Ancient Greek
Τῇ προτεραίᾳ μακρὰν ὁμιλίαν εἰπὼν κατὰ Ἰουδαίων καὶ βράγχῳ κατασχεθεὶς ἀπὸ τοῦ μήκους τῶν εἰρημένων, νῦν ταύτην εἶπεν. Λόγος ἕκτος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8) 4.1-5
Not analysed yet
Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ὑμᾶς πεῖσαι πειράσομαι, ὅτι οὐκ οἰκείᾳ δυνάμει ἐποίησαν ὅπερ ἐποίησαν εἰς ὑμᾶς οἱ βασιλεῖς Ῥωμαίων, ἀλλὰ διὰ τὴν ὀργὴν τοῦ Θεοῦ καὶ τὴν αὐτοῦ ἐγκατάλειψιν. Εἰ γὰρ ἀνθρώπων ἦν ἔργον τὸ γενόμενον, ἔδει μέχρι τῆς ἁλώσεως στῆναι τὰ ὑμέτερα, καὶ μὴ περαιτέρω προελθεῖν ὑμῶν τὴν ἀτιμίαν. Κείσθω γὰρ κατὰ τὸν ὑμέτερον λόγον, ὅτι τὰ τείχη κατέσκαψαν οἱ ἄνθρωποι, καὶ τὴν πόλιν καθεῖλον, καὶ τὸν βωμὸν ἀνέτρεψαν· μὴ καὶ τοὺς προφήτας ἄνθρωποι ἔπαυσαν; μὴ τὴν τοῦ Πνεύματος χάριν ἀνεῖλον; μὴ τὰ ἄλλα τὰ σεμνὰ τὰ παρ' ὑμῖν, αὐτοὶ κατέλυσαν, οἷον τὸ φωνὴν ἐκ τοῦ ἱλαστηρίου φέρεσθαι, τὴν ἐπὶ τῷ χρίσματι γενομένην ἐνέργειαν, τὴν δήλωσιν τὴν ἐπὶ τῶν λίθων τοῦ ἱερέως; Καὶ γὰρ ἡ Ἰουδαϊκὴ πολιτεία οὐχὶ κάτωθεν πάσας εἶχε τὰς ἀρχὰς, ἀλλὰ τὰς πλείους καὶ σεμνοτέρας ἄνωθεν ἐκ τῶν οὐρανῶν· οἷόν τι λέγω, θυσίας συνεχώρησε γενέσθαι. Ὁ μὲν οὖν βωμὸς κάτω ἦν, καὶ τὰ ξύλα, καὶ ἡ μάχαιρα, καὶ ὁ ἱερεύς· τὸ δὲ πῦρ, τὸ μέλλον ἰέναι ἐν τοῖς ἀδύτοις ἐκείνοις καὶ τὰς θυσίας δαπανᾷν, ἄνωθεν εἶχε τὴν ἀρχήν. Οὐ γὰρ ἄνθρωπος εἰς τὸν ναὸν εἰσῆγε πῦρ, ἀλλὰ φλὸξ ἄνωθεν κατενεχθεῖσα, οὕτω τὴν ἐπὶ τῆς θυσίας διακονίαν ἐπλήρου. Καὶ πάλιν εἴ ποτε ἔδει τι μαθεῖν, ἀνὰ μέσον τῶν χερουβὶμ ἐκ τοῦ ἱλαστηρίου φωνή τις ἐφέρετο, καὶ τὰ μέλλοντα προὔλεγε. Πάλιν ἐπὶ τῶν λίθων τῶν ἐπὶ τοῦ στήθους τοῦ ἀρχιερέως, ὅπερ ἐκάλουν δήλωσιν, ἐγίνετό τις ἔκλαμψις, καὶ τὰ μέλλοντα ἐσήμαινε. Πρὸς τούτοις, ἡνίκα τινὰ χρίεσθαι ἔδει, ἡ τοῦ Πνεύματος χάρις ἐφίπτατο, καὶ τὸ ἔλαιον ἀνεπήδα· καὶ προφῆται τούτοις διηκόνουν τοῖς πράγμασι, καὶ νεφέλη πολλάκις καὶ καπνὸς τὰ ἄδυτα κατελάμβανεν. Ἵν' οὖν μὴ ἀναισχυντῶσιν οἱ Ἰουδαῖοι, μηδὲ ἀνθρώποις λογίζωνται τὴν αὐτῶν ἐρήμωσιν, οὐχὶ τὴν πόλιν μόνον ἀφῆκε πεσεῖν, καὶ τὸν ναὸν ἐρημωθῆναι, ἀλλὰ καὶ τὰ πράγματα ἐκεῖνα, ἅπερ ἐκ τῶν οὐρανῶν τὰς ἀρχὰς εἶχεν, ἐκποδὼν γενέσθαι ἐποίησε, τὸ πῦρ, τὴν φωνὴν, τὴν τῶν λίθων ἔκλαμψιν, τὰ ἄλλα πάντα τὰ τοιαῦτα. Ὅταν οὖν λέγῃ σοι ὁ Ἰουδαῖος, ὅτι ἄνθρωποι ἡμῖν ἐπολέμησαν, ἄνθρωποι ἐπεβούλευσαν, εἰπὲ πρὸς αὐτὸν, Μάλιστα μὲν οὐκ ἂν ἐπολέμησαν ἄνθρωποι, εἰ μὴ ὁ Θεὸς συνεχώρησεν. Ἔστω δὲ, τὸ τεῖχός σου καθεῖλον οἱ ἄνθρωποι· μὴ τὸ πῦρ ἄνωθεν καταφέρεσθαι ἄνθρωπος ἐκώλυσεν; μὴ τὴν φωνὴν τὴν ἐκ τοῦ ἱλαστηρίου συνεχῶς ἀκουομένην ἄνθρωπος ἐπέσχε; μὴ τὴν δήλωσιν τὴν ἐπὶ τῶν λίθων; μὴ τὸ χρῖσμα τὸ ἱερατικόν; μὴ τὰ ἄλλα ἅπαντα καθεῖλεν ἄνθρωπος; οὐχ ὁ Θεὸς ταῦτα ἀνέστειλεν; Παντί που δῆλόν ἐστι. Τίνος οὖν ἕνεκεν ἀνεῖλεν; οὐκ εὔδηλον, ὅτι μισήσας ὑμᾶς καὶ ἀποστραφεὶς καθάπαξ; Οὐχὶ, φησίν· ἀλλ' ἐπειδὴ τὴν μητρόπολιν οὐκ ἔχομεν, διὰ τοῦτο ταῦτα οὐκ ἔχομεν. Τίνος δὲ ἕνεκεν τὴν μητρόπολιν οὐκ ἔχετε; οὐκ ἐπειδὴ ὑμᾶς ὁ Θεὸς ἐγκατέλιπε; Μᾶλλον δὲ, ἵνα ἐκ περιουσίας τὰ ἀναίσχυντα αὐτῶν ἐμφράξωμεν στόματα, φέρε καὶ τοῦτο δι' αὐτῶν ἀποδείξωμεν τῶν Γραφῶν, ὅτι οὐχ ἡ τοῦ ναοῦ κατασκαφὴ τῆς κατὰ τὴν προφητείαν ἀναιρέσεώς ἐστιν ἡ αἰτία, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ, καὶ τὸ μειζόνως αὐτὸν παροξῦναι νῦν διὰ τῆς εἰς τὸν Χριστὸν μανίας, ἢ ὅτε τὸν μόσχον προσεκύνησαν. Ὅτε γοῦν ὁ Μωϋσῆς προεφήτευσεν, οὔτε ναὸς ἦν, οὔτε βωμὸς, ἀλλὰ μυρία ἀσεβοῦντες διετέλουν, καὶ τὸ τῆς προφητείας οὐκ ἀπέπτη χάρισμα, ἀλλὰ καὶ οὗτος αὐτὸς ὁ μέγας καὶ γενναῖος ἀνὴρ, καὶ ἕτεροι πρὸς τούτῳ πάλιν ἑβδομήκοντα ἀνεδείχθησαν τότε προφῆται. Καὶ οὐ τότε μόνον, ἀλλὰ καὶ μετὰ ταῦτα ναοῦ δοθέντος, καὶ τῆς ἄλλης λατρείας ἁπάσης· εἶτα ἐμπρησθέντος τούτου, καὶ πάντων ἀχθέντων εἰς Βαβυλῶνα, πάλιν Ἰεζεκιὴλ καὶ Δανιὴλ οὐ τὰ ἅγια τῶν ἁγίων ὁρῶντες, οὐ παρὰ τὸν βωμὸν ἑστῶτες, ἀλλ' ἐν μέσῃ χώρᾳ βαρβάρων, μεταξὺ παρανόμων καὶ ἀκαθάρτων ὄντες ἀνθρώπων, πνεύματος ἐπληροῦντο, καὶ τὰ μέλλοντα προὔλεγον, καὶ πολλῷ τῶν προτέρων καὶ πλείονα καὶ παραδοξότερα εἶπον πράγματα, καὶ ὄψιν ἐθεάσαντο θείαν, ὡς αὐτοῖς δυνατὸν ἦν ἰδεῖν. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, νῦν οὐκ ἔχετε προφήτας; οὐκ εὔδηλον, ὅτι τοῦ Θεοῦ τὰ καθ' ὑμᾶς ἀποστραφέντος; Τίνος οὖν ἕνεκεν ὑμᾶς ἀπεστράφη; Εὔδηλον καὶ τοῦτο πάλιν, ὅτι διὰ τὸν σταυρωθέντα καὶ τὴν τόλμαν τὴν παράνομον ἐκείνην. Πόθεν τοῦτο δῆλον, φησίν; Ἀφ' ὧν πρὸ τούτου μὲν ἀσεβοῦντες, πάντων ἐπετυγχάνετε, νῦν δὲ δοκοῦντες ἐπιεικέστερον ζῇν μετὰ τὸν σταυρὸν, μείζονα ὑπομένετε τιμωρίαν, καὶ οὐδενὸς ἀπολαύετε τῶν προτέρων.