Ancient Greek · ~15 min
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus eos qui non adfuerant 1.1
Not analysed yet
Ὅσῳ ἐλάττους τῶν εἰωθότων οἱ συνελθόντες, τοσούτῳ καὶ ἡμεῖς μείζονι χρησόμεθα τῇ προθυμίᾳ. Οὐδὲ γὰρ δίκαιον ἂν εἴη τῶν ἀπολειφθέντων τὴν ῥᾳθυμίαν τὴν ἡμετέραν σπουδὴν λυμήνασθαι, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο καὶ δαψιλεστέραν παραθήσομεν τὴν τράπεζαν, ἵνα τῇ, πείρᾳ μαθόντες τὴν ζημίαν οἱ μὴ παραγενόμενοι, σπουδαιότεροι λοιπὸν περὶ τὰς συνόδους γίνωνται ταύτας. Διὸ δὴ καὶ τὴν ὑμετέραν ἀγάπην παρακαλῶ προσέχειν τοῖς λεγομένοις· οὕτω γὰρ διπλοῦν ὑμῖν ἔσται τὸ κέρδος· τοῖς τε γὰρ ἀπολειφθεῖσι διαβιβάζοντες τὰ λεγόμενα, σπουδαιοτέρους αὐτοὺς ἐργάσεσθε, τήν τε ὑμετέραν ψυχὴν φιλοσοφωτέραν κατασκευάσετε. Καθάπερ γὰρ τῆς γῆς ἡ φύσις ἀμελουμένη μὲν, βοτάνας ἐκφέρει πονηρὰς, συνεχῶς δὲ γεωργικῶν ἀπολαύουσα χειρῶν, ὥριμον δίδωσι τὸν καρπόν· οὕτω δὴ καὶ ἀνθρώπου ψυχὴ, ἡ μὲν ἐν ῥᾳθυμίᾳ κειμένη, πλημμελημάτων ἀκάνθας τίκτει· ἡ δὲ ἀπολαύουσα προνοίας, κομῶντα τῆς ἀρετῆς φέρει τὸν καρπόν. Διὸ καί τις σοφὸς παραινεῖ λέγων· Ὥσπερ γεώργιον ἀνὴρ ἄφρων, καὶ ὥσπερ ἀμπελὼν ἀνὴρ ἐνδεὴς φρενῶν· ἐὰν ἀφῇς αὐτὸν, χερσωθήσεται καὶ χορτομανήσει. Ἵν' οὖν μὴ τοῦτο γίνηται νῦν, συνεχῶς τοῦ λόγου τὴν δρεπάνην μεταχειρίζομεν· κἂν μέν τι πονηρὸν βλαστάνῃ, διηνεκῶς ἐκκόπτομεν· ἂν δέ τι ὥριμον καὶ καρπὸν ἔχον, τρέφομέν τε καὶ ἀρδεύομεν, καὶ πρὸς ἀκμὴν ἄγομεν, συνεχῆ τὴν ἐπιμέλειαν ἐπιδεικνύμενοι. Διπλῆς γὰρ δεόμεθα προνοίας, μᾶλλον δὲ καὶ τριπλῆς· μιᾶς μὲν, ἵνα ἀπαλλαγῶμεν κακίας· ἑτέρας δὲ, ἵνα κτησώμεθα ἀρετήν· μετὰ δὲ ταῦτα, ἵνα τὴν κτηθεῖσαν διαφυλάξωμεν· ἔνθα καὶ πολλοῦ δεῖ μάλιστα πόνου· ἐπειδὴ καὶ ὁ πονηρὸς δαίμων ἐκεῖνος, καὶ τοῖς ἡμετέροις βασκαίνων καλοῖς, τοῖς κατωρθωκόσιν ἐπιτίθεται μειζόνως· καὶ καθάπερ οἱ πειραταὶ καὶ καταποντισταὶ τὰ μὲν ἄμμον ἔχοντα πλοῖα παρατρέχουσιν, εἰ δέ που φόρτον ἴδοιεν ἔχοντα πολυτελῆ καὶ πλοῦτον ἐναποκείμενον, τούτοις ἐπιτίθενται, διατιτρῶντες κάτωθεν, προσβάλλοντες ἄνωθεν, πᾶσαν κινοῦντες μηχανήν· οὕτω δὴ καὶ ὁ διάβολος τοῖς μάλιστα πολλὴν συναγηοχόσι τὴν ἀρετὴν προσβάλλειν εἴωθεν καὶ φθονεῖν καὶ ἐπιβουλεύειν. Τοσοῦτοι γοῦν ἦσαν ἄνθρωποι κατὰ τὴν οἰκουμένην ἐπὶ τοῦ Ἰὼβ, καὶ πρὸς ἐκεῖνον μόνον ἀπεδύσατο, καὶ τὰ μηχανήματα αὐτοῦ πάντα ἐκίνησεν· ἀλλ' ὅμως οὐκ ἴσχυσε ποιῆσαι ναυάγιον, ἀλλὰ καὶ πλείονα τὸν φόρτον εἰργάσατο καὶ μείζονα τὴν ἐμπορίαν. Τοιοῦτον γὰρ ἡ ἀρετή· βαλλομένη δυνατωτέρα γίνεται, καὶ ἐπιβουλευομένη ἀσφαλεστέρα καθίσταται. Ὃ δὴ καὶ ἐπὶ τοῦ μακαρίου γέγονεν ἐκείνου, ὃς πανταχόθεν βαλλόμενος, ἀσφαλέστερος ἵστατο, καὶ μυρία βέλη δεχόμενος, οὐκ ἐνεδίδου, ἀλλ' ἐκένωσε μὲν τοῦ διαβόλου τὴν βελοθήκην, αὐτὸς δὲ οὐ κατέπεσεν οὐδὲ ὑπεσκελίσθη, ἀλλ' ὥσπερ ἄριστος κυβερνήτης, οὔτε μαινομένης τῆς θαλάττης καὶ τῶν κυμάτων διεγειρομένων κατεποντίζετο, οὔτε γαλήνης οὔσης ῥᾳθυμότερος ἐγίνετο· ἀλλ' ἐν ἑκατέρᾳ τῇ τῶν καιρῶν διαφορᾷ ἴσην τὴν ἑαυτοῦ τέχνην διετήρησε, καὶ οὔτε πλοῦτος αὐτὸν ἐφύσησεν, οὔτε πενία ἐταπείνωσεν. Οὔτε τοίνυν κατὰ ῥοῦν τῶν πραγμάτων φερομένων ὕπτιος ἦν καὶ ἀναπεπτωκὼς, οὔτε ὅλης σχεδὸν τῆς οἰκίας ἀνατραπείσης καὶ πανωλεθρίας γενομένης διεταράχθη καὶ τὴν ἀνδρείαν ἤλεγξε τὴν ἑαυτοῦ. Ἀκουέτωσαν πλούσιοι, ἀκουέτωσαν πένητες· ἑκατέροις γὰρ τὸ διήγημα χρήσιμον· μᾶλλον δὲ πᾶσιν ἀνθρώποις ἡ ἱστορία λυσιτελὴς, καὶ τοῖς ἐν εὐημερίᾳ, καὶ τοῖς ἐν συμφοραῖς. Ἑκάτερα γὰρ τὰ ὅπλα μεταχειρίσας ὁ τῆς εὐσεβείας ἀγωνιστὴς, ὁ τῆς οἰκουμένης στεφανίτης, ἐν ἑκατέροις τὸ τρόπαιον ἔστησε, καὶ πρὸς πᾶν εἶδος πολέμου τοῦ δαίμονος ἐπελθόντος ἐκείνου, πρὸς ἅπαντα παρετάξατο, καὶ ἐν πᾶσιν ἀνεκηρύττετο· καὶ καθάπερ στρατιώτης γενναῖος καὶ εἰδὼς νυκτομαχεῖν, τειχομαχεῖν, ναυμαχεῖν, πεζομαχεῖν καὶ τοξεύειν, καὶ δόρυ σείειν, καὶ σφενδόναις καὶ ἀκοντίοις καὶ παντὶ τρόπῳ μάχης περιγίνεσθαι τῶν ἐναντίων καὶ πανταχοῦ κρατεῖν· οὕτω δὴ καὶ ὁ γενναῖος ἐκεῖνος ἅπαντα πειρασμὸν μετὰ πολλῆς ἤνεγκε τῆς ἀνδρείας, τὸν ἀπὸ πενίας, τὸν ἀπὸ λιμοῦ, τὸν ἀπὸ νόσου, τὸν ἐξ ὀδύνης, τὸν ἀπὸ τῆς τῶν παίδων ἀπωλείας, τὸν ἀπὸ τῶν φίλων, τὸν ἀπὸ τῶν ἐχθρῶν, τὸν ἀπὸ τῆς γυναικὸς, τὸν ἀπὸ τῶν οἰκετῶν. Οὐδὲ γὰρ ἦν ἀνθρωπίνη συμφορὰ ἣ μὴ εἰς τὸ σῶμα ἐξεκενώθη ἐκείνου. Ἀλλ' ὅμως ἁπάντων ὑπερηνέχθη τῶν δικτύων καὶ ὑψηλότερος γέγονε τῶν τοῦ διαβόλου καλάμων· καὶ τὸ δὴ θαυμαστότερον, ὅτι καὶ πάντα αὐτῷ ἐπῄει, καὶ πάντα μεθ' ὑπερβολῆς καὶ πάντα ὑφ' ἕν.