Ancient Greek · ~18 min
Τῇ προτεραίᾳ μακρὰν ὁμιλίαν εἰπὼν κατὰ Ἰουδαίων καὶ βράγχῳ κατασχεθεὶς ἀπὸ τοῦ μήκους τῶν εἰρημένων, νῦν ταύτην εἶπεν. Λόγος ἕκτος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8) 3.1-6
Not analysed yet
Ἔτι οὖν ἀνέξεσθε πλάνον αὐτὸν καὶ παράνομον καλεῖν, εἴπατέ μοι· καὶ οὐκ ἀπελθόντες ἑαυτούς που κατορύξετε πρὸς οὕτω φανερὰν πραγμάτων ἀλήθειαν ἀντιβλέποντες; Εἰ γὰρ πλάνος ἦν ὁ Ἰησοῦς, καθάπερ φατὲ, καὶ παράνομος, καὶ εὐδοκιμῆσαι ὑμᾶς ἐχρῆν, ὅτι αὐτὸν ἀπεκτείνατε. Εἰ γὰρ ὁ Φινεὲς ἕνα τινὰ ἀνελὼν, ὁλόκληρον τὴν κατὰ τοῦ ἔθνους ὀργὴν ἔπαυσεν· Ἔστη γὰρ Φινεὲς, φησὶ, καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις· καὶ τοσούτους ἀσεβήσαντας ἀνθρώπους ἐξήρπασε τῆς ὀργῆς τοῦ Θεοῦ μιᾷ σφαγῇ παρανόμου τινὸς ἀνδρός· πολλῷ μᾶλλον ἐφ' ὑμῶν τοῦτο γενέσθαι ἐχρῆν, εἴ γε παράνομος ἦν ὁ ὑφ' ὑμῶν σταυρωθείς. Τί δήποτε οὖν ὁ μὲν Φινεὲς ἄνδρα παράνομον ἀνελὼν ἐδικαιοῦτο, καὶ ἱερωσύνῃ ἐτιμᾶτο· ὑμεῖς δὲ, ὡς φατὲ, πλάνον καὶ ἀντίθεόν τινα σταυρώσαντες, οὐ μόνον οὐκ εὐδοκιμεῖτε οὐδὲ τιμᾶσθε, ἀλλὰ καὶ χαλεπώτερα ἐπάθετε, ἢ ὅτε τοὺς υἱοὺς ὑμῶν ἐσφάττετε; οὐκ εὔδηλον καὶ τοῖς σφόδρα ἀνοήτοις, ὅτι, ἐπειδὴ εἰς τὸν Σωτῆρα καὶ προστάτην τῆς οἰκουμένης παρηνομήσατε, τοιαύτην ὑπομένετε δίκην; Καίτοι γε νῦν καὶ αἱμάτων ἀπέχεσθε μιαρῶν, καὶ σάββατα τηρεῖτε· τότε δὲ καὶ εἰς αὐτὴν ἐνυβρίζετε τὴν ἡμέραν. Καὶ ὁ Θεὸς ἐπηγγέλλετο διὰ τοῦ Ἱερεμίου, φείδεσθαι τῆς πόλεως ὑμῶν, εἰ παύσοισθε αἴροντες βαστάγματα ἐν σαββάτῳ· ἀλλ' ἰδοὺ νῦν τοῦτο ποιεῖτε, καὶ οὐκ αἴρετε βαστάγματα ἐν σαββάτῳ, καὶ οὐδὲ οὕτως καταλλάττεται ὑμῖν. Τὸ γὰρ ἁμάρτημα ὑμῶν ἐκεῖνο ἁπάντων μεῖζον ἦν, ὥστε περιττὸς ὑμῖν οὗτος ὁ λόγος ὁ τῶν ἁμαρτιῶν. Οὐ γὰρ διὰ τὸν λοιπὸν ὑμῶν βίον, ἀλλὰ δι' ἐκεῖνο τὸ τόλμημα ἐν τοῖς παροῦσιν ἐστὲ δεινοῖς. Ὥστε εἴ γε μὴ τοῦτο ἦν, οὐκ ἂν ἐπὶ τοσοῦτον ὁ Θεὸς ὑμᾶς ἀπεστράφη, εἰ καὶ μυρία ἦτε ἡμαρτηκότες· καὶ δῆλον ἔκ τε τῶν εἰρημένων ἁπάντων, καὶ τούτου οὗ μέλλω λέγειν νῦν. Τί δὲ τοῦτό ἐστιν; Ἠκούσαμεν τοῦ Θεοῦ πολλάκις λέγοντος διὰ τῶν προφητῶν πρὸς τοὺς πατέρας τοὺς ὑμετέρους, ὅτι Ὑμεῖς μὲν ἄξιοι μυρίων ἦτε κακῶν· ἐγὼ δὲ, φησὶ, ποιῶ διὰ τὸ ὄνομά μου, ἵνα μὴ βεβηλωθῇ ἐν τοῖς ἔθνεσι. Καὶ πάλιν· Οὐ δι' ὑμᾶς ἐγὼ ποιῶ, οἶκος τοῦ Ἰσραὴλ, ἀλλ' ἢ διὰ τὸ ὄνομά μου. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Βαρυτέρας μὲν τιμωρίας ἦτε ἄξιοι καὶ κολάσεως· ἀλλ' ἵνα μή τις λέγῃ, ὅτι ἀσθενῶν ὁ Θεὸς, καὶ μὴ δυνάμενος σῶσαι, ἀφῆκε τοὺς Ἰουδαίους ταῖς τῶν πολεμίων χερσὶν, ἀντιλαμβάνομαι καὶ προΐσταμαι. Ὥστε εἰ παράνομος ἦν ὁ Χριστὸς, ὑμεῖς δὲ αὐτὸν ἐσταυρώσατε, καὶ εἰ μυρία ἦτε ἡμαρτηκότες, καὶ πολλῷ τῶν προτέρων χαλεπώτερα, πάντως ἂν ὑμᾶς ὁ Θεὸς διὰ τοῦτο διέσωσεν, ἵνα μὴ τὸ ὄνομα αὐτοῦ βεβηλωθῇ, ἵνα μὴ μέγας τις ἐκεῖνος νομίζηται, μηδὲ εἴπῃ τις, ὅτι δι' ἐκεῖνον ταῦτα ἐπάθετε. Εἰ γὰρ φαίνεται διὰ τὴν ἑαυτοῦ δόξαν τὰ ἁμαρτήματα ὑμῶν παρορῶν, πολλῷ μᾶλλον ἂν τοῦτο ἐποίησε νῦν, καὶ τὴν σφαγὴν ἀπεδέξατο ταύτην, καὶ τὰ πολλὰ [ἂν] ὑμῶν ἐξήλειψεν ἁμαρτήματα. Ὅταν δὲ φαίνηται εἰς τέλος ὑμᾶς ἀποστρεφόμενος, εὔδηλον ὅτι διὰ τῆς ὀργῆς ταύτης, καὶ τῆς εἰς τέλος ἐγκαταλείψεως, δείκνυσι καὶ τοῖς σφόδρα ἀναισχυντοῦσιν, ὅτι οὐχὶ παράνομός τις ἦν ὁ σφαγεὶς, ἀλλ' αὐτὸς ὁ νομοθέτης, καὶ τῶν μυρίων ἀγαθῶν αἴτιος ὁ παραγενόμενος. Διὰ τοῦτο οἱ μὲν εἰς αὐτὸν ἀσεβήσαντες ὑμεῖς, ἐν ὕβρει καὶ ἀτιμίᾳ, οἱ δὲ προσκυνοῦντες αὐτὸν ἡμεῖς, ἀτιμότεροι πάντων ὑμῶν ἔμπροσθεν ὄντες, διὰ τὴν τοῦ Θεοῦ χάριν καὶ σεμνότεροι πάντων ὑμῶν ἐσμεν νῦν, καὶ ἐν μείζονι τιμῇ καθεστήκαμεν. Καὶ πόθεν δῆλον ὅτι ἀπεστράφη, φησὶν, ἡμᾶς ὁ Θεός; Λόγου γὰρ ἔτι χρεία καὶ ἀποδείξεως; εἰπέ μοι. Τῶν πραγμάτων αὐτῶν βοώντων, καὶ σάλπιγγος λαμπροτέραν ἀφιέντων φωνὴν, διὰ τῆς κατασκαφῆς τῆς κατὰ τὴν πόλιν, διὰ τῆς ἐρημώσεως τοῦ ναοῦ, καὶ διὰ τῶν ἄλλων ἁπάντων τῶν εἰς ὑμᾶς συμβεβηκότων, ἔτι διὰ λόγων ἀπόδειξιν ἐπιζητεῖτε· Ἀλλ' ἄνθρωποι, φησὶ, ταῦτα ἡμῖν ἐπήγαγον, οὐχ ὁ Θεός. Μάλιστα μὲν οὖν ὁ Θεὸς ταῦτα εἰργάσατο. Εἰ δὲ ἀνθρώποις ταῦτα λογίζῃ, σκόπησον πάλιν ἐκεῖνο, ὅτι καὶ ἄνθρωποι, εἰ μὴ τῷ Θεῷ δοκοῦν ἦν τοῦτο, εἰ καὶ ἐτόλμων, οὐκ ἂν ἴσχυσαν εἰς πέρας αὐτὰ ἀγαγεῖν. Ὅτε γοῦν τὴν Περσίδα πᾶσαν ἄγων ἐπῆλθεν ὁ βάρβαρος, καὶ ἐξ ἐπιδρομῆς ἅπαντας λήψεσθαι προσεδόκησε, καὶ καθάπερ ἐν σαγήνῃ τινὶ καὶ δικτύοις εἰς τὴν πόλιν ἅπαντας εἶχε συγκεκλεισμένους· οὐχὶ τότε δὴ, τότε, ἐπειδὴ ὁ Θεὸς ἵλεως ἦν, χωρὶς πολέμου καὶ μάχης καὶ συμβολῆς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας στρατιωτῶν νεκροὺς ἀφεὶς παρ' ὑμῖν, οὕτως ἔφυγεν, ἀγαπῶν, εἰ διασωθείη μόνος; Καὶ ἄλλους δὲ μυρίους πολέμους οὕτως ἔκρινεν ὁ Θεὸς πολλάκις. Ὥστε καὶ νῦν, εἰ μὴ αὐτὸς ἦν ὁ καθάπαξ ὑμᾶς ἀφεὶς, οὐκ ἂν ἴσχυσαν οἱ τὴν πόλιν ὑμῶν καθελόντες, καὶ τὸν ναὸν ἐρημώσαντες, οὐκ ἂν μέχρι τοσούτου τὰ τῆς ἐρημίας ἔμεινεν· οὐκ ἂν, πολλάκις ὑμῶν ἐπιχειρησάντων, ἀνόνητος ἡ ἐπιχείρησις γέγονεν.