Ancient Greek · ~29 min
ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ Λόγος πέμπτος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8) 3.1-5
Not analysed yet
Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἀναλόγισαι πόσοι δόγματα ἠβουλήθησαν εἰσαγαγεῖν παρ' Ἕλλησι, καὶ πολιτείαν ἐνστήσασθαι ξένην, οἷον Ζήνων, Πλάτων, Σωκράτης, Διαγόρας, Πυθαγόρας, καὶ ἕτεροι μύριοι· ἀλλ' ὅμως τοσοῦτον ἀπέσχον περιγενέσθαι, ὡς μηδὲ ἐξ ὀνόματος εἶναι τοῖς πολλοῖς γνώριμοι. Ὁ δὲ Χριστὸς οὐκ ἔγραψε πολιτείαν μόνον, ἀλλὰ καὶ πανταχοῦ τῆς οἰκουμένης αὐτὴν κατεφύτευσε. Πόσα λέγεται Ἀπολλώνιος ὁ ἐκ Τυάνων πεποιηκέναι; Ἀλλ' ἵνα μάθῃς ὅτι ψεῦδος πάντα ἐκεῖνα ἦν καὶ φαντασία, καὶ ἀληθὲς οὐδὲν, ἔσβεσται, καὶ τέλος εὐθὺς ἔλαβεν. Καὶ μηδεὶς ὕβριν εἶναι νομιζέτω τοῦ Χριστοῦ, ὅτι ἐν τοῖς περὶ αὐτοῦ λόγοις Πυθαγόρου καὶ Πλάτωνος, Ζήνωνος καὶ τοῦ Τυανέως μεμνήμεθα· οὐ γὰρ ἐξ οἰκείας τοῦτο ποιοῦμεν γνώμης, ἀλλὰ τῇ ἀσθενείᾳ τῶν Ἰουδαίων συγκαταβαίνοντες, τῶν νομιζόντων αὐτὸν ἄνθρωπον εἶναι ψιλόν· ἐπεὶ καὶ Παῦλος οὕτως ἐποίησεν; εἰσελθὼν γὰρ εἰς τὰς Ἀθήνας, οὐκ ἀπὸ προφητῶν οὐδὲ ἐξ Εὐαγγελίων αὐτοῖς διελέγετο, ἀλλ' ἀπὸ τοῦ βωμοῦ τὴν παραίνεσιν ἐποιεῖτο· οὐκ ἐπειδὴ τὸν βωμὸν ἀξιοπιστότερον τῶν Εὐαγγελίων εἶναι ἐνόμιζεν, οὐδὲ ἐπειδὴ τὰ γράμματα τὰ ἐκεῖ κείμενα τῶν προφητῶν ἦσαν τιμιώτερα, ἀλλ' ἐπειδὴ πρὸς Ἕλληνας διελέγετο τοὺς οὐδενὶ τῶν ἡμετέρων πιστεύοντας, ἀπὸ τῶν οἰκείων αὐτοὺς ἐχειρώσατο δογμάτων. Διὰ τοῦτό φησιν, Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ἀνόμοις ὡς ἄνομος, μὴ ὢν ἄνομος Θεῷ, ἀλλ' ἔννομος Χριστῷ. Οὕτω καὶ ἡ Παλαιὰ περὶ τοῦ Θεοῦ διαλεγομένη πρὸς Ἰουδαίους ποιεῖ λέγουσα οὕτως· Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; Τί λέγεις, ὦ Μωϋσῆ; ὅλως γάρ ἐστι σύγκρισις; Οὐ κατὰ σύγκρισιν τοῦτο ποιῶν εἶπον, φησὶν, ἀλλ' ἐπειδὴ πρὸς Ἰουδαίους διαλέγομαι, τοὺς μεγάλην περὶ τῶν δαιμόνων ἔχοντας δόξαν, τῇ ἀσθενείᾳ αὐτῶν συγκαταβαίνων, τοῦτον τῆς διδασκαλίας εἰσήγαγον τὸν τρόπον. Ἐπεὶ οὖν καὶ ἡμῖν πρὸς Ἰουδαίους ὁ λόγος, τοὺς ἄνθρωπον ψιλὸν εἶναι νομίζοντας τὸν Χριστὸν καὶ παράνομόν τινα, διὰ τοῦτο καὶ ἀπὸ τῶν παρ' Ἕλλησι θαυμαζομένων ἐποιησάμεθα τὴν ἐξέτασιν. Εἰ δὲ βούλεσθε καὶ ἀπὸ τῶν παρ' αὐτοῖς τοῦτο ἐγχειρησάντων, καὶ μαθητὰς συναγαγόντων, καὶ εἰς ἄρχοντας, καὶ εἰς προστάτας ἀναῤῥηθέντων, καὶ σβεσθέντων εὐθέως, ἐπιχειρήσωμεν ταῖς ἀποδείξεσι ταύταις. Οὕτω γοῦν καὶ ὁ Γαμαλιὴλ αὐτοὺς ἐπεστόμισεν. Ἐπειδὴ γὰρ εἶδεν αὐτοὺς μαινομένους, καὶ ἐπιθυμοῦντας τὸ αἷμα τῶν μαθητῶν ἐκχέειν, βουλόμενος αὐτοὺς τῆς ἀκαθέκτου μανίας κατασχεῖν, κελεύσας ἔξω ποιῆσαι βραχὺ τοὺς ἀποστόλους, οὕτω πρὸς αὐτοὺς ἔλεγεν· Προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις, τί μέλλετε πράσσειν. Πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν· καὶ ἠκολούθησαν αὐτῷ ἄνδρες τετρακόσιοι· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν. Καὶ μετ' ἐκεῖνον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος, ὃς ἀπέστησεν ὄχλον ἱκανόν· κἀκεῖνος ἀπέθανε, καὶ οἱ μαθηταὶ αὐτοῦ ἀπώλοντο. Καὶ τὰ νῦν λέγω ὑμῖν, προσέχετε ἑαυτοῖς, ὅτι, ἐὰν ᾖ ἐξ ἀνθρώπων τὸ ἔργον τοῦτο, καταλυθήσεται· εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δυνήσεσθε καταλῦσαι αὐτὸ, μή ποτε καὶ θεομάχοι εὑρεθῆτε. Πόθεν οὖν δῆλον ἔσται, ὅτι, ἐὰν ᾖ ἐξ ἀνθρώπων, καταλυθήσεται; Πεῖραν ἐλάβετε, φησὶν, ἀπὸ Ἰούδα καὶ Θευδᾶ. Ὥστε καὶ οὗτος ὁ κηρυττόμενος ὑπὸ τούτων, εἰ τοιοῦτός ἐστιν οἷοι ἐκεῖνοι, καὶ μὴ θείᾳ δυνάμει πάντα ἐργάζεται, μικρὸν ἀναμείνατε, καὶ αὐτὴ τῶν πραγμάτων ὑμᾶς πιστώσεται ἡ ἔκβασις, καὶ διὰ τοῦ τέλους εἴσεσθε σαφῶς, εἴτε ἄνθρωπός ἐστι πλάνος, ὡς φατὲ, καὶ παράνομος, εἴτε Θεὸς ὁ πάντα συγκρατῶν, καὶ ἀποῤῥήτῳ δυνάμει τὰ καθ' ἡμᾶς οἰκονομῶν πράγματα· ὅπερ οὖν καὶ ἐγένετο. Ἀνέμειναν, καὶ δι' αὐτῶν τῶν πραγμάτων ἐδηλοῦτο ἡ θεία καὶ ἄμαχος δύναμις, καὶ τὸ σόφισμα τοῦτο καὶ πρὸς ἀπάτην τῶν πολλῶν γενόμενον, εἰς τὴν τοῦ διαβόλου περιετρέπετο κεφαλήν. Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν παραγενόμενον, βουλόμενος συσκιάσαι αὐτοῦ τὴν παρουσίαν καὶ τὴν ἀληθῆ οἰκονομίαν, εἰσήνεγκεν ἀπατεῶνάς τινας, οὓς προείπομεν, ἵνα καὶ οὗτος εἷς ἐκείνων νομίζηται εἶναι. Καὶ ὅπερ ἐπὶ τοῦ σταυροῦ πεποίηκε, δύο παρασκευάσας λῃστὰς μετ' αὐτοῦ σταυρωθῆναι, τοῦτο καὶ ἐπὶ τῆς παρουσίας εἰργάσατο, τῇ παραθέσει τοῦ ψεύδους τὴν ἀλήθειαν συσκιάσαι σπεύδων· ἀλλ' οὐδὲ ἐκεῖ τι ἴσχυσεν, οὐδὲ ἐνταῦθα, ἀλλ' αὐτὸ δὴ τοῦτο μάλιστα τὴν δύναμιν ἔδειξε τοῦ Χριστοῦ. Διὰ τί γὰρ, εἰπέ μοι, τριῶν ὄντων τῶν σταυρωθέντων, ἐν τῷ αὐτῷ τόπῳ, ἐν τῷ αὐτῷ καιρῷ, ὑπὸ τῶν αὐτῶν δικαστῶν, ἐκεῖνοι μὲν σεσίγηνται, οὗτος δὲ μόνος προσκυνεῖται; Πάλιν, τί δήποτε πολλῶν εἰσαγαγόντων πολιτείαν καινὴν καὶ μαθητὰς ἐσχηκότων, ἐκείνων μὲν οὐδὲ τοὔνομα μέχρι τήμερόν ἐστι γνώριμον, οὗτος δὲ πανταχοῦ τῆς οἰκουμένης θεραπεύεται; Τὰ γὰρ πράγματα ἀπὸ συγκρίσεως μάλιστα φαίνονται. Σύγκρινον τοίνυν, ὦ Ἰουδαῖε, καὶ μάθε τῆς ἀληθείας τὴν ὑπεροχήν. Τίς πλάνος τοσαύτας πανταχοῦ τῆς οἰκουμένης Ἐκκλησίας ἐκτήσατο, καὶ ἀπὸ περάτων τῆς οἰκουμένης εἰς πέρατα τήν τε αὐτοῦ θεραπείαν ἐξέτεινε, καὶ πάντας ὑποκύπτοντας ἔσχε, καὶ ταῦτα μυρίων ὄντων τῶν κωλυόντων; Οὐκ ἔστιν οὐδείς. Οὐκοῦν δῆλον, ὅτι ὁ Χριστὸς οὐχὶ πλάνος ἦν, ἀλλὰ σωτὴρ, καὶ εὐεργέτης, καὶ κηδεμὼν, καὶ προστάτης τῆς ζωῆς τῆς ἡμετέρας. Μίαν ἔτι πρόῤῥησιν προσθεὶς, ἐπὶ τὸ προκείμενον βαδιοῦμαι. Οὐκ ἦλθον βαλεῖν εἰρήνην, φησὶν, ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν· οὐ τὴν γνώμην τὴν ἑαυτοῦ λέγων, ἀλλὰ τὸ τέλος τῶν ἐκβαινόντων πραγμάτων. Ἦλθον γὰρ διχάσαι, φησὶν, ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς. Πόθεν ταῦτα προεῖπεν, εἰπέ μοι, εἴ γε ψιλὸς ἄνθρωπος ἦν καὶ τῶν πολλῶν εἷς; Ὃ γὰρ λέγει τοιοῦτόν ἐστιν· Ἐπειδὴ συνέβαινεν ἐν οἰκίᾳ μιᾷ τὸν μὲν εἶναι πιστὸν, τὸν δὲ ἄπιστον, εἶτα τὸν πατέρα βούλεσθαι ἕλκειν ἐπὶ τὴν ἀσέβειαν τὸν υἱὸν τὸν ἑαυτοῦ, τοῦτο αὐτὸ προλέγων, φησίν· οὕτω κρατήσει τοῦ κηρύγματος ἡ δύναμις ὡς καὶ πατέρων παῖδας ὑπερορᾷν, καὶ μητέρων θυγατέρας, καὶ γονεῖς παίδων. Αἱρήσονται γὰρ οὐχὶ τῶν οἰκείων καταφρονεῖν μόνον, ἀλλὰ καὶ τὴν ψυχὴν ἐπιδοῦναι τὴν ἑαυτῶν, καὶ πάντα ὑπομεῖναι καὶ παθεῖν, ὥστε μὴ ἀρνήσασθαι τὴν εὐσέβειαν. Πόθεν τούτῳ ταῦτα καὶ εἰδέναι καὶ κατασκευάσαι δυνατὸν, εἴ γε ἄνθρωπος ἦν εἷς τῶν πολλῶν; πόθεν ἐπῆλθεν αὐτῷ λογίσασθαι τοῦτο, ὅτι καὶ πατέρων ἔσται παισὶν αἰδεσιμώτερος, καὶ πατράσι παίδων γλυκύτερος, καὶ γυναιξὶν ἀνδρῶν ποθεινότερος; Καὶ ταῦτα οὐκ ἐν μιᾷ μόνῃ οἰκίᾳ, οὐδὲ ἐν δυσὶ καὶ τρισὶ, καὶ δέκα, καὶ εἴκοσι, καὶ ἑκατὸν, ἀλλὰ πανταχοῦ τῆς οἰκουμένης, ἐν πόλεσιν ἁπάσαις καὶ χώραις, ἐν γῇ καὶ θαλάσσῃ, καὶ οἰκουμένῃ καὶ ἀοικήτῳ. Καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι εἶπε μὲν ταῦτα, οὐκ ἐπήγαγε δὲ τὸ τέλος. Πολλοὶ γοῦν ἐν προοιμίοις καὶ ἐν ἀρχῇ, μᾶλλον δὲ ἔτι καὶ νῦν, διὰ τὴν εὐσέβειαν μισοῦνται, ἐκβάλλονται τῶν οἰκιῶν τῶν πατρῴων, καὶ πρὸς οὐδὲν ἐπιστρέφονται τούτων, ἱκανὴν παραμυθίαν ἔχοντες τὸ διὰ τὸν Χριστὸν ταῦτα πάσχειν. Τίς ταῦτα ἴσχυσέ ποτε ἐν ἀνθρώποις; εἰπέ μοι. Οὗτος τοίνυν ὁ ταῦτα ἅπαντα προειπὼν, τὰ περὶ τῆς γυναικὸς ἐκείνης, τὰ περὶ τῆς Ἐκκλησίας, τὰ περὶ τοῦ πολέμου τούτου· οὗτος προεῖπεν, ὅτι καὶ ὁ ναὸς πεσεῖται, καὶ τὰ Ἱεροσόλυμα ἁλώσεται, καὶ οὐκέτι τῶν Ἰουδαίων ἔσται πόλις ἡ πόλις, καθάπερ καὶ πρότερον. Εἰ μὲν οὖν ἐψεύσατο πάντα ἐκεῖνα, καὶ μὴ ἔλαβε τέλος, ἀπίστει καὶ τούτοις· εἰ δὲ ὁρᾷς ἐκεῖνα λάμποντα ἀπὸ τῆς ἐκβάσεως, καὶ καθ' ἑκάστην ἡμέραν αὐξανόμενα, καὶ οὐδὲ τῆς Ἐκκλησίας πύλαι ᾅδου κατίσχυσαν, καὶ ὅπερ ἐποίησεν ἡ γυνὴ λαλεῖται πανταχοῦ τῆς οἰκουμένης μετὰ χρόνον τοσοῦτον, οἱ δὲ ἄνθρωποι οἱ πιστεύσαντες αὐτῷ καὶ πατέρων αὐτῶν καὶ γυναικῶν καὶ τέκνων αὐτὸν προετίμησαν· τίνος ἕνεκεν ταύτῃ μόνῃ τῇ προῤῥήσει ἀπιστεῖς, εἰπέ μοι, καὶ ταῦτα τῆς ἀπὸ τοῦ χρόνου μαρτυρίας ἐπιστομιζούσης σου τὴν ἀναισχυντίαν; Εἰ μὲν οὖν μετὰ τὴν ἅλωσιν δέκα μόνον ἔτη ἦν, ἢ εἴκοσι, ἢ τριάκοντα, ἢ πεντήκοντα, μάλιστα μὲν οὐδὲ οὕτως ἐχρῆν ἀναισχυντεῖν, πλὴν ἀλλ' ὅμως ὑπελέλειπτό τις τοῖς φιλονεικεῖν βουλομένοις πρόφασις· εἰ δὲ οὐχὶ πεντήκοντα μόνον, ἀλλὰ καὶ ἑκατὸν, καὶ δὶς τοσαῦτα, καὶ τρὶς, καὶ πολλῷ πλείονα παρῆλθον ἔτη μετὰ τὴν ἅλωσιν, καὶ οὐδὲ ἴχνος οὐδὲ σκιά τις ἐφάνη ποτὲ τῆς παρ' ὑμῶν προσδοκωμένης μεταβολῆς, τίνος ἕνεκεν εἰκῆ καὶ μάτην ἀναισχυντεῖς;