Ancient Greek · ~16 min
Πρὸς τοὺς νηστεύοντας τὴν τῶν Ἰουδαίων νηστείαν, καὶ πρὸς αὐτοὺς τοὺς Ἰουδαίους. Ἐλέχθη δὲ πρὸ πέντε ἡμερῶν τῆς νηστείας αὐτῶν, καὶ ἄλλης ἤδη λεχθείσης. Λόγος δεύτερος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8) 3.1-2
Not analysed yet
. . . ὁ ἀδελφός σου, ἄφες τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε· πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Οὐκ εἶπε, Σύστειλον τὴν θυσίαν, καὶ τότε ἄπελθε, ἀλλ', Ἄφες μένειν ἀπλήρωτον, καὶ ἀπελθὼν διαλλάγηθι τῷ ἀδελφῷ σου. Καὶ οὐκ ἐνταῦθα τοῦτο μόνον ἐποίησεν, ἀλλὰ καὶ ἑτέρωθι πάλιν. Ἐὰν μὲν γὰρ ἄπιστον ἔχῃ γυναῖκά τις, τουτέστιν, Ἑλληνίδα, οὐκ ἀναγκάζεται ἐκβαλεῖν· Εἴ τις γὰρ, φησὶν, ἔχει γυναῖκα ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ' αὐτοῦ, μὴ ἀφιέτω αὐτήν· ἂν δὲ πόρνην καὶ μοιχαλίδα, οὐ κωλύεται ἐκβάλλειν. Ὃς γὰρ ἂν φησὶν, ἀπολύσει τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι. Ὥστε ἐπὶ λόγου πορνείας ἔξεστιν ἀπολῦσαι. Εἶδες φιλανθρωπίαν Θεοῦ καὶ κηδεμονίαν. Ἂν Ἑλληνὶς ᾖ, φησὶν, ἡ γυνὴ, μὴ ἐκβάλλῃς· ἂν δὲ πόρνη, οὐ κωλύω τοῦτο ποιῆσαι. Ἂν εἰς ἐμὲ, φησὶν, ἀσεβήσῃ, μὴ ἐκβάλλῃς· ἂν δὲ εἰς σὲ ὑβρίσῃ, οὐδεὶς ὁ κωλύων ἐκβαλεῖν. Εἶτα ὁ μὲν Θεὸς τοσαύτῃ τιμῇ κέχρηται πρὸς ἡμᾶς, ἡμεῖς δὲ οὐδὲ τῶν ἴσων αὐτὸν ἀξιώσομεν, ἀλλ' ὑβριζόμενον αὐτὸν παρὰ τῶν ἡμετέρων περιοψόμεθα γυναικῶν, καὶ ταῦτα εἰδότες, ὅτι μεγίστη κόλασις ἡμῖν ἀποκείσεται καὶ τιμωρία, ὅταν τῆς τῶν γυναικῶν ὑπερορῶμεν σωτηρίας; Διὰ γὰρ τοῦτο κεφαλήν σε τῆς γυναικὸς ἐποίησε, διὰ τοῦτο καὶ ὁ Παῦλος ἐκέλευσεν· Εἴ τι μαθεῖν θέλουσιν αἱ γυναῖκες, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτᾷν, ἵνα ὥσπερ διδάσκαλος καὶ κηδεμὼν καὶ προστάτης, εἰς εὐσέβειαν αὐτὴν ἐνάγῃς. Ὑμεῖς δὲ, ὅταν μὲν καιρὸς συνάξεως πρὸς τὴν ἐκκλησίαν καλῇ, ῥᾳθυμούσας οὐ διεγείρετε· τοῦ δὲ διαβόλου πρὸς τὰς σάλπιγγας αὐτὰς καλοῦντος, ἑτοίμως ἐπακουούσας οὐ κατέχετε, ἀλλὰ περιορᾶτε τοῖς τῆς ἀσεβείας ἐγκλήμασιν ἁλισκομένας, καὶ πρὸς ἀκολασίαν ἐξελκομένας. Καὶ γὰρ πόρναι καὶ μαλακοὶ καὶ πᾶς ὁ τῆς ὀρχήστρας χορὸς ἐκεῖ συντρέχειν εἰώθασι. Καὶ τί λέγω πορνείας τὰς γινομένας; οὐ δέδοικας μὴ δαίμονα λαβοῦσα ἐκεῖθεν ἐπανέλθῃ ἡ γυνή; οὐκ ἤκουσας ἐν τῇ προτέρᾳ διαλέξει σαφῶς ἀποδείξαντος ἡμῖν τοῦ λόγου, ὅτι καὶ τὰς ψυχὰς αὐτὰς τῶν Ἰουδαίων καὶ τοὺς τόπους, ἐν οἷς συλλέγονται, δαίμονες κατοικοῦσι; Πῶς οὖν, εἰπέ μοι, τολμᾷς μετὰ δαιμόνων χορεύσας πρὸς τὸν τῶν ἀποστόλων σύλλογον ἐπανελθεῖν; πῶς δὲ οὐ φρίττεις ἀπελθὼν καὶ κοινωνήσας ἐκείνοις τοῖς τὸ αἷμα ἐκχέασι τοῦ Χριστοῦ, ἐλθεῖν καὶ κοινωνῆσαι τῆς ἱερᾶς τραπέζης, καὶ τοῦ αἵματος μετασχεῖν τοῦ τιμίου; οὐ φρίττεις, οὐ δέδοικας τοιαῦτα παρανομῶν; τὴν τράπεζαν αὐτὴν οὐκ αἰδῇ; Ταῦτα πρὸς ὑμᾶς ἐγὼ διελέχθην, ταῦτα πρὸς ἐκείνους ὑμεῖς, κἀκεῖνοι πρὸς τὰς ἑαυτῶν γυναῖκας· Εἷς τὸν ἕνα οἰκοδομεῖτε. Κἂν μὲν κατηχούμενος ᾖ ὁ τὰ τοιαῦτα νοσῶν, τῶν προθύμων εἰργέσθω· ἂν δὲ πιστὸς καὶ μεμυημένος, τῆς ἱερᾶς τραπέζης ἀπελαυνέσθω. Οὐ γὰρ πάντα τὰ ἁμαρτήματα παραινέσεως δεῖται καὶ συμβουλῆς, ἀλλ' ἔστιν ἃ τομῇ συντόμῳ καὶ ὀξυτάτῃ διορθοῦσθαι πέφυκε. Καὶ καθάπερ τῶν τραυμάτων τὰ μὲν ἀνεκτότερα προσηνεστέροις εἴκει φαρμάκοις, τὰ δὲ σεσηπότα καὶ ἀνίατα καὶ τὸ λοιπὸν ἐπινεμόμενα σῶμα, αἰχμῆς σιδήρου δεῖται καὶ φλογός· οὕτω δὴ καὶ ἐπὶ τῶν ἁμαρτημάτων τὰ μὲν παραινέσεως μακροτέρας χρείαν ἔχοντα, τὰ δὲ ἐλέγχων ἀποτόμων. Διόπερ καὶ ὁ Παῦλος ἐκέλευσε μὴ πάντα παραινεῖν, ἀλλὰ καὶ ἐλέγχειν ἀποτόμως, οὕτω λέγων· Δι' ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως. Ἐλέγξωμεν οὖν αὐτοὺς ἀποτόμως νῦν, ἵνα ἐπὶ τοῖς φθάσασιν αἰσχυνθέντες καὶ καταγνόντες ἑαυτῶν, μηκέτι τὴν ἀπὸ τῆς παρανόμου νηστείας δέξωνται λύμην. Διὰ ταῦτα καὶ ἐγὼ τὴν παραίνεσιν λοιπὸν ἀφεὶς, μαρτύρομαι καὶ βοῶ· Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστὸν, ἔστω ἀνάθεμα· τοῦ δὲ μὴ φιλεῖν τὸν Κύριον τί μεῖζον ἂν γένοιτο τεκμήριον, ἀλλ' ἢ ὅταν τοὺς ἀποκτείνοντας αὐτὸν κοινωνοὺς ἔχῃ τις τῆς ἑορτῆς; Τούτους οὐκ ἐγὼ ἀνεθεμάτισα, ἀλλὰ Παῦλος· μᾶλλον δὲ οὐδὲ Παῦλος, ἀλλ' ὁ Χριστὸς, ὁ δι' ἐκείνου λαλῶν, καὶ ὁ ἐν τοῖς ἔμπροσθεν εἰπὼν, ὅτι Ἐν νόμῳ δικαιούμενοι τῆς χάριτος ἐξέπεσον. Ταῦτα εἴπατε πρὸς αὐτοὺς τὰ ῥήματα, καὶ τὰς ἀποφάσεις αὐτοῖς ἀνάγνωτε, καὶ μετὰ πάσης σπουδῆς αὐτοὺς διασώσαντες, καὶ τῆς τοῦ διαβόλου φάρυγγος ἐξαρπάσαντες, ἀγάγετε τῇ ἡμέρᾳ τῆς νηστείας ἡμῖν, ἵνα καὶ τὴν λείπουσαν ὑμῖν ὑπόσχεσιν ἀποδόντες, ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι μετὰ τῶν ἀδελφῶν τῶν ἡμετέρων δοξάσωμεν τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.