Ancient Greek · ~19 min
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus eos qui non adfuerant 2.1
Not analysed yet
Μὴ γὰρ δὴ τοῦτο μόνον ἴδῃς, ὅτι τοσαῦτα ἔπαθεν, ἀλλὰ πρόσθες, ὅτι οὐδὲ κατὰ μικρὸν οὐδὲ ἐκ διαστήματος, ἀλλ' ὑφ' ἓν καὶ ὁμοῦ. Οὐ μικρὰ δὲ αὕτη πειρασμῶν προσθήκη· τῶν μὲν γὰρ ἄλλων ἁπάντων ἀνθρώπων πρῶτον μὲν οὐδεὶς ἂν εὑρεθείη πάντα ὑπομείνας ὁμοῦ, ἀλλ' εἰ καὶ πενίᾳ παλαίει, ὅμως ὑγείας ἀπολαύει· εἰ δὲ καὶ πενίᾳ καὶ νόσῳ περιεπάρη, ἀλλὰ γυναικὸς πολλάκις ἀπέλαυσε παραμυθουμένης φέρειν τὰ δεινὰ, καὶ ἀντὶ λιμένος αὐτῷ γινομένης· εἰ δὲ μὴ γυναικὸς ἀπέλαυσε τοιαύτης, ἀλλ' οὐχ οὕτω συμβουλευούσης ὀλέθρια· εἰ δὲ καὶ οὕτω συμβουλευούσης ὀλέθρια, ἀλλ' οὐχὶ καὶ τοὺς παῖδας ἀθρόον ἀπώλεσεν ἅπαντας· εἰ δὲ καὶ ἀθρόον, ἀλλ' οὐ τοιούτῳ τρόπῳ τελευτῆς· εἰ δὲ καὶ τοιούτῳ τρόπῳ τελευτῆς, ἀλλὰ φίλους ἔσχε παρακαλοῦντας· εἰ δὲ οὐκ ἔσχε παρακαλοῦντας, ἀλλ' οὐχὶ καὶ οὕτως ἐπεμβαίνοντας· εἰ δὲ καὶ ἐπεμβαίνοντας, ἀλλ' οὐχὶ καὶ οἰκέτας ὀνειδίζοντας· εἰ δὲ καὶ ὀνειδίζοντας, ἀλλ' οὐχὶ καὶ εἰς τὸ πρόσωπον αὐτοῦ ἐμπτύοντας· εἰ δὲ καὶ εἰς τὸ πρόσωπον ἐμπτύοντας, ἀλλ' οὐχὶ καὶ νόσῳ τοσαύτῃ περιεπάρη· εἰ δὲ καὶ νόσῳ περιεπάρη τοσαύτῃ, ἀλλὰ δωματίου καὶ σκέπης ἀπέλαυσε, καὶ οὐκ ἐπὶ τῆς κοπρίας ἐκάθητο· εἰ δὲ καὶ ἐπὶ τῆς κοπρίας ἐκάθητο, ἀλλ' ἔσχε τοὺς χεῖρα ὀρέγοντας· εἰ δὲ μὴ ἔσχε τοὺς χεῖρα ὀρέγοντας, ἀλλ' οὐχὶ καὶ τοὺς ἐπεμβαίνοντας. Οὗτος δὲ ἅπαντα ταῦτα ὑπήνεγκεν, καὶ τὸ δὴ θαυμαστότερον, ὃ προλαβὼν εἶπον, ὅτι καὶ ὁμοῦ πάντα, ὅπερ διπλασίονα καὶ τριπλασίονα ποιεῖ τὰ χαλεπὰ φαίνεσθαι, ὅταν μηδὲ τὴν ἐκ τῆς ἀνακωχῆς ἔχῃ παραμυθίαν ὁ ἀγωνιζόμενος, ἀλλὰ τῇ συνεχείᾳ τῆς ἐπαγωγῆς πλείων ὁ θόρυβος γίνηται καὶ μείζων ἡ ταραχή· ὅπερ ἐπὶ τούτου συνέβη. Τὴν μὲν γὰρ τῶν προβάτων ἀπώλειαν καὶ τὸν ἐμπρησμὸν διεδέχετο τῶν βοῶν ἡ ἁρπαγὴ, καὶ τὴν τούτων ἡ τῶν ὄνων ἀφαίρεσις, καὶ ταύτην ἡ τῶν καμήλων αἰχμαλωσία καὶ τῶν οἰκετῶν ἡ σφαγὴ, καὶ ταύτην ἡ τῶν παίδων ἀπώλεια καὶ ὁ φρικτὸς ἐκεῖνος καὶ καινὸς θάνατος, καὶ ὁ φρικωδέστερος τάφος (ὁ αὐτὸς γὰρ ὁμοῦ καὶ θάνατος καὶ τάφος ἐγίνετο), καὶ ἡ τράπεζα, ἣ νῦν μὲν ἑστιώμενα, νῦν δὲ κατακοπέντα δεξαμένη τὰ σώματα, καὶ αἱ φιάλαι καὶ τὰ ποτήρια μετὰ τοῦ οἴνου τὸ αἷμα ὑποδεχόμενα, καὶ τὰ κατακεκομμένα μέλη. Ἀλλὰ ὅμως τὴν χαλεπὴν ταύτην τραγῳδίαν ἕτερα χαλεπώτερα πάλιν αὐτὰ ἀναμένει, οὐδὲ μικρὸν ἀναπνεύσαντα. Ἐντεῦθεν γὰρ αἱ πηγαὶ τῶν σκωλήκων, οἱ τῶν ἰχώρων ῥύακες, ἡ ἐπὶ τῆς κοπρίας καθέδρα, τὸ ὄστρακον τὸ τὰς πλευρὰς καταξαῖνον, ἡ δυσωδία τῶν ἑλκῶν ἡ τὸν καινὸν ἐκεῖνον ἐπεισάγουσα λιμὸν, καὶ ὁρωμένων οὐκ ἀφιεῖσα τῶν σιτίων ἅπτεσθαι, καὶ τοῦ λιμοῦ χαλεπωτέραν ἐντιθεῖσα τὴν ἀηδίαν· καὶ ταῦτα οὐκ ἐπὶ δύο καὶ δέκα καὶ εἴκοσι καὶ ἑκατὸν ἡμέρας, ἀλλ' ἐπὶ μησὶ πλείοσι. Καὶ οὐδὲ ἐνταῦθα ἵστατο τὰ τῶν παλαισμάτων, ἀλλ' ἐν τούτοις ὄντος αὐτοῦ καὶ ἀποτηγανιζομένου πάντοθεν, ἔνδοθεν, ἔξωθεν, ἐπῄει καὶ τὰ τῆς γυναικὸς μηχανήματα. Γίνεται γὰρ τοῦ δαίμονος ὅπλον ἡ σύνοικος, καὶ τοξεύει τὸν ἄνδρα, τὴν γλῶτταν δανείσασα τῷ διαβόλῳ, καὶ βάλλει τῶν εἰρημένων βέλη πικρότερα καὶ ὀλεθριώτερα. Καὶ οὐδὲ ἐνταῦθα τέλος ἐλάμβανε τὰ παλαίσματα, ἀλλ' ἀρχὴ πάλιν καὶ προοίμια τῆς παρατάξεως ἦν. Ἐπειδὴ γὰρ οὐδὲν ἐντεῦθεν ἐγένετο πλέον τῷ διαβόλῳ, τῶν φίλων ὁ χορὸς παρεγένετο, ἐν προσωπείῳ συμπαθείας τὰ τῶν πολεμίων ἐπιδεικνύμενος, καὶ ἐνάλλονται κειμένῳ, καὶ ἀναξαίνουσι τὰ ἕλκη, ἀλλήλους διαδεχόμενοι καὶ μηδὲ ἀναπνεῖν ἐῶντες, καὶ πολλοὺς κύκλους κυκλοῦντες, χαλεπήν τινα χορείαν χορεύοντες. Εἴπω καὶ τῆς νυκτὸς τὸν ἀφόρητον πειρασμὸν, καὶ αὐτὸν καινὸν ὄντα καὶ παράδοξον; Τοῖς μὲν γὰρ ἄλλοις ἅπασιν ἀνθρώποις, κἂν μυρία πάσχωσι δεινὰ, κἂν δεσμωτήρια οἰκῶσι, κἂν ἅλυσιν περικέωνται, κἂν συμφορὰς θρηνῶσι, κἂν λώβην σώματος ὑπομένωσι, κἂν πενίᾳ πιέζωνται, κἂν νόσῳ. κἂν πόνοις, κἂν ταλαιπωρίαις, ἀλλ' ὅμως ἐπελθοῦσα ἡ νὺξ φάρμακον ἐπάγει παραμυθίας, ἀφιεῖσα τῶν πόνων τὸ σῶμα, ἀνιεῖσα τῶν φροντίδων τὴν ψυχήν· ἐπὶ δὲ ἐκείνου τότε καὶ ὁ λιμὴν σκόπελος γέγονε, καὶ τὸ φάρμακον ἕλκος κατέστη, καὶ ἡ παραμυθία προσθήκη τις ἦν ὀδύνης χαλεπωτέρα, καὶ φοβερώτερος ὁ χειμὼν ἐγίνετο ἐν τῇ πᾶσιν ἀνθρώποις νυκτὶ παρεχούσῃ γαλήνην· καὶ ἔφευγε μὲν ὡς ἀπὸ κυμάτων τῆς ἡμέρας, διὰ τὰς ἀκαρτερήτους ὀδύνας ἐκείνας, εὕρισκε δὲ τρικυμίας καὶ στροβίλους καὶ ὑφάλους καὶ σπιλάδας, ὡς πάλιν τὰ ἐν τῇ ἡμέρᾳ κύματα ζητεῖν. Διὸ δὴ καὶ αὐτὸς τὸ καινὸν τοῦτο πάθος διηγούμενος, ἐβόα λέγων· Ἐὰν κοιμηθῶ, λέγω· Πότε ἡμέρα; ἐὰν ἀναστῶ, λέγω· Πότε ἑσπέρα; Τίνος ἕνεκεν, εἰπέ μοι; ἐν μὲν γὰρ τῇ ἡμέρᾳ εἰκότως τὴν νύκτα ἐπιζητεῖς· ἑσπέραν γὰρ τὴν νύκτα καλεῖ, ἅτε ἀτέλειαν πᾶσι παρέχουσαν τῶν μεθημερινῶν κακῶν· ἐν νυκτὶ δὲ γενόμενος· καὶ γαλήνῃ καὶ λήθῃ τῶν ὀδυνῶν ἐκείνων καὶ τῶν φροντίδων, τί πάλιν ἐπιζητεῖς τὴν ἡμέραν; Ὅτι μοι τῆς ἡμέρας χαλεπωτέρα ἡ νύξ· οὐ γὰρ ἀτέλειάν μοι παρέχει τῶν πόνων, ἀλλ' ἐπίτασιν καὶ θορύβους καὶ ταραχάς· καὶ τοῦτο αὐτὸ διηγούμενος ἔλεγε· Φοβεῖς με ἐν ἐνυπνίοις, καὶ ἐν ὁράμασί με καταπλήσσεις. Καὶ γὰρ ἐξεδειματοῦτο, φοβερὰς ὄψεις ὁρῶν ἐπὶ τῆς νυκτὸς, καὶ φόβον ἀφόρητον ὑπομένων, ἔκστασίν τε πολλὴν καὶ κατάπληξιν.