Ancient Greek · ~22 min
Τῇ προτεραίᾳ μακρὰν ὁμιλίαν εἰπὼν κατὰ Ἰουδαίων καὶ βράγχῳ κατασχεθεὶς ἀπὸ τοῦ μήκους τῶν εἰρημένων, νῦν ταύτην εἶπεν. Λόγος ἕκτος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8) 2.1-6
Not analysed yet
Ὅτι μὲν οὖν, εἰ τέλος ἔμελλε λήψεσθαι ἡ παροῦσα δουλεία, καὶ τοῦτο ἂν προεῖπον οἱ προφῆται, καὶ οὐκ ἂν ἐσίγησαν, ἱκανῶς ἀπεδείξαμεν, τὰς αἰχμαλωσίας ἁπάσας μετὰ προῤῥήσεως δείξαντες ἐπενεχθείσας αὐτοῖς, τὴν ἐν Αἰγύπτῳ, τὴν ἐν Βαβυλῶνι, τὴν ἐπὶ Ἀντιόχου τοῦ Ἐπιφανοῦς· ἑκάστῃ γὰρ τούτων καὶ χρόνον καὶ τόπον προανακηρυχθέντα ἀπεδείξαμεν διὰ τῶν θείων Γραφῶν· τῇ παρούσῃ δὲ οὐδεὶς ὥρισε χρόνον προφήτης, ἀλλ' ὅτι μὲν ἥξει, καὶ ἐρημώσει πάντα, καὶ μεταστήσει τὴν πολιτείαν, καὶ μετὰ πόσον χρόνον τῆς ἐκ τῆς Βαβυλῶνος ἐπανόδου συμβήσεται, προεῖπεν ὁ Δανιήλ. Ὅτι δὲ ἕξει τέλος, καὶ στήσεταί που τὰ κακὰ ταῦτα, οὔτε ἐκεῖνος ἐδήλωσεν, οὔτε ἄλλος τις προφήτης, ἀλλὰ καὶ τοὐναντίον προεῖπεν, ὅτι ἕως συντελείας καθέξει αὐτοὺς ἡ δουλεία αὕτη. Καὶ μαρτυρεῖ τοῖς εἰρημένοις ὁ χρόνος ὁ τοσοῦτος ἐξ ἐκείνου γενόμενος, καὶ οὐδὲ ἴχνος, οὐδὲ προοίμιον οὐδέπω μέχρι καὶ σήμερον ἐμφήνας χρηστῆς μεταβολῆς, καὶ ταῦτα πολλάκις ἐπιχειρησάντων αὐτῶν ἀναστῆσαι τὸν ναόν. Καὶ γὰρ καὶ ἅπαξ, καὶ δὶς, καὶ τρὶς, ἐπὶ Ἀδριανοῦ καὶ Κωνσταντίνου καὶ Ἰουλιανοῦ ἐπιχειρήσαντες διεκωλύθησαν· τότε μὲν ὑπὸ στρατιωτῶν, ὕστερον δὲ πυρὸς τῶν θεμελίων ἐκπηδήσαντος, καὶ κατασχόντος αὐτοὺς τῆς ἀκαίρου φιλονεικίας. Λοιπὸν δὲ ἡδέως ἂν αὐτοὺς ἐροίμην ἐγὼ, Τίνος ἕνεκεν, εἰπέ μοι, ἐν Αἰγύπτῳ μὲν τοσοῦτον διατρίψαντες χρόνον, ἀπελάβετε τὴν οἰκείαν πατρίδα, καὶ εἰς Βαβυλῶνα πάλιν ἀπαχθέντες, ἐπανήλθετε εἰς τὰ Ἱεροσόλυμα; Πάλιν ἐπὶ Ἀντιόχου τοσαῦτα παθόντες κακὰ, πρὸς τὸ πρότερον ἐπανήλθετε σχῆμα· καὶ πάλιν θυσίας, καὶ βωμὸν, καὶ τὰ ἅγια τῶν ἁγίων, καὶ πάντα μετὰ τῆς προτέρας ἀπελάβετε ἀξίας. Νυνὶ δὲ οὐδὲν τοιοῦτον γεγένηται· ἀλλ' ἑκατὸν καὶ δὶς τοσούτων ἐτῶν καὶ τρὶς καὶ τετράκις, καὶ πολλῷ πλειόνων παρελθόντων· πεντακοσιοστὸν γὰρ λοιπὸν ἐξ ἐκείνου ἐστὶν ἔτος μέχρις ἡμῶν· καὶ οὐδὲ αἴνιγμα τοιαύτης μεταβολῆς ὁρῶμέν που φαινόμενον, ἀλλ' ἀποπεπτωκότα αὐτοῖς τὰ πράγματα τέλεον, καὶ οὐδὲ ὄναρ τοιαύτην ἐνδεικνύμενά τινα προσδοκίαν οἵαν τὸ πρότερον. Εἰ γὰρ τὰς ἁμαρτίας τὰς ἑαυτῶν προβάλλοιντο, καὶ εἴποιεν, ὅτι Ἐπειδὴ ἡμάρτομεν τῷ Θεῷ, καὶ προσεκρούσαμεν αὐτῷ, διὰ τοῦτο τὴν οἰκείαν οὐκ ἀπολαμβάνομεν χώραν, καὶ οἱ συνεχῶς κατηγορούντων τῶν προφητῶν ἀναισχυντοῦντες, καὶ τραγῳδούντων τὰς μιαιφονίας αὐτῶν ἀρνούμενοι, οὗτοι νῦν ἐξομολογήσονται καὶ καταγνώσονται τῶν οἰκείων ἁμαρτημάτων· ἡδέως ἂν αὐτῶν ἕκαστον ἐρήσομαι πάλιν· Διὰ τὰς ἁμαρτίας σου, ὦ Ἰουδαῖε, ἔξω τῆς Ἱερουσαλὴμ διατρίβεις ἐπὶ χρόνον τοσοῦτον; Καὶ τί τὸ κοινὸν καὶ τὸ παράδοξον; Μὴ γὰρ νῦν ἐν ἁμαρτίαις μόνον ζῆτε, παρὰ δὲ τὴν ἀρχὴν ἐν δικαιοσύνῃ καὶ κατορθώμασιν; οὐκ ἄνωθεν καὶ ἐξ ἀρχῆς μυρίαις συνανεστράφητε παρανομίαις; οὐ μυρία κατηγόρησεν ὑμῶν Ἰεζεκιὴλ ὁ προφήτης, ὅτε τὰς δύο πόρνας εἰσήγαγε, τὴν Ὀλᾶ, καὶ τὴν Ὀλιβᾶ, λέγων, ὅτι Πορνεῖον ᾠκοδομήσατε ἐν Αἰγύπτῳ, καὶ ἐπεμαίνεσθε τοῖς βαρβάροις, καὶ τοὺς ἀλλοτρίους ἐθεραπεύετε θεούς; Τί δέ; οὐχὶ τῆς θαλάσσης σχιζομένης, καὶ τῶν πετρῶν ῥηγνυμένων, καὶ τοσούτων θαυμάτων γινομένων ἐπὶ τῆς ἐρήμου, μόσχον προσεκυνήσατε; οὐ τὸν Μωϋσέα νῦν μὲν λίθοις βάλλοντες, νῦν δὲ ἐλαύνοντες, καὶ ἑτέροις μυρίοις τρόποις ἀνελεῖν ἐπεχειρήσατε πολλάκις; οὐ διετελεῖτε βλασφημοῦντες εἰς τὸν Θεόν; οὐ τῷ Βεελφεγὼρ ἐτελέσθητε; οὐ τοὺς υἱοὺς ὑμῶν ἐσφάξατε καὶ τὰς θυγατέρας ὑμῶν τοῖς δαιμονίοις; οὐ πᾶν εἶδος ἀσεβείας καὶ ἁμαρτίας ἐπεδείξασθε; οὐχ ὁ προφήτης φησὶν ἐκ προσώπου τοῦ Θεοῦ πρὸς ὑμᾶς· Τεσσαράκοντα ἔτη προσώχθισα τῇ γενεᾷ ταύτῃ, καὶ εἶπον, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ; Πῶς οὖν οὐκ ἀπεστράφη ὑμᾶς τότε ὁ Θεὸς, ἀλλὰ μετὰ τὰς παιδοκτονίας, μετὰ τὰς εἰδωλολατρείας, μετὰ τὴν πολλὴν ἀγνωμοσύνην, μετὰ τὴν ἄφατον ἀχαριστίαν, καὶ προφήτην ἀφῆκεν εἶναι παρ' ὑμῖν τὸν μέγαν Μωϋσέα, καὶ σημεῖα εἰργάζετο θαυμαστὰ καὶ παράδοξα; Καὶ ἅπερ ἐπ' οὐδενὸς τῶν ἀνθρώπων ἐγένετο, ταῦτα ἐφ' ὑμῶν συνέβαινε, νεφέλης μὲν ὑμῖν ἀντὶ ὀρόφου τεταμένης, στύλου δὲ ἀντὶ λαμπάδος ὑμῖν προηγουμένου, καὶ τῶν πολεμίων αὐτομάτων ὑμῖν παραχωρούντων, τῶν πόλεων αὐτοβοεὶ σχεδὸν ἁλισκομένων Οὐχ ὅπλων ὑμῖν ἐδέησεν, οὐ παρατάξεως, οὐ μάχης· ἀλλ' ἐσαλπίσατε μόνον, καὶ τὰ τείχη αὐτόματα κατελύετο. Ξένη τις ἦν ὑμῖν ἡ τροφὴ καὶ παράδοξος, καὶ βοᾷ ὁ προφήτης λέγων· Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς, ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος, ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμονήν. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, τότε μὲν ἀσεβοῦντες, εἰδωλολατροῦντες, παιδοκτονοῦντες, τοὺς προφήτας λιθάζοντες, μυρία ἐργαζόμενοι δεινὰ, τοσαύτης ἀπελαύετε εὐνοίας, τοσαύτης παρὰ τοῦ Θεοῦ προστασίας· νῦν δὲ οὐκ εἰδωλολατροῦντες, οὐδὲ παῖδας ἀποκτιννύντες, οὐδὲ προφήτας λιθάζοντες, ἐν αἰχμαλωσίᾳ διάγετε διηνεκεῖ; Μὴ γὰρ ἕτερος ἦν τότε Θεὸς, καὶ ἕτερος νῦν; οὐχὶ ὁ αὐτός ἐστιν ὁ καὶ ἐκεῖνα οἰκονομῶν, καὶ ταῦτα νῦν ἐργαζόμενος; Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, ὅτε μὲν μείζονα ἦν τὰ ἁμαρτήματα, πολλὴ ἦν ὑμῖν ἡ τιμὴ παρὰ τοῦ Θεοῦ· ὅτε δὲ ἐλάττονα πλημμελεῖτε νῦν, παντελῶς ὑμᾶς ἀπεστράφη, καὶ ἀτιμίᾳ παρέδωκε διηνεκεῖ; Εἰ γὰρ νῦν ὑμᾶς διὰ τὰς ἁμαρτίας ἀποστρέφεται, πολλῷ μᾶλλον τότε ἐχρῆν· εἰ δὲ τότε ἠνείχετο ἀσεβούντων ὑμῶν, πολλῷ μᾶλλον νῦν ἀνασχέσθαι ἔδει, ὅτε οὐδὲν τοιοῦτον τολμᾶτε. Τίνος οὖν ἕνεκεν οὐκ ἠνέσχετο; Κἂν ὑμεῖς αἰσχύνησθε εἰπεῖν τὴν αἰτίαν, ἐγὼ φανερῶς ἐρῶ· μᾶλλον δὲ οὐκ ἐγὼ, ἀλλ' αὐτὴ τῶν πραγμάτων ἡ ἀλήθεια. Ἐπειδὴ τὸν Χριστὸν ἀπεκτείνατε, ἐπειδὴ κατὰ τοῦ Δεσπότου τὰς χεῖρας ἐξετείνατε, ἐπειδὴ τὸ αἷμα τὸ τίμιον ἐξεχέατε, διὰ τοῦτο οὐκ ἔστιν ὑμῖν διόρθωσις, οὐδὲ συγγνώμη λοιπὸν, οὐδὲ ἀπολογία. Τότε μὲν γὰρ εἰς δούλους ἦν τὰ τολμώμενα, εἰς Μωϋσέα καὶ Ἡσαΐαν καὶ Ἱερεμίαν· τότε εἰ καὶ ἀσέβειά τις ἐγένετο, ἀλλ' οὔπω τὸ κεφάλαιον τῶν κακῶν ἦν τολμηθέν. Νυνὶ δὲ πάντα ἀπεκρύψατε τὰ παλαιὰ, οὐδενὶ δὲ τρόπῳ παρανομίας ὑπερβολὴν κατελίπετε διὰ τῆς εἰς Χριστὸν μανίας· διὸ καὶ μειζόνως κολάζεσθε νῦν. Ἐπεὶ, εἰ μὴ τοῦτό ἐστι τὸ αἴτιον τῆς παρούσης ὑμῶν ἀτιμίας, τίνος ἕνεκεν παιδοκτονούντων μὲν ὑμῶν ὁ Θεὸς ἠνέσχετο τότε, μηδὲν δὲ τοιοῦτον τολμῶντας ἀποστρέφεται νῦν; Ἦ δῆλον ὅτι καὶ παιδοκτονίας καὶ πάσης παρανομίας πολλῷ χεῖρον ἐτολμήσατε καὶ μεῖζον, τὸν Χριστὸν ἀνελόντες.