Ancient Greek · ~17 min
ΕΙΣ ΤΟΥΣ ΤΑ ΠΡΩΤΑ ΠΑΣΧΑ ΝΗΣΤΕΥΟΝΤΑΣ. Λόγος τρίτος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8) 1.1-3
Not analysed yet
Πάλιν χρεία τις ἀναγκαία καὶ κατεπείγουσα, τῶν πρῴην εἰρημένων τὴν ἀκολουθίαν διακόψασα, πρὸς ἑαυτὴν ἐπισπᾶται τὸν λόγον, καὶ τῶν πρὸς τοὺς αἱρετικοὺς ἡμᾶς ἀπάγει παλαισμάτων τήμερον. Ἡμεῖς μὲν γὰρ πάλιν περὶ τῆς τοῦ Μονογενοῦς δόξης διαλεχθῆναι πρὸς τὴν ὑμετέραν ἀγάπην παρεσκευαζόμεθα· ἡ δὲ τῶν τὰ πρῶτα πάσχα νηστεύειν βουλομένων ἄκαιρος φιλονεικία πρὸς τὴν αὐτῶν θεραπείαν πᾶσαν ἡμῖν ἀσχοληθῆναι καταναγκάζει τὴν διδασκαλίαν τήμερον. Καὶ γὰρ ὁ ποιμὴν ὁ καλὸς οὐχὶ τοὺς λύκους ἀπελαύνει μόνον, ἀλλὰ καὶ τὰ πρόβατα νενοσηκότα θεραπεύει μετ' ἐπιμελείας ἁπάσης· ἐπεὶ τί τὸ κέρδος, ὅταν τῶν μὲν θηρίων τὰ στόματα διαφεύγῃ τὰ ποίμνια, ὑπὸ δὲ τῆς ἀῤῥωστίας κατεσθίηται; Οὕτω καὶ στρατηγὸς ἄριστος οὐχὶ τὰ μηχανήματα ἀποκρούεται μόνον, ἀλλὰ πρὸ τούτων τὴν πόλιν στασιάζουσαν πρὸς ἑαυτὴν συνάγει, εἰδὼς ὅτι τὸ πλέον οὐδὲν ἔσται τῆς ἔξωθεν νίκης, ἕως ἂν οἱ ἔνδοθεν ἐμφύλιοι μένωσι πόλεμοι. Καὶ ἵνα μάθῃς, ὅτι στάσεως καὶ φιλονεικίας ἴσον οὐδὲν εἰς καθαίρεσιν, ἄκουσον τί φησιν ὁ Χριστός· Βασιλεία μερισθεῖσα ἐφ' ἑαυτὴν οὐ σταθήσεται. Καίτοι τί βασιλείας δυνατώτερον, ὅπου χρημάτων πρόσοδος, καὶ ὅπλα, καὶ τείχη, καὶ ὀχυρώματα, καὶ στρατιωτῶν ἀριθμὸς τοσοῦτος, καὶ ἵπποι, καὶ μυρία ἕτερα πολλὴν παρέχοντα τὴν ἰσχύν; Ἀλλ' ὅμως ἡ τοσαύτη δύναμις καταλύεται, ὅταν πρὸς ἑαυτὴν στασιάζῃ. Οὐδὲν γὰρ οὕτως ἀσθένειαν ἐργάζεσθαι πέφυκεν, ὡς φιλονεικία καὶ ἔρις· ὥσπερ οὐδὲν οὕτως ἰσχὺν καὶ δύναμιν, ὡς ἀγάπη καὶ ὁμόνοια. Ὅπερ οὖν καὶ ὁ Σολομὼν συνιδὼν, ἔλεγεν· Ἀδελφὸς ὑπ' ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρὰ, καὶ μεμοχλευμένη βασιλεία. Εἶδες ὅση τῆς ὁμονοίας ἡ ἰσχύς; ὅση τῆς φιλονεικίας ἡ βλάβη; Βασιλεία στασιάζουσα καταλύεται, δύο δὲ ἐπὶ ταὐτὸ ὄντες, καὶ συνδεδεμένοι μετ' ἀλλήλων, παντός εἰσιν ἀῤῥαγέστεροι τείχους. Καὶ οἶδα μὲν ὅτι διὰ τὴν τοῦ Θεοῦ χάριν τὸ πλέον ἡμῖν τῆς ἀγέλης ταύτης ἀπήλλακται τῆς ἀῤῥωστίας, καὶ εἰς ὀλίγους τὸ νόσημα περιέστηκε· πλὴν ἀλλ' οὐ διὰ τοῦτο ἀμελητέον τῆς θεραπείας. Καὶ γὰρ καὶ εἰ δέκα μόνον, καὶ εἰ πέντε, καὶ εἰ δύο, καὶ εἰ εἷς μόνος ὁ κάμνων ἦν, οὐδ' οὕτω καταφρονῆσαι ἔδει. Εἰ γὰρ καὶ εἷς ἐστι καὶ εὐτελὴς καὶ ἀπεῤῥιμμένος, ἀλλ' ἀδελφός ἐστι, δι' ὃν ὁ Χριστὸς ἀπέθανε. Καὶ πολὺς τῷ Χριστῷ τῶν εὐτελῶν ὁ λόγος. Ὃς ἐὰν σκανδαλίσῃ, φησὶν, ἕνα τῶν μικρῶν τῶν πιστευόντων εἰς ἐμὲ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ εἰς τὴν θάλασσαν. Καὶ πάλιν· Ἐφ' ὅσον οὐκ ἐποιήσατε ἑνὶ τῶν μικρῶν τούτων, οὐδὲ ἐμοὶ ἐποιήσατε· καὶ πάλιν· Οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων. Πῶς οὖν οὐκ ἄτοπον, εἰ τοῦ Χριστοῦ τοσαύτην ποιουμένου τῶν μικρῶν πρόνοιαν, ἡμεῖς αὐτῶν καταῤῥᾳθυμήσαιμεν; Μὴ τοῦτο εἴπῃς, ὅτι εἷς ἐστιν, ἀλλ' ὅτι εἷς ἀμελούμενος, καὶ εἰς τοὺς λοιποὺς παραπέμψει τὸ πάθος· Μικρὰ γὰρ ζύμη, φησὶν, ὅλον τὸ φύραμα ζυμοῖ. Καὶ τοῦτό ἐστιν ὃ τὰ πάντα ἀπόλλυσι καὶ ἀνατρέπει, ὅτι τῶν μικρῶν καταμελοῦμεν. Διὰ τοῦτο μεγάλα γίνεται τὰ ἕλκη, ὥσπερ οὖν τὰ μεγάλα ῥᾳδίως ἂν γένοιτο μικρὰ τῆς προσηκούσης ἀπολαύοντα ἐπιμελείας. Τοῦτο τοίνυν πρὸς αὐτοὺς λέγομεν πρότερον, ὅτι οὐδὲν χεῖρον φιλονεικίας καὶ μάχης καὶ τοῦ τὴν Ἐκκλησίαν διασπᾷν, καὶ τὸν χιτῶνα, ὃν οὐκ ἐτόλμησαν οἱ λῃσταὶ διαῤῥῆξαι, τοῦτον εἰς πολλὰ κατατεμεῖν μέρη. Οὐκ ἀρκοῦσιν αἱ λοιπαὶ αἱρέσεις, ἀλλὰ καὶ ἡμεῖς ἑαυτοὺς κατατέμωμεν; Οὐκ ἀκούεις τοῦ Παύλου λέγοντος· Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε; Ἔξω τῆς ἀγέλης βαδίζεις, εἰπέ μοι, καὶ οὐ δέδοικας τὸν λέοντα τὸν ἔξωθεν περιιόντα; Ὁ ἐχθρὸς γὰρ ὑμῶν, ὡς λέων, περιέρχεται, φησὶν, ὠρυόμενος καὶ ζητῶν τίνα ἁρπάσῃ. Ὅρα σοφίαν ποιμένος· οὔτε ἔνδον ἀφῆκεν εἶναι ἐν τοῖς προβάτοις, ἵνα μὴ καταπλήξηται τὴν ποίμνην· οὔτε ἔξωθεν ἀπήγαγεν, ἵνα τῷ φόβῳ τοῦ θηρίου πάντας ἔσω συναγάγῃ. Οὐκ αἰδῇ τὸν πατέρα; φοβήθητι τὸν ἐχθρόν· εἰ ἀποσχίσῃς σαυτὸν τῆς ἀγέλης, ἐκεῖνός σε δέξεται πάντως. Ἠδύνατο μὲν γὰρ καὶ ἔξωθεν αὐτὸν ἀπαγαγεῖν ὁ Χριστὸς, ἀλλ' ἵνα σε παρασκευάσῃ νήφειν καὶ ἐναγώνιον εἶναι καὶ πρὸς τὴν μητέρα συνεχῶς καταφυγεῖν, ἀφῆκεν ἔξωθεν ὠρύεσθαι, ἵνα οἱ ἔνδοθεν, ἀκούοντες αὐτοῦ τῆς φωνῆς, μᾶλλον συσφίγγωνται, καὶ πρὸς ἀλλήλους καταφεύγωσιν. Οὕτω καὶ μητέρες ποιοῦσι φιλόστοργοι· τὰ παιδία κλαυθμυριζόμενα πολλάκις ἀπειλοῦσι τοῖς στόμασι τῶν λύκων ῥίπτειν, οὐχ ἵνα ῥιφῶσιν, ἀλλ' ἵνα παύσωσι δυσχεραίνοντα. Πάντα ὁ Χριστὸς διὰ τοῦτο ἐποίησεν ἵνα εἰρηνεύωμεν, ἵνα πρὸς ἀλλήλους ὦμεν συνδεδεμένοι.