Ancient Greek · ~20 min
ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ Λόγος ἕβδομος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8) 1.1-7
Not analysed yet
Ἆρα κόρον ἐλάβετε τῆς πρὸς Ἰουδαίους μάχης; ἢ βούλεσθε καὶ σήμερον τῆς αὐτῆς ὑποθέσεως ἁψώμεθα πάλιν; Εἰ γὰρ καὶ πολλὰ τὰ ἔμπροσθεν εἰρημένα, ἀλλ' ὅμως ὑμᾶς ἐπιθυμεῖν οἶμαι τῆς αὐτῆς ἀκροάσεως πάλιν. Ὁ γὰρ τῆς εἰς τὸν Χριστὸν ἀγάπης οὐκ ἔχων κόρον, οὐδὲ τῆς πρὸς τοὺς μισοῦντας αὐτὸν μάχης λήψεται κόρον ποτέ. Χωρὶς δὲ τούτων, καὶ ἄλλως ἡμῖν ἀναγκαῖος οὗτος ὁ λόγος· ἔτι γὰρ λείψανα τῶν ἑορτῶν αὐτῶν ὑπολέλειπται. Ἀλλ' ὥσπερ αὐτῶν αἱ σάλπιγγες τῶν ἐν τοῖς θεάτροις ἦσαν παρανομώτεραι, καὶ αἱ νηστεῖαι μέθης καὶ κώμου παντὸς ἦσαν αἰσχρότεραι, οὕτω καὶ αἱ σκηναὶ αἱ νῦν παρ' αὐτῶν πηγνύμεναι, τῶν πανδοχείων τῶν πόρνας ἐχόντων καὶ αὐλητρίδας οὐδὲν ἄμεινον διάκεινται. Καὶ μηδεὶς τόλμαν καταγινωσκέτω τοῦ λόγου· τόλμα γὰρ ἐσχάτη καὶ παρανομία τὸ μὴ οὕτως ὑποπτεύειν περὶ ἐκείνων. Ὅταν γὰρ τῷ Θεῷ φιλονεικοῦντες, καὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτοντες πράττωσι, πῶς οὐ χρὴ τοιαύτην περὶ αὐτῶν ψῆφον ἐκφέρειν; Ἦν ποτε σεμνὴ αὕτη ἡ ἑορτὴ, ὅτε κατὰ νόμον ἐγίνετο, καὶ τοῦ Θεοῦ κελεύοντος, νυνὶ δὲ οὐκ ἔτι· τὸ γὰρ ἀξίωμα αὐτῆς ἅπαν ἀνῄρηται τῷ παρὰ γνώμην τοῦ Θεοῦ γίνεσθαι. Καὶ οἱ μάλιστα καθυβρίζοντες καὶ τὸν νόμον καὶ τὰς ἑορτὰς τὰς παλαιὰς, οὗτοι μάλιστα πάντων εἰσὶν οἱ δοκοῦντες νῦν ἐπιτελεῖν· οἱ δὲ μάλιστα τὸν νόμον τιμῶντες ἡμεῖς, οἱ καθάπερ γεγηρακότα ἄνθρωπον ἀναπαύοντες, καὶ οὐχ ἕλκοντες εἰς τὰ σκάμματα μετὰ τὴν πολιὰν, οὐδὲ παρὰ καιρὸν ἀγωνίζεσθαι ἀναγκάζοντες. Ὅτι γὰρ οὐκ ἔστι νόμου καιρὸς νῦν, οὔτε τῆς παλαιᾶς πολιτείας, ἱκανῶς μὲν καὶ ἔμπροσθεν ἀπεδείξαμεν· φέρε δὴ καὶ τὰ λείψανα γυμνάσωμεν τήμερον. Ἤρκει μὲν οὖν δείξαντα διὰ τῶν προφητῶν ἁπάντων, ὅτι τὸ ποιεῖν τι τοιοῦτον ἔξω τῶν Ἱεροσολύμων παρανομία τίς ἐστι καὶ ἀσέβεια, ἀπηλλάχθαι πραγμάτων. Εἰ γὰρ καὶ ἀληθὲς ἦν, ὃ πανταχοῦ κομπάζοντες ἀεὶ ψιθυρίζουσιν, ὅτι τὴν πόλιν ἀπολήψονται πάλιν, οὐδὲ οὕτως ἀπηλλάχθαι τῶν τῆς παρανομίας ἐγκλημάτων ἐδύναντο. Πλὴν ἀλλ' ἡμεῖς ἐκ περιουσίας καὶ τοῦτο ἀπεδείξαμεν, ὅτι οὔτε ἀναστήσεται λοιπὸν ἡ πόλις, οὔτε ἀπολήψονται τὴν ἑαυτῶν πολιτείαν. Τούτου δὲ ἀποδειχθέντος, καὶ τὰ λοιπὰ ἅπαντα συνωμολόγητο, οἷον ὡς οὔτε θυσίας εἶδος, οὔτε ὁλοκαυτώσεως, οὐχ ἡ τοῦ νόμου δύναμις, οὐκ ἄλλο τι τῆς πολιτείας ἐκείνης στῆναι δυνήσεται. Πρῶτον μὲν γὰρ ἐκέλευσεν ὁ νόμος τρὶς τοῦ ἐνιαυτοῦ πᾶν ἀρσενικὸν εἰς τὸν ναὸν ἀναβαίνειν· τοῦ δὲ ναοῦ καταλυθέντος, ἀδύνατον τοῦτο γενέσθαι. Μετὰ ταῦτα πάλιν ἐπέταττε τὸν γονοῤῥυῆ, τὸν λεπρὸν, τὴν ἐν καταμηνίοις γυναῖκα, τὴν λεχῶ, θυσίας ἀναφέρειν· καὶ τοῦτο δὲ πάλιν ἀδύνατον, οὐκ ὄντος τοῦ τόπου, οὐδὲ τοῦ βωμοῦ φαινομένου. Ἐκέλευσεν ᾄδειν ἱεροὺς ὕμνους· καὶ τοῦτο ἔμπροσθεν ἀπεδείξαμεν ἀπὸ τοῦ τόπου κωλυόμενον, καὶ τοὺς προφήτας ἐγκαλοῦντας, καὶ λέγοντας ὅτι ἀνέγνωσαν ἔξω νόμον, καὶ ἐπεκαλέσαντο ὁμολογίαν. Ὅταν τοίνυν μηδὲ ἀναγινώσκεσθαι δυνατὸν ἦν τὸν νόμον ἔξω τῆς πόλεως, πῶς αὐτὸν πράττειν ἔξω τῆς πόλεως δυνατόν; Διὰ γοῦν τοῦτο καὶ ἀπειλῶν αὐτοῖς ἔλεγεν· Οὐκ ἐπισκέψομαι τὰς θυγατέρας ὑμῶν, ὅταν ἐκπορνεύσωσι, καὶ τὰς νύμφας ὑμῶν, ὅταν μοιχεύσωσι. Τί δὲ τοῦτό ἐστι; Νόμον ὑμῖν ἀναγνοὺς παλαιὸν, σαφέστερον ποιῆσαι πειράσομαι. Τίς οὖν ἐστιν ὁ νόμος; Ἐὰν παραβῇ γυνὴ κατὰ τοῦ ἀνδρὸς αὐτῆς, καὶ παρίδῃ αὐτὸν ὑπεριδοῦσα, καὶ κοιμηθῇ τις μετ' αὐτῆς κοίτην σπέρματος, καὶ λάθῃ ἐξ ὀφθαλμῶν τοῦ ἀνδρὸς, καὶ μάρτυς μὴ ᾖ κατ' αὐτῆς, καὶ μὴ ᾖ συνειλημμένη, καὶ ἐπέλθῃ ἐπ' αὐτῷ πνεῦμα ζηλώσεως, αὕτη δὲ μὴ ᾖ μεμιασμένη. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐὰν μοιχευθῇ, φησὶ, γυνὴ, καὶ ὑποπτεύσῃ τὴν μοιχείαν ὁ ἀνὴρ, ἢ μὴ μοιχευθῇ, οὗτος δὲ ὑποπτεύσῃ, καὶ μήτε μάρτυς ᾖ, μήτε κύησις ἐλέγχουσα, ἄξει αὐτὴν πρὸς τὸν ἱερέα, φησὶ, καὶ προσοίσει τὸ δῶρον αὐτῆς ἄλευρον κρίθινον. Τί δήποτε οὐ σεμίδαλιν, οὐκ ἄλευρον πυροῦ, ἀλλὰ κρίθινον; Ἐπειδὴ πένθος ἐστὶ καὶ κατάγνωσις καὶ ὑποψία πονηρὰ τὸ γινόμενον, ἐμιμεῖτο τὴν συμφορὰν τῆς οἰκείας θυσίας τὸ σχῆμα· διὰ γὰρ τοῦτό φησιν· Οὐκ ἐπιχεεῖς ἐπ' αὐτὸ ἔλαιον, οὐδὲ ἐπιθήσεις ἐπ' αὐτὸ λίβανον. Εἶτα (δεῖ γὰρ ἐπιτεμεῖν) καὶ προσάξει αὐτὴν ὁ ἱερεὺς, καὶ λήψεται ὕδωρ καθαρὸν ἐν ἀγγείῳ ὀστρακίνῳ, καὶ ἀπὸ τῆς γῆς τῆς οὔσης ἐπὶ τοῦ ἐδάφους λαβὼν, ἐμβαλεῖ εἰς τὸ ὕδωρ, καὶ στήσει τὴν γυναῖκα, καὶ ὁρκιεῖ αὐτὴν, καὶ ἐρεῖ· Εἰ μὴ παρέβης μιανθῆναι πρὸς τὸν ἄνδρα τὸν σεαυτῆς, σώα ἴσθι ἀπὸ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ· εἰ δὲ παρέβης καὶ μεμίανσαι, καὶ ἔδωκέ τις τὴν κοίτην αὐτοῦ ἐν σοὶ, πλὴν τοῦ ἀνδρός σου, δῴη Κύριός σε ἐν ἀρᾷ καὶ ἐνόρκιον ἐν μέσῳ τοῦ λαοῦ. Τί ἔστιν, Ἐν ἀρᾷ καὶ ἐνόρκιον; Ἵνα λέγωσι· Μὴ πάθοιμι ὡς ἔπαθεν ἡ δεῖνα γυνή. Ἐν τῷ δοῦναι Κύριον τὴν κοιλίαν σου ἐμπεπρισμένην, καὶ εἰσελεύσεται τὸ ὕδωρ τὸ ἐπικατηραμένον πρῖσαι τὴν γαστέρα σου. Καὶ ἐρεῖ ἡ γυνή· Γένοιτο, γένοιτο. Καὶ ἔσται, ἐὰν ᾖ μεμιασμένη, εἰσελεύσεται τὸ ὕδωρ τοῦ ἐλεγμοῦ, καὶ πρίσει τὴν κοιλίαν αὐτῆς, καὶ ἔσται ἡ γυνὴ εἰς ἀράν. Ἐὰν δὲ μὴ μιανθῇ ἡ γυνὴ, ἀθῴα ἔσται καὶ ἐκσπερματιεῖ σπέρμα. Ἐπεὶ οὖν εἰς αἰχμαλωσίαν ἀπελθόντων αὐτῶν, οὐδὲν τούτων γενέσθαι δυνατὸν ἦν, οὔτε τοῦ ναοῦ ὄντος, οὔτε τοῦ βωμοῦ, οὔτε τῆς σκηνῆς, οὔτε τῆς θυσίας ἀναφερομένης, ἀπειλῶν ἔλεγεν· Οὐκ ἐπισκέψομαι τὰς θυγατέρας ὑμῶν, ὅταν πορνεύσωσι, καὶ τὰς νύμφας ὑμῶν, ὅταν μοιχεύσωσιν.