Ancient Greek · ~16 min
ΤΟΥ ΑΥΤΟΥ ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ, ΕΙΣ ΤΑΣ ΣΑΛΠΙΓΓΑΣ ΤΟΥ ΠΑΣΧΑ ΑΥΤΩΝ. ΕΛΕΧΘΗ ΔΕ ΕΝ ΑΝΤΙΟΧΕΙᾼ ΕΝ Τῌ ΜΕΓΑΛῌ ΕΚΚΛΗΣΙᾼ. Λόγος τέταρτος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8) 2.1-4
Not analysed yet
Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον· βασιλέα τινά ποτε τῶν Σύρων λαβὼν ὁ Ἀχαὰβ, παρὰ τὸ τῷ Θεῷ δοκοῦν αὐτὸν ἔσωσε, καὶ προσεδρίας ἀπολαῦσαι ἐποίησε, καὶ μετὰ πολλῆς ἀπέπεμψε τῆς τιμῆς. Εἶτα προφήτης τις παραγενόμενος εἶπε πρὸς τὸν πλησίον αὐτοῦ· Ἐν λόγῳ Κυρίου πάταξον δή με. Καὶ οὐκ ἠθέλησεν ὁ ἄνθρωπος πατάξαι αὐτόν. Καὶ εἶπε πρὸς αὐτόν· Ἀνθ' ὧν οὐχ ὑπήκουσας τῆς φωνῆς Κυρίου, ἰδοὺ σὺ ἀποτρέχεις ἀπ' ἐμοῦ, καὶ πατάξει σε ὁ λέων. Καὶ ἀπῆλθεν ἀπ' αὐτοῦ, καὶ εὗρεν αὐτὸν ὁ λέων, καὶ ἐπάταξεν αὐτόν. Καὶ εὑρίσκει ἄνθρωπον ἄλλον, καὶ εἶπε· Πάταξον δή με. Καὶ ἐπάταξεν αὐτὸν ὁ ἄνθρωπος, καὶ συνέτριψεν αὐτὸν, καὶ κατεδήσατο τὸ πρόσωπον ἑαυτοῦ. Τί τούτου γένοιτ' ἂν παραδοξότερον; Ὁ τυπτήσας τὸν προφήτην ἐσώθη, καὶ ὁ φεισάμενος ἐκολάζετο, ἵνα μάθῃς ὅτι Θεοῦ προστάττοντος οὐ δεῖ περιεργάζεσθαι τὴν φύσιν τῶν γινομένων, ἀλλὰ πείθεσθαι μόνον. Ἵνα γὰρ μὴ τὸν προφήτην αἰδεσθεὶς φείσηται ὁ πρότερος, οὐχ ἁπλῶς εἶπεν αὐτῷ· Πάταξόν με, ἀλλ', Ἐν λόγῳ Κυρίου· τουτέστιν, Ὁ Θεὸς ἐπέταξε, μηδὲν περαιτέρω ζήτει· βασιλεύς ἐστιν ὁ νομοθετῶν· αἰδέσθητι τοῦ κελεύοντος τὸ ἀξίωμα, καὶ μετὰ πάσης ὑπάκουε τῆς προθυμίας. Ἀλλ' οὐκ ἠνέσχετο· διὰ τοῦτο δίκην ἔδωκε τὴν ἐσχάτην, τοῖς μετὰ ταῦτα δι' ὧν ἔπαθε παραινῶν, ἅπερ ἂν ὁ Θεὸς ἐπιτάξῃ, πάντα εἴκειν καὶ πείθεσθαι. Εἶτα ἐπειδὴ ἐπάταξεν αὐτὸν ὁ δεύτερος ἐκεῖνος καὶ συνέτριψε, περιέδησε τὴν κεφαλὴν ἑαυτοῦ τελαμῶνι, καὶ τοὺς ὀφθαλμοὺς ἀπέκρυψε, καὶ ἄδηλον ἑαυτὸν κατέστησε. Τίνος οὖν ἕνεκεν τοῦτο ἐποίησεν; Ἔμελλεν ἐλέγχειν τὸν βασιλέα, καὶ καταψηφίζεσθαι κατ' αὐτοῦ, διὰ τὴν σωτηρίαν τοῦ Σύρων βασιλέως. Ἐπεὶ οὖν ἀεὶ πρὸς τοὺς προφήτας ἀπεχθῶς εἶχεν ἐκεῖνος, ἀσεβὴς ὢν, ἵνα μὴ ἰδὼν αὐτὸν ἀπὸ τῆς ὄψεως ἀπελάσῃ, εἶτα ἀπελάσας μὴ δέξηται τὴν διόρθωσιν, κρύπτει καὶ τὸ πρόσωπον ἑαυτοῦ καὶ τὴν τοῦ πράγματος διήγησιν, ὥστε καὶ περιγενέσθαι λέγων, καὶ ἐν οἷς ἐβούλετο ἐκεῖνον συνομολογοῦντα λαβεῖν. Ἐπειδὴ γὰρ ὁ βασιλεὺς παρεπορεύετο, ἐβόησε πρὸς αὐτὸν καὶ εἶπεν· Ὁ δοῦλός σου ἐξῆλθεν ἐπὶ τὴν στρατείαν τοῦ πολέμου, καὶ ἰδοὺ ἀνὴρ εἰσήγαγεν ἄνδρα πρός με, καὶ εἶπέ μοι· Φύλαξόν μοι τοῦτον· καὶ ἔσται ἐὰν ἐκπηδῶν ἐκπηδήσῃ, ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, ἢ τάλαντον ἀργυρίου τίσῃ. Καὶ ἐγένετο ὡς ὁ δοῦλός σου περιεβλέπετο ὧδε καὶ ὧδε· καὶ ἰδοὺ αὐτὸς οὐκ ἦν. Καὶ εἶπε πρὸς αὐτὸν ὁ βασιλεὺς Ἰσραήλ· Ἰδοὺ σὺ δικαστὴς παρ' ἐμοί· ἐφόνευσας. Καὶ ἔσπευσε, καὶ ἀφεῖλε τὸν τελαμῶνα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ, καὶ ἐπέγνω αὐτὸν ὁ βασιλεὺς Ἰσραὴλ, ὅτι ἀπὸ τῶν υἱῶν τῶν προφητῶν οὗτος, καὶ εἶπε πρὸς αὐτόν· Τάδε λέγει Κύριος· Ὅτι ἐξαπέστειλας σὺ ἄνδρα ὀλέθριον ἐκ τῆς χειρός σου, ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ. Ὁρᾷς πῶς οὐχ ὁ Θεὸς μόνον, ἀλλὰ καὶ οἱ ἄνθρωποι ταύτην ἔχουσι τὴν ψῆφον, οὐ τῇ φύσει τῶν πραγμάτων προσέχοντες, ἀλλὰ τῷ τέλει καὶ ταῖς αἰτίαις; Ἰδοὺ γοῦν καὶ ὁ βασιλεὺς αὐτῷ φησιν· Δικαστὴς σὺ παρ' ἐμοί· ἐφόνευσας. Ἀνδροφόνος εἶ, φησὶν, ἐπειδὴ τὸν πολέμιον ἀφῆκας. Διὰ γὰρ τοῦτο καὶ ὁ προφήτης τὸν τελαμῶνα περιεβάλετο, καὶ ὡς ἐπ' ἀλλοτρίου πράγματος τὴν δίκην εἰσήγαγεν, ἵνα μετὰ γνώμης ὀρθῆς τὴν ἀπόφασιν ὁ βασιλεὺς ἐξενέγκῃ· ὅπερ οὖν καὶ ἐγένετο. Ἐπειδὴ γὰρ κατεδίκασεν αὐτὸν, περιελὼν τὸν τελαμῶνα, φησὶν ὁ προφήτης· Ὅτι ἐξαπέστειλας σὺ ἄνδρα ὀλέθριον ἐκ τῆς χειρός σου, καὶ ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ. Εἶδες φιλανθρωπίας οἵαν ἔδωκε δίκην; καὶ ἀντὶ τῆς ἀκαίρου φειδοῦς οἵαν ὑπέμεινε τιμωρίαν; Καὶ οὗτος μὲν σώσας κολάζεται, ἕτερος δὲ φονεύσας ηὐδοκίμησεν. Ὁ γοῦν Φινεὲς δύο φόνους ἐργασάμενος ἐν μιᾷ καιροῦ ῥοπῇ, καὶ ἄνδρα μετὰ γυναικὸς ἀνελὼν, ἱερωσύνῃ τιμᾶται· οὕτως οὐ μόνον οὐκ ἐμόλυνε τὴν χεῖρα τῷ αἵματι, ἀλλὰ καὶ καθαρωτέραν εἰργάσατο. Ὅταν οὖν ἴδῃς τὸν μὲν τυπτήσαντα τὸν προφήτην σωζόμενον, τὸν δὲ μὴ τυπτήσαντα ἀπολλύμενον, καὶ τὸν μὲν φεισάμενον κολαζόμενον, τὸν δὲ μὴ φεισάμενον εὐδοκιμοῦντα, πανταχοῦ πρὸ τῆς φύσεως τῶν πραγμάτων τοῦ Θεοῦ τὰς ψήφους ἐξέταζε· κἂν εὕρῃς τι κατὰ τὸ δοκοῦν ἐκείνῳ γινόμενον, ἐκεῖνο ἀποδέχου μόνον.