Ancient Greek
ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΣΤΑΓΕΙΡΙΟΝ ΠΕΡΙ ΑΘΥΜΙΑΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Stagirium a daemone vexatum (lib. 1-3) Section θ.1-3
Not analysed yet
Τοῦτον διαδέχεται ὁ Σεμεεὶ, μιαρός τις ἀνὴρ καὶ ἀχάριστος, καὶ μυρίοις ὀνείδεσιν ἔβαλλε καὶ λίθοις μετὰ τῶν ῥημάτων ἐκείνων· Ἔξελθε, φησὶν, ἀνὴρ αἱμάτων, καὶ ἀνὴρ ὁ παράνομος. Ἐπέστρεψεν ἐπὶ σὲ Κύριος πάντα τὰ αἵματα τοῦ οἴκου Σαοὺλ, ἀνθ' ὧν ἐβασίλευσας ἀντ' αὐτοῦ, καὶ ἔδωκε Κύριος τὴν βασιλείαν εἰς χεῖρας Ἀβεσσαλὼμ τοῦ υἱοῦ σου, καὶ ἔδειξέ σοι τὴν κακίαν σου, ὅτι ἀνὴρ αἱμάτων σὺ εἶ. Ὁ δὲ ἐτήκετο μὲν ταῦτα ἀκούων καὶ πάσχων, ὡς καὶ ἀπ' αὐτῶν τῶν θρήνων τοῦτο ἐδήλου, οὐδὲν δὲ ἐτόλμα περαιτέρω ποιεῖν· ἀλλ' εἰπὼν, Ἄφες αὐτὸν καταρᾶσθαι, ὅτι Κύριος εἴρηκεν αὐτῷ, ὅπως ἴδῃ τὴν ταπείνωσίν μου, καὶ ἀποδώῃ μοι Κύριος ἀγαθὰ ἀντὶ κατάρας τῆς ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀφῆκε ζῶντα ἀπελθεῖν· αὐτὸς δὲ περιέμενε τὰ περὶ τοῦ Χουσὶ μεριμνῶν καὶ τρέμων τί ποτε ἄρα ἔσται τὸ τέλος. Ὡς δὲ ἀπηγγέλθη καὶ ταῦτα, συνεκροτεῖτο ὁ πόλεμος πάντων πολέμων τῶν πώποτε γενομένων καινότατος ὢν, καὶ αἰνίγματι μᾶλλον ἐοικώς. Τὸν γὰρ αἴτιον τῶν τοσούτων κακῶν, καὶ ἐκείνῃ τῇ μάχῃ παρασχόντα τὴν ὑπόθεσιν ἅπασαν, καὶ οὗ πεσόντος ἅπαντα λέλυτο τὰ δεινὰ, τοῦτον ἔχειν ἐν πολλῇ προνοίᾳ καὶ φειδοῖ τοὺς στρατηγοὺς παρεκάλει τοὺς αὐτοῦ, συνεχῶς ἐπιλέγων· Φείσασθέ μου τοῦ παιδαρίου Ἀβεσσαλώμ. Τί ταύτης ἂν γένοιτο τῆς ἀπορίας χεῖρον; τί τῆς ἀμηχανίας ἐλεεινότερον; Πόλεμον ἀναδέξασθαι ἠναγκάζετο, ἐν ᾧ καὶ τὸ νικῆσαι καὶ τὸ κρατηθῆναι ὁμοίως ἀπευκτὸν ἦν αὐτῷ. Οὔτε γὰρ ἔλαττον ἔχειν ἤθελεν, οὐδὲ γὰρ ἂν τοσοῦτον ἐξέπεμψε στρατὸν, οὔτε περιγενέσθαι, οὐδὲ γὰρ ἂν τὸν συνέχοντα καὶ συγκροτοῦντα τὴν τῆς μάχης παράταξιν ἐκώλυσεν ἀνελεῖν. Κριθέντος δὲ τοῦ πολέμου καὶ τέλος λαβόντος ὅπερ ἤθελεν ὁ Θεὸς, καὶ τοῦ πατραλοίου πεσόντος ἐκείνου, οἱ μὲν λοιποὶ πάντες ἦσαν ἐν εὐφροσύνῃ καὶ χαρᾷ, μόνος δὲ ἐκεῖνος ἐπένθει καὶ ἐδάκρυε, καὶ καθείρξας ἑαυτὸν ἀνεκαλεῖτο τὸν τεθνηκότα, καὶ ἐδυσχέραινεν ὅτι μὴ ἀντ' ἐκείνου τὴν τελευτὴν ἐδέξατο. Τίς δώσει γάρ μοι, φησὶ, θάνατον, ἀντὶ σοῦ, Ἀβεσσαλὼμ, υἱέ μου; Τί ταύτης ἠκούσθη πολυπλοκώτερον τῆς συμφορᾶς; Ὅτε μὲν τὸν ἀδελφὸν ἀνεῖλεν, ἀνελεῖν αὐτὸν ἐσπούδαζεν, ὅτε δὲ ἐμάνη κατ' αὐτοῦ, τότε φείδεται τοῦ παιδός. Καὶ οὐκ ἂν ἐπαύσατο θρηνῶν ἐπὶ πολὺ τὸν νεκρὸν, εἰ μὴ εἰσῆλθεν ὁ Ἰωὰβ, καὶ τὴν ἀτοπίαν τοῦ πράγματος ἔδειξε, καὶ σφοδρότερον διαλεχθεὶς ἀνέστησέ τε αὐτὸν, καὶ ἐν σχήματι τῷ προσήκοντι δέξασθαι τὴν στρατιὰν παρεσκεύασε. Καὶ οὐδὲ τότε αὐτῷ τὰ τῶν δεινῶν τέλος ἐλάμβανεν, ἀλλὰ πρῶτον μὲν ἐστασίασαν πρὸς ἀλλήλους οἱ στρατιῶται καὶ διῃρέθησαν· ὡς δὲ μόλις καὶ μετὰ πολλῆς τῆς κολακείας εἶξαν τῷ βασιλεῖ, πάλιν ἀποπηδήσαντες προσετέθησαν τῷ Σαβεὲ, καὶ πάλιν ἐξ ἀρχῆς ἕτερος ἐτίκτετο πόλεμος τῶν τοῦ προτέρου λειψάνων μενόντων ἔτι. Ὑπὲρ ὧν θορυβηθεὶς ὁ Δαυῒδ, καὶ συγκροτήσας τοὺς στρατιώτας, ἐξέπεμψε μετὰ τῶν στρατηγῶν· ὁ δὲ Ἰωὰβ τροπωσάμενος καὶ τοῦτον τὸν πόλεμον, οὐκ ἀφῆκε καθαρὰν ἀθυμίας γενέσθαι τὴν ἀπὸ τῆς νίκης ἡδονήν. Τὸν γὰρ συστράτηγον τὸν αὐτοῦ καὶ πάντα τὸν λαὸν ὑποτάξαντα τῷ Δαυῒδ, τοῦτον ἁπλῶς καὶ οὐδὲν ἔχων ἐγκαλεῖν, ὑπὸ βασκανίας μανεὶς ἀνεῖλε καὶ διεχρήσατο· ὅπερ οὕτω διετάραξε τὸν βασιλέα καὶ συνέχεεν, ὡς καὶ περὶ τούτου τελευτῶντα ἐπισκῆψαι τῷ παιδὶ, καὶ δεηθῆναι μὴ περιιδεῖν ἀτιμώρητον ἀπελθόντα τὸν Ἀμισσᾶ. Καὶ τὸ δὴ χαλεπώτερον, οὕτω διακείμενος οὐδὲ ἐξειπεῖν ἐτόλμα τῆς ἀθυμίας τὴν ὑπόθεσιν, διὰ τὸ μυρίοις ἤδη προστεταλαιπωρηκέναι κακοῖς. Καὶ γὰρ μετὰ τοὺς πολέμους τούτους διεδέξατο λιμὸς τὴν χώραν πᾶσαν, καὶ τοῦ κακοῦ ζητῶν λύσιν εὑρεῖν, ἠναγκάζετο τοὺς τοῦ Σαοὺλ ἐκδοῦναι παῖδας εἰς σφαγήν. Τοῦτο γὰρ ἔλεγεν ὁ χρησμός· Ἐπὶ Σαοὺλ, φησὶ, καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἡ ἀδικία αὕτη διὰ τὸ θανατῶσαι αὐτὸν τοὺς Γαβαωνίτας. Εἰ δέ τις μέμνηται πῶς τὸν Σαοὺλ ἐθρήνησεν, οἶδε τί καὶ τότε ἔπασχε παραδιδοὺς τοῖς Γαβαωνίταις αὐτούς· ἀλλ' ὅμως καὶ ταῦτα ἔφερε, καὶ περαιτέρω πάλιν προῄει τὰ τῶν συμφορῶν. Μετὰ γὰρ τὸν λιμὸν ἐπέστη λοιμὸς, καὶ πίπτουσιν ἑβδομήκοντα χιλιάδες ἀνδρῶν ἐν τῷ τῆς ἡμέρας ἡμίσει καιρῷ, ὅτε καὶ τὰ ἐλεεινὰ ἐκεῖνα ῥήματα φθέγγεται ὁ βασιλεύς. Ἰδὼν γὰρ τὸν ἄγγελον ἐσπασμένον τὴν ῥομφαίαν ἔλεγεν· Ἰδοὺ ἐγὼ ὁ ποιμὴν ἥμαρτον, καὶ ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα, καὶ οὗτοι, τὸ ποίμνιον, τί ἐποίησαν; Γενέσθω ἐν ἐμοὶ ἡ χείρ σου, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Πάσας μὲν οὖν αὐτοῦ τὰς ἀθυμίας πρὸς ἀκρίβειαν οὐ δυνατὸν ἡμῖν ἐξειπεῖν· οὐδὲ γάρ εἰσιν ἀνάγραπτοι πᾶσαι· ἀπὸ δὲ τῶν θρήνων αὐτοῦ καὶ τῶν ὀδυρμῶν δυνατὸν στοχάσασθαι καὶ τῶν παραλειφθεισῶν τὸ μέγεθος, καὶ ὡς οὐδέποτε διελίμπανε κοπτόμενος καὶ ἀλγῶν ὁ δίκαιος. Τί γάρ φησιν; Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη· ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. Εἰ δὲ λέγοις ὅτι τῆς κοινῆς τοῦτο κατέγνω ζωῆς, οὐ τῆς αὐτοῦ μόνον, μεῖζόν τι ἢ ἐγὼ αὐτὸς βούλομαι λέγεις, καὶ λόγων ἡμᾶς ἀπαλλάττεις πολλῶν, αὐτὸς ὁμολογῶν, ὅτι οὐ μόνον ἐκείνου, ἀλλ' οὐδ' ἑτέρου τινὸς βίον ἔστιν εὑρεῖν μὴ πολλῷ πλείονα τῶν χρηστῶν ἔχοντα τὰ δυσχερῆ. Καὶ γὰρ, ὥσπερ οὖν καὶ αὐτὸς ἔφης καλῶς, οὐ τὰ αὐτοῦ μόνον ἐκεῖνος, ἀλλὰ καὶ τὰ τῶν ἄλλων διασκεψάμενος, οὕτω ταύτην ἐξήνεγκε τὴν ἀπόφασιν, τὰ μὲν αὐτὰ τῷ πατριάρχῃ φθεγγόμενος, μετὰ δὲ μείζονος τῆς σφοδρότητος· ὃ γὰρ ἐκεῖνος ἐπὶ μέρους, τοῦτο καθόλου οὗτος ὕστερον ἀπεφήνατο. Ὁ μὲν γὰρ ἔλεγε, Μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι μου· οὗτος δὲ, Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, τουτέστι πάντων ἀνθρώπων, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος.