Ancient Greek
ΤΟΥ ΑΥΤΟΥ ΠΡΟΣ ΣΤΑΓΕΙΡΙΟΝ ΠΕΡΙ ΑΘΥΜΙΑΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Ad Stagirium a daemone vexatum (lib. 1-3) Section ι.1-3
Not analysed yet
Ἀλλὰ ταῦτα μὲν, ὅπερ ἔφην, ἀφίημί σοι μετὰ ἀκριβείας ἁπάσης κατὰ σχολὴν ἐπελθεῖν· ἐγὼ δὲ ἐπὶ τοὺς λοιποὺς ἥξω προφήτας, καίτοι γε οὐδαμοῦ τὸν βίον αὐτῶν ἀνάγραπτον ἀφῆκαν ἡμῖν, ἀλλ' ὅμως καὶ εἰς τοσαύτην στενοχωρίαν ἐμπεσόντες, διὰ τὴν ὑπερβολὴν τῶν κατασχόντων αὐτοὺς κακῶν, καὶ ἀπὸ ῥήματος ἑνὸς οἶμαι δυνήσεσθαι δεῖξαι πάντα τὸν βίον αὐτῶν ὄντα κατώδυνον. Καὶ πρῶτον μὲν, ὃ κοινὸν πᾶσιν ὑπῆρχεν αὐτοῖς, στρεβλούμενοι, μαστιζόμενοι, πριζόμενοι, λιθαζόμενοι, φυλακιζόμενοι, ἐν φόνῳ μαχαίρας ἀποθνήσκοντες, περιερχόμενοι ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι τὸν ἅπαντα βίον διετέλουν. Μετὰ δὲ τοῦτο καὶ ἑτέραν εἶχον ἀθυμίας προσθήκην ταύτης χαλεπωτέραν, τὸ τὴν κακίαν ὁρᾷν προβαίνουσαν τῶν ταῦτα διατιθέντων αὐτοὺς, ἐφ' ᾧ μᾶλλον τῶν οἰκείων ἐδάκνοντο θλίψεων. Καὶ ὁ μὲν ἔλεγεν· Ἀρὰ καὶ ψεῦδος, καὶ κλοπὴ καὶ μοιχεία καὶ φόνος κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ' αἵμασι μίσγουσι· τὸ ἀδεὲς καὶ πολύπλοκον καὶ δαψιλὲς τῆς κακίας ἐμφαίνων ἡμῖν. Ἕτερος δὲ ἐβόα πάλιν· Οἴμοι. ὅτι ἐγενόμην ὡς συνάγων καλάμην ἐν ἀμήτῳ, καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγήτῳ οὐχ ὑπάρχοντος βότρυος· τὸ σπάνιον τῶν ἀγαθῶν ἀνδρῶν διὰ τούτων θρηνῶν. Ἄλλος πάλιν ἕτερα τοιαῦτα ἀπωδύρετο. Ὁ δὲ αἰπόλος οὐ τὰς κακίας αὐτῶν ἐπένθει μόνον, ἀλλὰ καὶ τὰς συμφορὰς μᾶλλον τῶν οἰκείων ἐθρήνει πειρασμῶν, καὶ τοῦ Θεοῦ ἐδεῖτο λέγων· Ἵλεως γενοῦ, Κύριε· τίς ἀναστήσει τὸν Ἰακὼβ, ὅτι ὀλιγοστός ἐστι; Μετανόησον, Κύριε, ἐπὶ τούτῳ. Καὶ οὐδὲ οὕτω τυγχάνει τῆς ἱκετηρίας· εἶπε γάρ· Καὶ οὐ μὴ γένηται, λέγει Κύριος. Ὁ δὲ Ἡσαΐας ἀκούσας ὅτι ἔρημος ἔσται πᾶσα ἡ γῆ, οὐδὲ παρακαλεῖσθαι ἤθελεν, ἀλλ' ἐπένθει διηνεκῶς καὶ ἔλεγεν· Ἄφετέ με, πικρῶς κλαύσομαι, μὴ κατισχύσητε παρακαλεῖν με· ὁ γὰρ τοῦ θανάτου τρόπος πᾶσαν ὑπερβαίνει συμφοράν. Τοῦ δὲ Ἱερεμίου τοὺς θρήνους, καὶ τοὺς ἰδίᾳ συντεταγμένους, καὶ τοὺς πανταχοῦ τῆς προφητείας διεσπαρμένους, τούς τε ὑπὲρ τῆς πόλεως, τούς τε ὑπὲρ αὐτοῦ, τίς ἀδακρυτὶ δυνήσεται ἐπελθεῖν; Νῦν μὲν γὰρ ἔλεγε· Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων; καὶ κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτός· νῦν δέ· Τίς δώσει μοι ἐν τῇ ἐρήμῳ σταθμὸν ἔσχατον, καὶ καταλείψω τὸν λαὸν τοῦτον, καὶ ἀπελεύσομαι ἀπ' αὐτῶν; ὅτι πάντες μοιχῶνται. Καὶ ποτὲ μὲν σχετλιάζων ἐβόα· Οἴμοι ἐγὼ, μήτηρ. ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ; ποτὲ δὲ καὶ τὴν ἡμέραν τῆς γενέσεως αὐτοῦ κατηρᾶτο λέγων, Ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην ἐν αὐτῇ. Ὁ δὲ τοῦ βορβόρου λάκκος, καὶ αἱ τῶν δεσμῶν θλίψεις, καὶ αἱ μάστιγες, καὶ αἱ ἐπιβουλαὶ, καὶ ὁ γέλως ὁ διηνεκὴς οὕτως αὐτὸν διέθηκαν, ὡς καὶ ἀπαγορεῦσαι λοιπόν. Τί δὲ ἡνίκα τῆς πόλεως ἁλούσης προνοίας ἔτυχε παρὰ τῶν βαρβάρων καὶ τιμῆς; ἆρα ᾔσθετο τούτων; Τότε μὲν οὖν καὶ τοὺς πικροὺς θρήνους ἔγραψε τοὺς ἀπελθόντας πενθῶν, καὶ τῶν παρελθόντων δὲ οὐκ ἐλάττονα εἶδε δεινὰ, αὐτῶν τῶν ἀπὸ τοῦ πολέμου ὑπολειφθέντων παροξυνάντων τὸν Θεόν. Ἐπαγγειλάμενοι γὰρ πάντα αὐτῷ πεισθήσεσθαι καὶ μηδὲν ἀντερεῖν, εἰς Αἴγυπτον πάλιν κατῄεσαν, τοῦ χρησμοῦ τἀναντία λέγοντος, καὶ τὸν προφήτην κατῆγον μεθ' ἑαυτῶν, καὶ χαλεπώτερα τῶν προτέρων αὐτοῖς ἠνάγκαζον προαναφωνεῖν διὰ τῆς ἀγνωμοσύνης τῆς ἑαυτῶν. Τί δὲ ὁ Ἰεζεκιήλ; τί δὲ ὁ Δανιήλ; οὐκ ἐν αἰχμαλωσίᾳ τὸν ἅπαντα χρόνον διήγαγον; Καὶ ὁ μὲν λιμῷ καὶ δίψει ὑπὲρ τῶν ἀλλοτρίων ἐκολάζετο κακῶν, καὶ τῆς γυναικὸς ἀπελθούσης τοσαύτην συμφορὰν ἀδακρυτὶ προσετάττετο φέρειν, οὗ τί βαρύτερον γένοιτ' ἂν τοῦ μηδὲ θρηνεῖν συγχωρεῖσθαι τὰ οἰκεῖα κακά; Τὸ γὰρ ἐπὶ βολβίτων ἀναγκάζεσθαι τὸν ἄρτον ἐσθίειν τὸν αὐτοῦ, καὶ ἐπὶ τῆς μιᾶς πλευρᾶς κατακλίνεσθαι ἐπὶ ἐνενήκοντα ἡμέρας καὶ ἑκατὸν, καὶ ὅσα ἕτερα τοιαῦτα ἐκελεύετο ὑπομένειν, παρίημι νῦν. Εἰ γὰρ καὶ μηδὲν αὐτῷ συμβεβήκει τῶν ἀνιαρῶν τῶν τε παραλειφθέντων ὑφ' ἡμῶν, τῶν τε λεχθέντων νῦν, αὐτὸ μόνον τὸ μεταξὺ τῶν πολεμίων εἶναι καὶ βαρβάρων καὶ ἀνδρῶν ἀκαθάρτων τὸν δίκαιον καὶ καθαρὸν, πάσης τιμωρίας χαλεπώτερον ἦν. Ὁ δὲ Δανιὴλ ἐδόκει μὲν τιμῆς ἀπολαύειν πολλῆς, καὶ οὐχ ὡς ἐν αἰχμαλωσίᾳ ζῇν ἐν τοῖς βασιλείοις ἀναστρεφόμενος, καὶ ἐν δυναστείαις ὤν· εἰ δέ τις αὐτοῦ τῆς εὐχῆς ἐπακούσειε καὶ τὴν νηστείαν καταμάθοι, καὶ τοῦ προσώπου τὴν ἀλλοίωσιν καὶ τὰς ἱκετηρίας τὰς συνεχεῖς, καὶ ὑπὲρ ὧν ταῦτα ἔπραττε γνοίη καλῶς, εἴσεται πάντων μάλιστα τοῦτον ἐν ὀδύναις ὄντα καὶ ἀθυμίαις. Οὐ γὰρ τὰ παρόντα μόνον αὐτὸν ἠνία κακὰ, ἀλλὰ καὶ τὰ μέλλοντα συνετάραττεν, ἅπερ καὶ μηδέπω γεγενημένα κατηξιώθη μαθεῖν προφητικοῖς ὀφθαλμοῖς· καὶ τῆς προτέρας οὐδέπω δουλείας ἀπαλλαγέντας ἰδὼν τοὺς Ἰουδαίους, ἑτέραν αὐτοῖς αἰχμαλωσίαν ἠναγκάζετο προορᾷν, καὶ τὴν οὔπω κατασκευασθεῖσαν πόλιν, ταύτην ἁλισκομένην ἔβλεπε, καὶ ταῖς θυσίαις μολυνόμενον τὸν ναὸν καὶ ἐρημούμενον, καὶ τὴν ἁγιαστίαν ἀνατρεπομένην ἅπασαν. Διόπερ ἐπένθει καὶ ἐδάκρυε λέγων· Ἡμῖν ἡ αἰσχύνη τοῦ προσώπου καὶ τοῖς βασιλεῦσιν ἡμῶν, καὶ τοῖς ἄρχουσι, καὶ τοῖς πατράσιν ἡμῶν, οἵτινες ἡμάρτομέν σοι τῷ Κυρίῳ.