Ancient Greek
ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ Λόγος πέμπτος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8) 4.1-4
Not analysed yet
Ἤρκει μὲν οὖν καὶ τὰ εἰρημένα πρὸς ἀπόδειξιν ἡμῖν τοῦ μηδέποτε τὸν ναὸν ἀναστήσεσθαι. Πλὴν ἀλλ' ἐπειδὴ πολλὴ τῆς ἀληθείας ἡ περιουσία, τὰ Εὐαγγέλια ἀφεὶς, ἐπὶ τοὺς προφήτας τρέψομαι, οἷς μάλιστα δοκοῦσι πιστεύειν· καὶ ἀπ' ἐκείνων ποιήσομαι φανερὸν, ὅτι οὔτε τὴν πόλιν, οὔτε τὸν ναὸν λοιπὸν ἀπολήψονται· καίτοι γε οὐδεμίαν εἶχον ἀνάγκην ἀποδεῖξαι, ὅτι οὐκ ἀναστήσεται, οὐδὲ ἐμὸν τοῦτο ἦν, ἀλλ' ἐκείνων, δεῖξαι τοὐναντίον ὅτι ἀναστήσεται. Ἐγὼ μὲν γὰρ ἔχω τὴν ἀπὸ τοῦ χρόνου σύστασιν μαρτυροῦσάν μοι καὶ συναγωνιζομένην· ἐκεῖνοι δὲ οἱ δι' αὐτῆς μὲν τῆς ἐκβάσεως τῶν πραγμάτων ἡττώμενοι, καὶ ἐν ἔργοις οὐδὲν ἔχοντες δεῖξαι ὧν λέγουσι, κομπάζοντες δὲ ἁπλῶς καὶ εἰκῆ, αὐτοὶ δίκαιοι ταύτην παρασχεῖν τὴν μαρτυρίαν εἰσίν. Ἃ μὲν γὰρ ἐγὼ λέγω, δείκνυμι διὰ τῶν ἔργων αὐτῶν ἐκβεβηκότα, καὶ ὅτι ἔπεσε, καὶ ὅτι οὐκ ἀνέστη ἡ πόλις ἐπὶ χρόνον τοσοῦτον ἃ δὲ ἐκεῖνοι λέγουσιν, ἐν ῥήμασίν ἐστι ψιλοῖς τοῖς αὐτῶν. Καὶ ἐχρῆν αὐτοὺς δεῖξαι, ὅτι ἀναστήσεται πάλιν ἡ πόλις· ἐπεὶ καὶ ἐν τοῖς δικαστηρίοις οὕτως ὁρῶμεν γινομένας τὰς ἀποδείξεις. Ὅταν γάρ τινες ὑπὲρ ὁτουοῦν πρὸς ἀλλήλους ἀμφισβητῶσι, καὶ θάτερος ὧν λέγει ἐγγράφως παρέχῃ τὰς ἀποδείξεις, εἶτα ὁ ἕτερος ἐπιλαμβάνηται τῶν λεγομένων, αὐτὸς ἀναγκάζεται λοιπὸν μάρτυρας ἢ καὶ ἑτέρους παρέχειν ἐλέγχους τοῦ μὴ ταῦτα οὕτως ἔχειν, ὡς τὰ γραμμάτιά φησιν, οὐκ ἐκεῖνος ὁ προφέρων τὰ γραμμάτια. Οὕτω καὶ νῦν ποιεῖν ἔδει τοὺς Ἰουδαίους καὶ παράγειν ἡμῖν προφήτην εἰς μέσον τὸν λέγοντα, ὅτι ἀναστήσεται πάντως ἡ πόλις. Ὅτι γὰρ εἰ καὶ τέλος ἔμελλεν ἕξειν ὑμῖν ἡ παροῦσα αἰχμαλωσία, πᾶσα ἀνάγκη ἦν τοὺς προφήτας ταῦτα προαναφωνεῖν, παντί που δῆλόν ἐστι τῷ καὶ ὁπωσοῦν εἰς τὰ προφητικὰ παρακύψαντι βιβλία. Καὶ γὰρ ἔθος παρὰ Ἰουδαίοις παλαιὸν, τὰ μέλλοντα αὐτοὺς καταλαμβάνειν κακὰ ἢ ἀγαθὰ προαγορεύειν τοὺς προφήτας ἄνωθεν. Τίνος ἕνεκεν καὶ διὰ τί; Διὰ τὴν πολλὴν αὐτῶν ἀγνωμοσύνην καὶ ἀναισχυντίαν, Ἐπειδὴ γὰρ παραυτὰ τὰς εὐεργεσίας ἐπελανθάνοντο τοῦ ταῦτα πεποιηκότος Θεοῦ, καὶ τοῖς δαίμοσιν ἐπέγραφον τὰ γινόμενα, καὶ τὰ ἀγαθὰ ἐκείνοις ἐλογίζοντο· καὶ νῦν μὲν ἐξελθόντες ἐξ Αἰγύπτου, τῆς θαλάσσης σχισθείσης, καὶ τῶν ἄλλων θαυμάτων γινομένων, ἐπιλαθόμενοι τοῦ ταῦτα πεποιηκότος Θεοῦ, τοῖς οὐ θεοῖς ἀνετίθεσαν τὰ γινόμενα, καὶ τῷ Ἀαρὼν λέγουσι· Ποίησον ἡμῖν θεοὺς, οἳ προπορεύσονται ἡμῶν· καὶ τῷ Ἱερεμίᾳ δὲ φαίνονται λέγοντες, Τὸν λόγον ὃν ἐλάλησας πρὸς ἡμᾶς τῷ ὀνόματι Κυρίου, οὐκ ἀκουσόμεθά σου, ὅτι ποιοῦντες ποιήσομεν πάντα τὸν λόγον, ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν, θυμιᾶν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, καὶ σπένδειν αὐτῇ σπονδὰς, καθὰ ἐποιήσαμεν καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν, καὶ οἱ βασιλεῖς ἡμῶν, καὶ οἱ ἄρχοντες ἡμῶν· καὶ ἐνεπλήσθημεν ἄρτων, καὶ ἐγενήθημεν χρηστοὶ, καὶ κακὰ οὐκ οἴδαμεν· καὶ ὡς θυμιῶντες τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, καὶ σπένδοντες αὐτῇ σπονδὰς, ἠλαττώθημεν πάντες ἡμεῖς, καὶ ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἐξελίπομεν· ἵνα οὖν μηδὲν τῶν συμβαινόντων τοῖς εἰδώλοις λογίζωνται, ἀλλὰ καὶ τὰς τιμωρίας καὶ τὰς εὐεργεσίας παρὰ τοῦ Θεοῦ πιστεύωσιν αὐτοῖς ἀεὶ παραγίνεσθαι, τὰς μὲν διὰ τὰς ἁμαρτίας, τὰς δὲ διὰ φιλανθρωπίαν, ἄνωθεν αὐτοῖς προὔλεγον οἱ προφῆται τὰ μέλλοντα ἔσεσθαι. Καὶ ἵνα μάθῃς ὅτι αὕτη ἐστὶν ἡ αἰτίᾳ τῆς προῤῥήσεως, ἄκουε τί φησιν ὁ μεγαλοφωνότατος Ἡσαΐας· Γινώσκω ὅτι σκληρὸς εἶ σὺ πρὸς τὸν λαὸν τὸν Ἰουδαϊκὸν, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου· τουτέστιν ἀκαμπὴς, καὶ τὸ μέτωπόν σου χαλκοῦν, τουτέστιν ἀναίσχυντον. Οὕτω γοῦν καὶ ἡμῖν ἔθος πολλάκις, τοὺς ἐρυθριᾷν μὴ εἰδότας χαλκοπροσώπους καλεῖν. Καὶ ἀνήγγειλά σοι, φησὶν ἃ μέλλει ἐπὶ σὲ ἔρχεσθαι, πρὶν ἢ γενέσθαι, καὶ ἀκουστά σοι ἐποίησα. Εἶτα τὴν αἰτίαν τῆς προῤῥήσεως λέγων, ἐπήγαγεν· Μήποτε εἴπῃς, ὅτι Τὰ εἴδωλά μοι ἐποίησε, καὶ τὰ γλυπτὰ καὶ τὰ φωνευτά μοι ἐνετείλατο. Καὶ πάλιν ἐπειδὴ φιλόνεικοί τινες ὄντες καὶ ἀλαζόνες, καὶ μετὰ τὴν ἔκβασιν ἠναισχύντουν ὡς μὴ προακηκοότες, οὐ προὔλεγον οἱ προφῆται τὰ ἐσόμενα μόνον, ἀλλὰ καὶ μάρτυρας ἐλάμβανον τῶν γινομένων. Οὕτω γοῦν πάλιν ὁ αὐτὸς Ἡσαΐας φησί· Μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα, καὶ τὸν Ζαχαρίαν τὸν υἱὸν Βαραχίου. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐν τόμῳ καινῷ τὴν προφητείαν γράψας ἀπέθετο, ἵνα μετὰ τὴν ἔκβασιν αὐτὰ αὐτῶν καταμαρτυρῇ τὰ γράμματα, ὅτι ἄνωθεν αὐτοῖς καὶ πρὸ πολλοῦ τοῦ χρόνου προηγόρευται. Διὰ τοῦτο οὐδὲ ἁπλῶς ἐν τόμῳ γράφει, ἀλλ' ἐν τόμῳ καινῷ, δυναμένῳ πρὸς τὸ μῆκος ἀρκέσαι τοῦ χρόνου καὶ μὴ διαφθαρῆναι ῥᾳδίως, ἀλλ' ἀναμεῖναι τὴν ἔκβασιν τῶν ἐν αὐτῷ γεγραμμένων πραγμάτων. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ πάντα αὐτοῖς προανεφώνει τὰ μέλλοντα ἔσεσθαι ὁ Θεὸς, οὐκ ἐντεῦθεν μόνον, ἀλλὰ καὶ ἐξ αὐτῶν τῶν συμβάντων αὐτοῖς κακῶν τε καὶ ἀγαθῶν ποιήσομαι τὴν ἀπόδειξιν.