Ancient Greek · ~18 min
ΤΟΥ ΑΥΤΟΥ ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ, ΕΙΣ ΤΑΣ ΣΑΛΠΙΓΓΑΣ ΤΟΥ ΠΑΣΧΑ ΑΥΤΩΝ. ΕΛΕΧΘΗ ΔΕ ΕΝ ΑΝΤΙΟΧΕΙᾼ ΕΝ Τῌ ΜΕΓΑΛῌ ΕΚΚΛΗΣΙᾼ. Λόγος τέταρτος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8) 3.1-4
Not analysed yet
Τούτῳ τῷ κανόνι χρώμενοι, καὶ τὴν νηστείαν ταύτην ἐξετάζωμεν. Εἰ γὰρ δὴ μὴ μέλλοιμεν τοῦτο ποιεῖν, ἀλλὰ γυμνὰ τὰ πράγματα καθ' ἑαυτὰ φέροντες εἰς μέσον σκοποῖμεν μόνον, πολλὴ ἡ σύγχυσις ἔσται, καὶ πολὺς ὁ θόρυβος. Καὶ γὰρ καὶ λῃσταὶ τὰ πλευρὰ καταξαίνονται, καὶ τυμβωρύχοι καὶ γόητες· ἀλλὰ καὶ μάρτυρες τὸ αὐτὸ πάσχουσι, καὶ τὰ μὲν γινόμενα τὰ αὐτὰ, ἡ γνώμη δὲ καὶ ἡ αἰτία, μεθ' ἧς γίνεται, οὐχ ἡ αὐτὴ, καὶ διὰ τοῦτο πολὺ τὸ μέσον τούτων κἀκείνων. Ὥσπερ οὖν ἐπ' ἐκείνων οὐ μόνον τὰς βασάνους ἐξετάζομεν, ἀλλὰ πρὸ ἐκείνων τὴν διάνοιαν καὶ τὴν αἰτίαν ἀφ' ἧς αἱ βάσανοι γίνονται· διὰ τοῦτο δὲ καὶ τοὺς μάρτυρας φιλοῦμεν, οὐκ ἐπειδὴ βασανίζονται, ἀλλ' ἐπειδὴ διὰ τὸν Χριστὸν βασανίζονται· καὶ τοὺς λῃστὰς ἀποστρεφόμεθα, οὐκ ἐπειδὴ κολάζονται, ἀλλ' ἐπειδὴ διὰ κακίαν κολάζονται· οὕτω δὴ καὶ ἐνταῦθα τοῖς γινομένοις ἐπιψηφίζου· κἂν μὲν ἴδῃς διὰ τὸν Θεὸν νηστεύοντας, ἀποδέχου τὸ γινόμενον· ἂν δὲ ἴδῃς παρὰ γνώμην τοῦ Θεοῦ τοῦτο ποιοῦντας, τῶν μεθυόντων καὶ παραινούντων καὶ κωμαζόντων μᾶλλον ἀποστρέφου καὶ μίσει. Ἐπὶ δὲ τῆς νηστείας ταύτης οὐκ αἰτίαν χρὴ ζητεῖν μόνον, ἀλλὰ καὶ τόπον καὶ καιρόν. Μᾶλλον δὲ πρὶν ἢ πρὸς Ἰουδαίους ἀποτείνασθαι, τοῖς ἡμετέροις ἡδέως διαλεξόμεθα μέλεσι, τοῖς δοκοῦσι μὲν μεθ' ἡμῶν τετάχθαι, θεραπεύουσι δὲ τὰ ἐκείνων, καὶ τὸν ἀγῶνα ἅπαντα ὑπὲρ αὐτῶν ἀνῃρημένοις, οὓς καὶ πλείονος κατὰ τοῦτο κατακρίσεως τῶν Ἰουδαίων ἁπάντων ἀξίους ὄντας ὁρῶ. Καὶ τοῦτο οὐχ οἱ σοφοὶ καὶ συνετοὶ μόνον, ἀλλὰ καὶ οἱ ὁπωσοῦν λόγου καὶ διανοίας μετέχοντες συνομολογήσαιεν ἂν ἡμῖν. Οὐ γὰρ χρεία σοφισμάτων καὶ κατασκευῆς καὶ μακρῶν περιόδων ὥστε ἀποδεῖξαι τοῦτο, ἀλλ' ἀρκεῖ ψιλήν τινα ἐρώτησιν ἐρόμενον ἑλεῖν αὐτοὺς ἀπὸ τῆς ἀποκρίσεως. Τί οὖν; ἕκαστον τῶν τοῦτο νοσούντων ἐρήσομαι, Χριστιανὸς εἶ; τίνος οὖν ἕνεκεν τὰ Ἰουδαίων ζηλοῖς; Ἀλλὰ Ἰουδαῖος εἶ; τίνος οὖν ἕνεκεν ἐνοχλεῖς τῇ Ἐκκλησίᾳ; Ὁ Πέρσης οὐ τὰ Περσῶν φρονεῖ; ὁ βάρβαρος οὐ τὰ βαρβάρων ζηλοῖ; ὁ τὴν Ῥωμαίων χώραν οἰκῶν οὐ τὴν ἡμετέραν μέτεισι πολιτείαν; Ἂν ἁλῷ τις, εἰπέ μοι, τῶν παρ' ἡμῖν οἰκούντων τὰ ἐκείνων φρονῶν, οὐκ εὐθέως χωρὶς λόγου καὶ ἐξετάσεως κολάζεται, κἂν μυρία ἀπολογεῖσθαι ἔχῃ; ἂν φανῇ τις παρ' ἐκείνοις τοῖς Ῥωμαίων χρώμενος νόμοις, οὐ τοῦτο αὐτὸ πείσεται πάλιν; Πῶς οὖν σὺ πρὸς τὴν παράνομον ἐκείνην μεθιστάμενος πολιτείαν ἀξιοῖς σώζεσθαι; Μὴ γὰρ ὀλίγον ἐστὶ τὸ μέσον ἡμῶν καὶ Ἰουδαίων; μὴ γὰρ ὑπὲρ τῶν τυχόντων ἐστὶν ἡ ἀμφισβήτησις, ἵνα ἓν καὶ τὸ αὐτὸ νομίσῃς εἶναι; Τί μιγνύεις τὰ ἄμικτα; ἐσταύρωσαν ἐκεῖνοι τὸν Χριστὸν, ὃν σὺ προσκυνεῖς. Ὁρᾷς πόσον τὸ μέσον; Πῶς οὖν πρὸς ἐκείνους τρέχεις τοὺς ἀνελόντας, ὁ προσκυνεῖν λέγων τὸν ἐσταυρωμένον; Μὴ γὰρ ἐγὼ τοῦτον εἰσάγω τῶν ἐγκλημάτων τὸν νόμον καὶ τὸ τῆς κατηγορίας εἶδος; οὐχὶ καὶ ἡ Γραφὴ τούτῳ κέχρηται πρὸς αὐτοὺς τῷ τρόπῳ; Ἄκουσον τί φησιν Ἱερεμίας πρὸς αὐτοὺς ἐκείνους· Ἀπέλθετε εἰς Κηδὰρ, καὶ ἴδετε· ἀποστείλατε εἰς τὰς νήσους Χετιεὶμ, καὶ γνῶτε, εἰ γέγονε τοιαῦτα. Ποῖα ταῦτα; Εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί· ὑμεῖς δὲ ἠλλάξασθε τὴν δόξαν ὑμῶν, ἐξ ἧς οὐκ ὠφεληθήσεσθε. Οὐκ εἶπεν· Ἠλλάξασθε τὸν Θεὸν ὑμῶν, ἀλλὰ, τὴν δόξαν Ὃ δὲ λέγει τοιοῦτόν ἐστίν· Ἐκεῖνοι, φησὶν, εἴδωλα προσκυνοῦντες, καὶ δαίμονας θεραπεύοντες, τοσοῦτον περὶ τὴν πλάνην ἔχουσι συνειδὸς, ὡς μηδὲ ἑλέσθαι καταλιπεῖν ἐκεῖνα, καὶ πρὸς τὴν ἀλήθειαν αὐτομολῆσαι· ὑμεῖς δὲ τὸν ἀληθῆ Θεὸν προσκυνοῦντες, ἀφέντες τὴν πατρῴαν εὐσέβειαν, πρὸς τὰ ἀλλότρια ηὐτομολήσατε· καὶ οὐδὲ ὅσην ἔχουσιν ἐκεῖνοι περὶ τὴν πλάνην ταύτην συνείδησιν, τοσαύτην περὶ τὴν ἀλήθειαν ὑμεῖς ἐπεδείξασθε Διὰ τοῦτό φησιν· Εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί· ὑμεῖς δὲ ἠλλάξασθε τὴν δόξαν ὑμῶν, ἐξ ἧς οὐκ ὠφεληθήσεσθε. Οὐκ εἶπεν, Ἠλλάξασθε τὸν Θεὸν ὑμῶν· ὁ Θεὸς γὰρ οὐκ ἀλλάσσεται· ἀλλ', Ἠλλάξασθε τὴν δόξαν ὑμῶν. Μὴ γὰρ ἐμὲ, φησὶν, ἠδικήσατε· μὴ γὰρ ἐμοὶ ἐγένετο βλάβη· ὑμεῖς ἑαυτοὺς ἠτιμώσατε· τὴν ἐμὴν οὐκ ἠλαττώσατε δόξαν, ἀλλὰ τὴν ὑμετέραν. Δότε δὴ κἀμοὶ τοῦτο καὶ πρὸς τοὺς ἡμετέρους εἰπεῖν, εἴ γε ἡμετέρους χρὴ καλεῖν τοὺς τὰ ἐκείνων φρονοῦντας. Πορεύεσθε εἰς τὰς συναγωγὰς, καὶ ἴδετε εἰ ἠλλάξαντο Ἰουδαῖοι τὴν νηστείαν αὐτῶν, εἰ τὸ πάσχα μεθ' ἡμῶν ἐνήστευσαν, εἰ ταύτην τὴν ἡμέραν ποτὲ ἔφαγον. Καὶ αὕτη οὐκ ἔστι νηστεία, ἀλλὰ παρανομία καὶ ἁμαρτία καὶ πλημμέλεια· ἀλλ' ὅμως οὐκ ἤλλαξαν. Ὑμεῖς δὲ ἠλλάξασθε τὴν δόξαν ὑμῶν, ἐξ ἧς οὐκ ὠφεληθήσεσθε, καὶ πρὸς τὰ ἐκείνων ηὐτομολήσατε. Πότε τὸ πάσχα ἐνήστευσαν ἐκεῖνοι; πότε μαρτύρων μεθ' ἡμῶν ἑορτὴν ἐπετέλεσαν; πότε κατὰ τὴν τῶν Ἐπιφανίων ἡμέραν ἡμῖν ἐκοινώνησαν; Ἐκεῖνοι πρὸς τὴν ἀλήθειαν οὐ τρέχουσι, καὶ ὑμεῖς πρὸς τὴν παρανομίαν τρέχετε· παρανομίαν δὲ λέγω, ἐπειδὴ παρὰ τὸν προσήκοντα ταῦτα γίνεται καιρόν. Ἦν ποτε καιρὸς, ὅτε ταῦτα φυλάττεσθαι ἔδει, ἀλλὰ νῦν οὐκ ἔστι. Διὰ τοῦτο τὸ ποτὲ ἔννομον παράνομόν ἐστι νῦν.