Ancient Greek · ~14 min
ΕΙΣ ΤΟΥΣ ΤΑ ΠΡΩΤΑ ΠΑΣΧΑ ΝΗΣΤΕΥΟΝΤΑΣ. Λόγος τρίτος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8) 2.1-3
Not analysed yet
Διὰ τοῦτο καὶ Παῦλος πολλὰ καὶ μεγάλα Κορινθίοις ἐγκαλεῖν ἔχων, οὐδὲν ἐνεκάλεσε πρὸ τούτου· ἀλλ' ἔχων αὐτοῖς ἐγκαλέσαι καὶ περὶ πορνείας, καὶ περὶ ἀπονοίας, καὶ τῶν ἔξω δικαστηρίων, καὶ τῶν ἐν τοῖς εἰδωλείοις συμποσίων, καὶ ὅτι γυναῖκες μὲν οὐκ ἐκαλύπτοντο τὰς κεφαλὰς, ἄνδρες δὲ τοῦτο ἐποίουν, καὶ μετὰ τούτων ἁπάντων διὰ τὴν τῶν πενήτων ὑπεροψίαν, καὶ τὴν ἐκ τῶν χαρισμάτων ἐγγινομένην αὐτοῖς ἀπόνοιαν, καὶ περὶ τῆς τῶν σωμάτων ἀναστάσεως· ἔχων δὲ μετὰ τούτων ἁπάντων καὶ περὶ τῆς πρὸς ἀλλήλους φιλονεικίας καὶ διχοστασίας αὐτοῖς ἐπιτιμῆσαι, πάντα τὰ ἄλλα παραδραμὼν, ἐκεῖνο διορθοῦται πρότερον. Καὶ εἰ μὴ δοκῶ παρενοχλεῖν, ἀπ' αὐτῶν τοῦ Παύλου ῥημάτων τοῦτο ποιήσω φανερὸν, ὅτι πάντα ἐκεῖνα ἔχων ἐγκαλεῖν, οὐδὲν πρὸ τούτου διώρθωσεν. Ὅτι μὲν γὰρ ἐπόρνευον, ἄκουσον τί φησιν· Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία. Ὅτι δὲ καὶ πεφυσίωνται καὶ μέγα ἐφρόνουν· Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες. Ὅτι δὲ καὶ ἔξω πάλιν ἐδικάζοντο· Τολμᾷ τις ἐξ ὑμῶν, πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον, κρίνεσθαι ἐπὶ τῶν ἀπίστων; Ὅτι δὲ καὶ εἰδωλόθυτα ἤσθιον· Οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. Καὶ περὶ τοῦ μὴ κατακαλύπτεσθαι δὲ τὰς γυναῖκας, ἀλλὰ τοὺς ἄνδρας ἀπ' ἐναντίας, ἄκουσον πῶς αὐτοῖς ἐπιτιμᾷ λέγων· Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων, καταισχύνει τὴν κεφαλὴν αὐτοῦ· πᾶσα δὲ γυνὴ προσευχομένη, ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ, καταισχύνει τὴν κεφαλὴν αὐτῆς. Καὶ ὅτι τῶν πενήτων ὑπερεώρων, καὶ τοῦτο ἐδήλωσεν εἰπών· Ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει· καὶ πάλιν, Ἢ τῆς Ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; Ἐπειδὴ δὲ καὶ τοῖς μείζοσι τῶν χαρισμάτων ἅπαντες ἐπεπήδων, καὶ τὸ ἔλαττον οὐδεὶς κατεδέχετο, φησί· Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; Ὅτι δὲ καὶ περὶ τῆς ἀναστάσεως ἀμφέβαλλον, Ἀλλ' ἐρεῖ τις, φησὶ, Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; Ἀλλ' ὅμως τοσαῦτα ἔχων ἐγκαλέσαι, οὐδὲν πρὸ ἐκείνου πρὸς αὐτοὺς εἶπε τῆς διαστάσεως καὶ τῆς φιλονεικίας· ἀλλ' εὐθέως ἀρχόμενος τῆς ἐπιστολῆς, οὕτω πώς φησι. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα. ᾜδει γὰρ, ᾔδει σαφῶς, ὅτι τοῦτο πρότερον ἦν τὸ κατεπεῖγον. Ὁ πορνεύων ἂν συνεχῶς εἰς τὴν ἐκκλησίαν εἰσίῃ, καὶ ὁ ἀλαζὼν, καὶ ὁ ὁτιοῦν ἔχων ἐλάττωμα, ταχέως αὐτὸ συνεχοῦς ἀπολαύων διδασκαλίας ἀπωθήσεται, καὶ πρὸς τὴν ὑγίειαν ἐπανήξει· ὁ μέντοι τῆς συνόδου ταύτης ἑαυτὸν ἀποῤῥήξας, καὶ τῆς τῶν πατέρων διδασκαλίας ὑπεξαγαγὼν, καὶ τὸ ἰατρεῖον φυγὼν, κἂν ὑγιαίνειν δοκῇ, ταχέως εἰς ἀῤῥωστίαν πεσεῖται. Καὶ καθάπερ ἰατρὸς ἄριστος τὸν πυρετὸν πρῶτον σβέσας, τότε τὰ ἕλκη καὶ τὰ ῥήγματα διορθοῦται· οὕτω καὶ Παῦλος ἐποίησε, πρότερον τὴν διάστασιν ἀνελὼν, τότε τὰ καθ' ἕκαστον μέλος ἐθεράπευσε τραύματα. Διὰ τοῦτο καὶ ὑπὲρ τούτου διαλέγεται πρὸ τούτων, μηδὲ στασιάζειν πρὸς ἀλλήλους, μηδὲ οἰκείους ἄρχοντας ἐπιγράφεσθαι, μηδὲ εἰς πολλὰ κατατεμεῖν μέρη Χριστοῦ τὸ σῶμα. Ταῦτα δὲ οὐκ ἐκείνοις ἔλεγε μόνον, ἀλλὰ καὶ τούτοις μετ' ἐκείνους τὰ αὐτὰ νοσοῦσιν ἐκείνοις· οὓς ἡδέως ἔγωγε ἂν ἐροίμην, τί ποτέ ἐστι πάσχα, τί ποτέ ἐστι τεσσαρακοστή· καὶ τί μὲν τὸ Ἰουδαϊκὸν, τί δὲ τὸ ἡμέτερον· καὶ τίνος ἕνεκεν ἐκεῖνο μὲν ἅπαξ τοῦ ἐνιαυτοῦ παντὸς ἐγένετο, τοῦτο δὲ καθ' ἑκάστην τελεῖται σύναξιν· τί βούλεται τὰ ἄζυμα· καὶ ἕτερα πολλῷ πλείονα τούτων εἰς αὐτὴν ταύτην συντελοῦντα τὴν ὑπόθεσιν. Καὶ τότε ἂν ἔγνωτε καλῶς αὐτῶν τὴν ἄκαιρον φιλονεικίαν, οἳ μηδὲ λόγον περὶ ὧν ποιοῦσιν ἀποδοῦναι δυνάμενοι, καθάπερ ἁπάντων ὄντες σοφώτεροι, οὔτε παρ' ἑτέρων μανθάνουσιν, ὅπερ ἐσχάτης ἐστὶ καταγνώσεως μήτε αὐτοὺς εἰδέναι, μήτε τοῖς ἐπιτεταγμένοις ἕπεσθαι, ἀλλ' ἁπλῶς ἀλόγῳ συνηθείᾳ τὰ καθ' ἑαυτοὺς ἐπιτρέψαντες, κατὰ βαράθρων φέρονται καὶ κρημνῶν.