβάρων ἀνθρώπων ἐν τρισὶν ἡμέραις μόνον πᾶσαν ἀποθεμένων κακίαν, ἡμεῖς ἐν τοσαύταις ἡμέραις ἐνηχούμενοι, διδασκόμενοι, μιᾶς μὴ περιγενοίμεθα πονηρᾶς συνηθείας; Καίτοι γε εἰς ἔσχατον ἦσαν κἀκεῖνοι πρότερον κακίας ἐληλακότες· ὅταν γὰρ ἀκούσῃς, ὅτι Ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῶν πρὸς μὲ, μηδὲν ἄλλο νόμιζε, ἢ τὴν ὑπερβολὴν τῆς πονηρίας αὐτῶν· ἀλλ' ὅμως ἴσχυσαν ἐν τρισὶν ἡμέραις πρὸς ὁλόκληρον ἀρετὴν μετατάξασθαι. Ὅπου γὰρ φόβος Θεοῦ, οὐ χρεία ἡμερῶν οὐδὲ διαστήματος χρόνου, ὥσπερ ὅπου ἀφοβία, οὐδὲν ὄφελος ἡμερῶν. Καθάπερ γὰρ τὰ ἰωθέντα τῶν σκευῶν ὁ μὲν ὕδατι μόνον ἀποτρίβων, κἂν πολὺν ἀναλώσῃ χρόνον, πάσης οὐκ ἀπαλλάξει τῆς κακίας ἐκείνης, ὁ δὲ εἰς χωνευτήριον ἐμβαλὼν, ἐν βραχείᾳ καιροῦ ῥοπῇ φαιδρότερα τῶν νεοτεύκτων εὐθέως ἐργάσεται· οὕτω δὴ καὶ ψυχὴ, τῷ τῆς ἁμαρτίας ἰῷ βαφεῖσα, ἂν μὲν ἁπλῶς καὶ ὡς ἔτυχεν ἑαυτὴν ἀποσμήξῃ, καὶ καθ' ἑκάστην ἡμέραν μετανοῇ, οὐδὲν πλέον κερδανεῖ· ἂν δὲ ὥσπερ εἰς χωνευτήριον τοῦ Θεοῦ τὸν φόβον ἑαυτὴν ἐμβάλῃ, ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὸ πᾶν ἀπονίψεται. Μὴ τοίνυν εἰς τὴν αὔριον ἀναβαλλώμεθα· Οὐ γὰρ οἴδαμεν τί τέξεται ἡ ἐπιοῦσα· μηδὲ λέγωμεν· Περιεσόμεθα τῆς συνηθείας κατὰ μικρόν· τοῦτο γὰρ τὸ, κατὰ μικρὸν, οὐδέποτε ἐπιλείψει. Διόπερ, τοῦτο ἀφέντες, ἐκεῖνο λέγωμεν, ὅτι Ἐὰν μὴ σήμερον κατορθώσωμεν τὸν ὅρκον, οὐκ ἀποστησόμεθα πρότερον, κἂν μυρία ἄγχῃ πράγματα, κἂν ἀποθανεῖν δέῃ, κἂν κολασθῆναι, κἂν πάντα ἀπολέσαι· οὐ δώσομεν τῷ διαβόλῳ ῥᾳθυμίας ἐξουσίαν, οὐδὲ ἀναβολῆς πρόφασιν. Ἂν ὁ Θεὸς ἴδῃ σου τὴν πεπυρωμένην ψυχὴν, τὴν διεγηγερμένην προθυμίαν, καὶ αὐτὸς συνεφάψεταί σου τῆς διορθώσεως. Ναὶ, δέομαι καὶ ἀντιβολῶ, σπουδάσωμεν, ἵνα μὴ καὶ ἡμεῖς ἀκούσωμεν, ὅτι Ἄνδρες Νινευῗται ἀναστήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην, ὅτι ἐκεῖνοι μὲν ἅπαξ ἀκούσαντες κατώρθωσαν, ἡμεῖς δὲ οὐδὲ πολλάκις ἀκούσαντες ἐπεστράφημεν· ἐκεῖνοι ὁλόκληρον ἀρετὴν, ἡμεῖς δὲ οὐδὲ μέρος ἀρετῆς· ἐκεῖνοι κατασκαφῆναι ἀκούσαντες ἐφοβήθησαν, ἡμεῖς δὲ οὐδὲ γέενναν ἀκούοντες φοβούμεθα· ἐκεῖνοι προφητειῶν οὐ μετασχόντες, ἡμεῖς δὲ συνεχοῦς ἀπολαύοντες διδασκαλίας καὶ πολλῆς τῆς χάριτος. Ταῦτα λέγω νῦν οὐχ ὑπὲρ τῶν οἰκείων, ἀλλ' ὑπὲρ τῶν ἀλλοτρίων ὑμῖν ἐγκαλῶν ἁμαρτημάτων. Ὑμῖν μὲν γὰρ, εὖ οἶδ' ὅτι, καθάπερ ἔφθην εἰπὼν, ὁ νόμος οὗτος ὁ περὶ τοῦ ὀμνύειν κατώρθωται· ἀλλ' οὐκ ἀρκεῖ τοῦτο εἰς σωτηρίαν ἡμῖν, εἰ μὴ καὶ ἑτέρους διδάξαντες διορθώσομεν, ἐπεὶ καὶ ὁ τὸ τάλαντον ἐκεῖνο προσενεγκὼν, τὴν παρακαταθήκην ὁλόκληρον ἀποδοὺς, ἐπειδὴ τὸ δοθὲν οὐκ ἐπλεόνασεν, ἐκολάζετο. Μὴ τοίνυν μηδὲ ἡμεῖς τοῦτο σκοπήσωμεν, εἰ αὐτοὶ τῆς ἁμαρτίας ἀπηλλάγημεν, ἀλλ' ἕως ἂν ἑτέρους ἀπαλλάξωμεν, μὴ ἀποστῶμεν· καὶ ἕκαστος δέκα φίλους ῥυθμίσας τῷ Θεῷ προσαγαγέτω, κἂν οἰκέτας ἔχῃς, κἂν μαθητάς. Ἀλλ' οὐδὲ μαθητὰς, οὐδὲ οἰκέτας ἔχεις; ἀλλὰ φίλους ἔχεις· τούτους κατόρθωσον. Καὶ μή μοι λέγε, ὅτι Τοὺς πλείονας τῶν ὅρκων ἀπηλάσαμεν, ὀλιγάκις δὲ ἁλισκόμεθα· ἀλλὰ καὶ τὸ ὀλιγάκις τοῦτο ἄνελε. Εἰ χρύσινον ἕνα ἀπολέσεις, οὐκ ἂν ἅπαντας περιῆλθες ἐρευνῶν καὶ ζητῶν, ὥστε αὐτὸν εὑρεῖν; Τοῦτο καὶ ἐπὶ τῶν ὅρκων ποίησον. Ἐὰν ἴδῃς, ὅτι ἕνα ὅρκον ἐκλάπης, θρήνησον, στέναξον, ὡς τῆς οὐσίας σου πάσης ἀπολωλυίας. Πάλιν λέγω, ὃ καὶ πρότερον· σύγκλεισον σαυτὸν ἐπὶ τῆς οἰκίας, μελέτην ποίησον καὶ γυμνάσιον μετὰ τῆς γυναικὸς, μετὰ τῶν παιδίων καὶ συνοικούντων· εἰπὲ πρὸς ἑαυτὸν σὺ πρότερον· Οὐκ ἰδιωτικῶν, οὐ δημοσίων ἅψομαι πραγμάτων, ἕως ἂν τὴν ψυχὴν διορθώσωμαι τὴν ἐμαυτοῦ. Ἂν ὑμεῖς τοὺς υἱοὺς τοὺς ἑαυτῶν παιδεύσητε, κἀκεῖνοι τοὺς ἑαυτῶν διδάξουσι, καὶ οὕτω μέχρι τῆς συντελείας καὶ παρουσίας τοῦ Χριστοῦ τὸ πρόσταγμα βαῖνον, τοῖς τὴν ῥίζαν παρασχοῦσιν ἅπαντα οἴσει τοῦτον τὸν μισθόν. Ἂν μάθῃ λέγειν ὁ υἱός σου, Πίστευσον, οὐ δυνήσεται εἰς θέατρον ἀναβῆναι, οὐδὲ εἰς καπηλεῖον εἰσελθεῖν, οὐδὲ ἐν κύβοις διατρίψαι· τὸ γὰρ ῥῆμα τοῦτο ἀντὶ χαλινοῦ τὸ στόμα περικείμενον, καὶ ἄκοντα ἐρυθριᾷν παρασκευάσει καὶ αἰσχύνεσθαι· εἴ ποτε ἐν ἐκείνοις φανείη, καὶ ἀποπηδᾷν ἀναγκάσει ταχέως. Ἀλλὰ καταγελῶσιν ἐκεῖνοι· ἀλλὰ σὺ δάκρυσον αὐτῶν τὴν παρανομίαν. Πολλοὶ καὶ τοῦ Νῶε κατεγέλασάν ποτε, ὅτε τὴν κιβωτὸν κατεσκεύαζεν· ἀλλ' ὅτε ἦλθεν ὁ κατακλυσμὸς, ἐκεῖνος αὐτῶν κατεγέλασε· μᾶλλον δὲ οὐδέποτε αὐτῶν κατεγέλασεν ὁ δίκαιος, ἀλλ' ἐθρήνησε καὶ ἐστέναξεν. Ὅταν οὖν ἴδῃς γελῶντας, ἐννόησον, ὅτι οἱ γελῶντες νῦν ὀδόντες τότε κλαυθμὸν καὶ βρυγμὸν ὑποστήσονται χαλεπώτατον, καὶ τοῦ γέλωτος τούτου μνησθήσονται τρίζοντες κατ' ἐκείνην τὴν ἡμέραν καὶ βρυχόμενοι· τότε ἀναμνησθήσῃ τοῦ γέλωτος τούτου. Πόσα κατεγέλασε τοῦ Λαζάρου ὁ πλούσιος. ἀλλ' ὕστερον ἰδὼν αὐτὸν ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ, ἑαυτὸν ἐθρήνει λοιπόν.