Ancient Greek · ~19 min
Τῇ προτεραίᾳ μακρὰν ὁμιλίαν εἰπὼν κατὰ Ἰουδαίων καὶ βράγχῳ κατασχεθεὶς ἀπὸ τοῦ μήκους τῶν εἰρημένων, νῦν ταύτην εἶπεν. Λόγος ἕκτος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8) 7.1-4
Not analysed yet
Ὅλως δὲ εἰ νομίζεις, διότι νόμος ἐκεῖ κεῖται καὶ προφητῶν βιβλία, τὸν τόπον ἅγιον εἶναι, ὥρα σοι λοιπὸν καὶ τὰ εἴδωλα, καὶ τοὺς ναοὺς τῶν εἰδώλων ἁγίους εἶναι νομίζειν. Καὶ γὰρ πολέμου ποτὲ καταλαβόντος τοὺς Ἰουδαίους, κρατήσαντες οἱ Ἀζώτιοι, καὶ τὴν κιβωτὸν λαβόντες, εἰς τὸ ἑαυτῶν ἱερὸν εἰσήγαγον. Ἆρα οὖν διὰ τοῦτο ἅγιος ἦν ὁ ναὸς, ἐπειδὴ τὴν κιβωτὸν εἶχεν; Οὐδαμῶς, ἀλλὰ καὶ βέβηλος καὶ ἀκάθαρτος. Καὶ εὐθέως τοῦτο διὰ τῶν ἔργων ἐδείκνυτο. Ἵνα γὰρ μάθωσιν οἱ πολέμιοι ὅτι οὐ δι' ἀσθένειαν τοῦ Θεοῦ, ἀλλὰ διὰ τὴν παρανομίαν τῶν θεραπευόντων αὐτὸν ἡ ἧττα γέγονε· καὶ ἡ κιβωτὸς ληφθεῖσα αἰχμάλωτος, ἐν ἀλλοτρίᾳ γῇ τὴν ἰσχὺν τὴν οἰκείαν ἐπεδείκνυτο, δὶς τὸ εἴδωλον χαμαὶ ῥίψασα, καὶ διακλασθῆναι παρασκευάσασα. Τοσοῦτον ἀπεῖχεν ἁγιάσαι τὸν τόπον, ὅτι καὶ ἐπολέμει τῷ τόπῳ. Ἄλλως δὲ, ποία κιβωτὸς νῦν παρὰ Ἰουδαίοις, ὅπου ἱλαστήριον οὐκ ἔστιν, ὅπου οὐ χρισμὸς, οὐ διαθήκης πλάκες, οὐ τὰ ἅγια τῶν ἁγίων, οὐ τὸ καταπέτασμα, οὐκ ἀρχιερεὺς, οὐ θυμίαμα, οὐχ ὁλοκαύτωσις, οὐ θυσία, οὐ τὰ ἄλλα τὰ ποιοῦντα σεμνὴν τὴν κιβωτὸν τότε ἐκείνην; Ἐμοὶ τῶν ἐπὶ τῆς ἀγορᾶς πωλουμένων κιβωτίων οὐδὲν ἄμεινον αὕτη ἡ κιβωτὸς διακεῖσθαι δοκεῖ, ἀλλὰ καὶ πολλῷ χεῖρον. Καὶ γὰρ τοὺς παριόντας οὐδὲν μὲν ταῦτα βλάψαι δύναται, ἐκείνη δὲ πολλὴν καθ' ἡμέραν τοῖς αὐτῇ προσιοῦσιν ἐργάζεται βλάβην. Ἀδελφοὶ, μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, καὶ τοὺς πρὸς ταῦτα ἐπτοημένους τῆς ἀκαίρου ταύτης ἀγωνίας ἀπαλλάττοντες, παιδεύσατε τί χρὴ φοβεῖσθαι καὶ δεδοικέναι, οὐχὶ τὴν κιβωτὸν ταύτην, ἀλλὰ τὸ καταφθείρειν τὸν ναὸν τοῦ Θεοῦ διὰ τῶν ἐκεῖ δρόμων, διὰ τοῦ πρὸς τὸν Ἰουδαϊσμὸν συνειδότος, διὰ τῆς ἀκαίρου ταύτης παρατηρήσεως. Οἵτινες γὰρ, φησὶν, ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. Τοῦτο χρὴ δεδοικέναι, μὴ κατὰ τὴν ἡμέραν ἐκείνην ἀκούσητε παρὰ τοῦ μέλλοντος κρίνειν ὑμᾶς· Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς· τοῖς γὰρ ἐμὲ σταυρώσασιν ἐκοινωνήσατε, καὶ τὰς ἑορτὰς, ἃς κατέλυσα, φιλονεικοῦντές μοι πάλιν ἀνεστήσατε, πρὸς τὰς συναγωγὰς ἐδράμετε τῶν εἰς ἐμὲ παρανομησάντων Ἰουδαίων. Κἀγὼ μὲν τὸν ναὸν καθεῖλον, καὶ ἐρείπιον ἐποίησα τὸν σεμνὸν ἐκεῖνον καὶ φρικτὰ κατέχοντα πράγματα, ὑμεῖς δὲ οἰκήματα, καπηλείων οὐδὲν ἄμεινον διακείμενα, καὶ σπήλαια λῃστῶν ἐθεραπεύετε. Εἰ γὰρ τότε, ὅτε τὰ χερουβὶμ ἦν, ὅτε ἡ κιβωτὸς, ὅτε ἔτι Πνεύματος ἐπήνθει χάρις, νῦν μὲν ἔλεγεν, ὅτι Ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν, νῦν δὲ, ὅτι Οἶκον ἐμπορίου, διὰ τὰς παρανομίας αὐτῶν καὶ τὰς μιαιφονίας· νῦν ὅτε αὐτοὺς ἡ τοῦ Πνεύματος ἐγκατέλιπε χάρις, καὶ πάντα ἐκεῖνα ἀνῄρηται τὰ σεμνὰ, τῷ Θεῷ φιλονεικοῦντες, τὴν παράνομον ταύτην ἐπιτελοῦσι λατρείαν, τί ἄν τις προσειπὼν τὰς συναγωγὰς αὐτῶν, ἀξίαν ἔσται εὑρηκὼς ἐπωνυμίαν; Εἰ γὰρ τότε σπήλαιον λῃστῶν ἦν, ὅτε ἔτι τὰ τῆς πολιτείας ἐκράτει, νῦν κἂν πορνεῖον, κἂν παρανομίας χωρίον, κἂν δαιμόνων καταγώγιον, κἂν διαβόλου φρούριον, κἂν ψυχῶν ὄλεθρον, κἂν ἀπωλείας ἁπάσης κρημνὸν καὶ βάραθρον, κἂν ὁτιοῦν τις προσείπῃ, ἔλαττον τῆς ἀξίας ἐρεῖ. Ναὸν ἐπιθυμεῖς ἰδεῖν; μὴ δράμῃς εἰς τὴν συναγωγὴν, ἀλλὰ γενοῦ σὺ ναός. Ἕνα καθεῖλε ναὸν ὁ Θεὸς ἐν Ἱεροσολύμοις, καὶ μυρίους ἀνέστησεν ἐκείνου πολλῷ σεμνοτέρους· Ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, φησί. Καλλώπισον ταύτην τὴν οἰκίαν, ἀπέλασον πάντα λογισμὸν πονηρὸν, ἵνα γένῃ μέλος τοῦ Χριστοῦ τίμιον, ἵνα γένῃ ναὸς τοῦ Πνεύματος· ποίησον καὶ ἑτέρους τοιούτους. Καὶ καθάπερ πένητας ὁρῶντες οὐκ ἂν παραδράμοιτε ῥᾳδίως, οὕτω καὶ τὸν ἐπὶ τὴν συναγωγὴν τρέχοντα βλέπων, μὴ παρίδῃς, ἀλλ' ὥσπερ χαλινῷ τινι τῷ λόγῳ κατασχὼν εἰς τὴν Ἐκκλησίαν ἐπανάγαγε. Αὕτη πλείων ἐκείνης ἡ ἐλεημοσύνη, καὶ μυρίων ταλάντων μεῖζον τὸ κέρδος. Καὶ τί λέγω μυρίων ταλάντων; καὶ τοῦ κόσμου παντὸς τοῦ φαινομένου, ἐπεὶ καὶ ὁ ἄνθρωπος τοῦ κόσμου παντὸς τιμιώτερος· διὰ γὰρ αὐτὸν καὶ οὐρανὸς καὶ γῆ καὶ θάλασσα γέγονε, καὶ ἥλιος καὶ ἀστέρες. Ἐννόησον τοίνυν τὸ ἀξίωμα τοῦ σωζομένου, καὶ μὴ καταφρονήσῃς αὐτοῦ τῆς ἐπιμελείας. Κἂν γὰρ μυρία τις καταβάλῃ χρήματα, οὐδὲν τοιοῦτον ἐργάζεται, ὅσον ὁ ψυχὴν διασώζων, καὶ πλάνης ἀπάγων, καὶ πρὸς εὐσέβειαν χειραγωγῶν. Ὁ πένητι δοὺς λιμὸν ἔλυσεν, ὁ τὸν Ἰουδαΐζοντα διορθώσας ἀσέβειαν ἀνεῖλεν· ἐκεῖνος πενίαν παρεμυθήσατο, οὗτος παρανομίαν ἔστησεν· ἐκεῖνος τὸ σῶμα ὀδύνης ἀπήλλαξεν, οὗτος καὶ τὴν ψυχὴν τῆς γεέννης ἐξήρπασεν. Ἔδειξα τὸν θησαυρὸν, μὴ προδῶτε τὸ κέρδος. Οὐκ ἔστιν ἐνταῦθα πενίαν αἰτιάσασθαι, οὐκ ἔστι πτωχείαν προβαλέσθαι· ῥημάτων ἐστὶν ἡ δαπάνη, λόγων ἐστὶ τὸ ἀνάλωμα. Μὴ τοίνυν κατοκνήσωμεν, ἀλλ', ὅση σπουδὴ καὶ προθυμία, τοὺς ἀδελφοὺς θηρεύσωμεν τοὺς ἡμετέρους, καὶ ἄκοντας εἰς τὰς οἰκίας τὰς ἑαυτῶν αὐτοὺς ἑλκύσαντες. ἄριστον παραθῶμεν, καὶ τραπέζης αὐτοῖς κοινωνήσωμεν σήμερον, ἵνα ἐπ' ὄψεσι ταῖς ἡμετέραις τὴν νηστείαν λύσαντες, καὶ πληροφορίαν ἡμῖν καὶ πίστιν ἱκανὴν παρασχόντες τῆς καλῆς ταύτης διορθώσεως, καὶ ἑαυτοῖς καὶ ἡμῖν τῶν αἰωνίων ἀγαθῶν γένωνται πρόξενοι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.