Ancient Greek
ΕΙΣ ΤΟΥΣ ΤΑ ΠΡΩΤΑ ΠΑΣΧΑ ΝΗΣΤΕΥΟΝΤΑΣ. Λόγος τρίτος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8) 5.1-2
Not analysed yet
Ὁ γοῦν κατηχούμενος οὐδέποτε πάσχα ἐπιτελεῖ, καίτοι νηστεύων κατ' ἐνιαυτὸν, ἐπειδὴ προσφορᾶς οὐ κοινωνεῖ, ὥσπερ οὖν καὶ ὁ μὴ νηστεύων, ἂν μετὰ καθαροῦ προσέλθῃ συνειδότος, πάσχα ἐπιτελεῖ, κἂν σήμερον, κἂν αὔριον, κἂν ὁποτεοῦν μετάσχῃ τῆς κοινωνίας. Οὐ γὰρ ἐν παρατηρήσει καιρῶν, ἀλλ' ἐν συνειδότι καθαρῷ ἡ ἀρίστη κρίνεται πρόσοδος. Ἡμεῖς δὲ τοὐναντίον ποιοῦμεν. Τὴν μὲν διάνοιαν οὐ καθαίρομεν, εἰ δὲ τῇ ἡμέρᾳ προσέλθοιμεν ἐκείνῃ, νομίζομεν πάσχα ἐπιτελεῖν, κἂν μυρίων γέμωμεν ἁμαρτημάτων. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν, ἀλλὰ κἂν ἐν αὐτῷ τῷ Σαββάτῳ προσέλθῃς μετὰ πονηροῦ συνειδότος, ἐξέπεσες τῆς κοινωνίας, ἀπῆλθες οὐκ ἐπιτελέσας τὸ πάσχα· ὥσπερ οὖν κἂν σήμερον κοινωνῇς, τὰ ἁμαρτήματα ἀπονιψάμενος, τὸ πάσχα ἐπετέλεσας ἀκριβῶς. Ἐχρῆν τοίνυν τὴν ἀκρίβειαν ταύτην ὑμᾶς καὶ τὴν εὐτονίαν μὴ ἐν τῇ τῶν καιρῶν παρατηρήσει, ἀλλ' ἐν τῇ προσόδῳ φυλάττειν. Καὶ καθάπερ αἱρεῖσθε νῦν πάντα ὑπομεῖναι, ἢ μεταθεῖναι τὴν συνήθειαν, οὕτως ἔδει τούτου μὲν καταφρονεῖν, πάντα δὲ αἱρεῖσθαι πάσχειν καὶ ποιεῖν, ὥστε μὴ μεθ' ἁμαρτημάτων προσιέναι. Ὅτι γὰρ οὐδεὶς λόγος καιρῶν τῷ Θεῷ καὶ παρατηρήσεως τοιαύτης, ἄκουσον αὐτοῦ δικάζοντος· Πεινῶντά με εἴδετε, φησὶ, καὶ ἐθρέψατε, διψῶντα, καὶ ἐποτίσατε, γυμνὸν, καὶ περιεβάλετε· καὶ τοῖς ἐξ εὐωνύμων τὰ ἐναντία τούτοις ἐγκαλεῖ. Καὶ πάλιν ἄλλον ἐπεισαγαγὼν ἐπὶ μνησικακίᾳ κολάζει· Πονηρὲ γὰρ, φησὶ, δοῦλε, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; Πάλιν τὰς παρθένους, ἐπειδὴ ἔλαιον οὐκ εἶχον ἐν ταῖς λαμπάσι, τοῦ νυμφῶνος ἀπέκλεισεν· ἕτερον, ἐπειδὴ ἔνδυμα γάμου οὐκ ἔχων εἰσῆλθεν, ἀλλὰ ῥυπαρὰ ἠμφίεστο ἱμάτια, πορνείαν καὶ ἀκαθαρσίαν περιβεβλημένος· ὅτι δὲ τῷ δεῖνι μηνὶ καὶ τῷ δεῖνι ἐποίησε τὸ πάσχα, οὐδεὶς ἐκολάσθη ποτὲ οὐδὲ ἐνεκλήθη. Καὶ τί λέγω περὶ ἡμῶν τῶν ἀπηλλαγμένων πάσης τοιαύτης ἀνάγκης, καὶ ἄνω πολιτευομένων ἐν τοῖς οὐρανοῖς, ἔνθα μῆνες, καὶ ἥλιος, καὶ σελήνη, καὶ ἐνιαυτῶν περίοδος οὐκ ἔστιν; Οὐδὲ γὰρ ἐπ' αὐτῶν τῶν Ἰουδαίων, ἂν ἀκριβῶς ἐπιστῆσαι ἐθελήσῃ τις, οὐ πολὺν ὄψεται τοῦ χρόνου γινόμενον λόγον, ἀλλὰ τὸν τῶν Ἱεροσολύμων αὐτοῦ τόπον προτιμώμενον. Ἐπειδὴ γὰρ προσελθόντες ἄνθρωποι τῷ Μωϋσῇ ἔλεγον, Ἀκάθαρτοί ἐσμεν ἐπὶ ψυχῇ· πῶς ἵνα μὴ ὑστερήσωμεν ἀπὸ τῶν δώρων τοῦ Κυρίου; Στῆτε αὐτοῦ, φησὶ, καὶ ἀνοίσωμεν ἐπὶ τὸν Θεόν. Εἶτα ἐπειδὴ ἀνήνεγκε, κατήνεγκε νόμον λέγοντα, ὅτι Ἄν τις ἀκάθαρτος ἐπὶ ψυχῇ ᾖ, ἢ ἐν ὁδῷ μακρᾷ, καὶ μὴ δύνηται ποιῆσαι ἐν τῷ πρώτῳ μηνὶ τὸ πάσχα, ποιήσει ἐν τῷ δευτέρῳ. Εἶτα ἐπὶ μὲν τῶν Ἰουδαίων ἡ τοῦ χρόνου λύεται παρατήρησις, ἵνα εἰς τὰ Ἱεροσόλυμα τὸ πάσχα γένηται· σὺ δὲ οὐ προτιμᾷς τοῦ χρόνου τῆς Ἐκκλησίας τὴν συμφωνίαν, ἀλλ' ἵνα δόξῃς ἡμέρας παρατηρεῖν, εἰς τὴν κοινὴν ἁπάντων ἡμῶν ἐμπαροινεῖς μητέρα, καὶ τὴν ἁγίαν διατέμνεις σύνοδον; καὶ πῶς ἂν ἄξιος εἴης συγγνώμης, ὑπὲρ τοῦ μηδενὸς τοσαῦτα ἁμαρτάνειν αἱρούμενος; Καὶ τί χρὴ λέγειν περὶ Ἰουδαίων; Ὅτι γὰρ οὐδὲ σφόδρα βουλομένοις ἡμῖν καὶ σπουδάζουσι δυνατὸν πάντως τηρῆσαι τὴν ἡμέραν ἐκείνην, καθ' ἣν ἐσταυρώθη, δῆλον ἐκεῖθεν. Εἰ γὰρ καὶ μὴ παρέβαινον Ἰουδαῖοι, μηδὲ ἀγνώμονες ἦσαν, μηδὲ ἀναίσθητοι, μηδὲ ῥᾴθυμοι καὶ καταφρονηταὶ, μηδὲ ἐκπεπτώκεσαν τῆς πατρῴας πολιτείας, ἀλλ' ἀκριβῶς αὐτὴν ἐτήρουν νῦν, οὐδὲ οὕτω δυνατὸν ἦν ἡμῖν ἀκολουθοῦσιν αὐτοῖς ἐπιλαβέσθαι τῆς ἡμέρας αὐτῆς, καθ' ἣν ἐσταυρώθη, καὶ τὸ πάσχα ἐπετέλεσε. Καὶ πῶς, ἐγὼ λέγω. Ἡνίκα ἐσταυροῦτο, τότε ἡ πρώτη τῶν ἀζύμων ἦν, καὶ παρασκευή· ἀμφότερα δὲ ταῦτα οὐ δυνατὸν ἀεὶ συμπεσεῖν. Ἰδοὺ γοῦν κατὰ τὸν παρόντα ἐνιαυτὸν ἡ πρώτη τῶν ἀζύμων εἰς κυριακὴν ἡμέραν ἐμπίπτει, καὶ ἀνάγκη πᾶσαν νηστεῦσαι τὴν ἑβδομάδα, καὶ τοῦ πάθους παρελθόντος, καὶ τοῦ σταυροῦ γενομένου καὶ τῆς ἀναστάσεως, ἡμεῖς μένομεν νηστεύοντες. Καὶ πολλάκις τοῦτο συνέβη, μετὰ τὸν σταυρὸν, μετὰ τὴν ἀνάστασιν, μηδέπω τῆς ἑβδομάδος ἀπαρτισθείσης, τὴν νηστείαν ἐπιτελεῖσθαι· οὕτως οὐδεμία καιροῦ παρατήρησίς ἐστι. Μὴ τοίνυν φιλονεικῶμεν, μηδὲ ἐκεῖνο λέγωμεν, Τοσοῦτον ἐνήστευσα χρόνον, καὶ νῦν μεταθήσομαι; Δι' αὐτὸ μὲν οὖν τοῦτο μετάθου· ἐπειδὴ τοσοῦτον ἀπεσχίσθης χρόνον τῆς Ἐκκλησίας, ἐπάνελθε λοιπὸν πρὸς τὴν μητέρα. Οὐδεὶς λέγει, Ἐπειδὴ τοσοῦτον χρόνον ἐν ἔχθρᾳ διέμεινα, αἰσχύνομαι καταλλαγῆναι νῦν. Αἰσχύνη γάρ ἐστιν, οὐ τὸ μεταβάλλεσθαι πρὸς τὸ βέλτιον, ἀλλὰ τὸ μένειν ἐπὶ τῆς ἀκαίρου φιλονεικίας. Τοῦτο καὶ Ἰουδαίους ἀπώλεσεν, οἳ τὴν παλαιὰν ἐπιζητοῦντες ἀεὶ συνήθειαν, πρὸς ἀσέβειαν ἀπεσύροντο. Καὶ τί λέγω περὶ νηστείας καὶ ἡμερῶν παρατηρήσεως, ὁ Παῦλος τὸν νόμον διετέλει φυλάττων, καὶ πολὺν ὑπέμεινεν ἱδρῶτα, καὶ πολλὰς μὲν ὁδοιπορίας, πολλὰς δὲ ἠνέσχετο ταλαιπωρίας ἑτέρας, καὶ πάντων ἐκράτει τῶν ὁμηλίκων κατὰ τὴν τῆς πολιτείας ἐκείνης ἀκρίβειαν· ἀλλ' ὅμως μετὰ τὸ πρὸς τὸ ἄκρον ἐλάσαι τῆς πολιτείας ἐκείνης, ἐπειδὴ συνεῖδεν ὅτι ἐπ' ὀλέθρῳ καὶ βλάβῃ πάντα ἔπραττεν, εὐθέως μετέθετο. Καὶ οὐκ εἶπε πρὸς ἑαυτὸν, Τί τοῦτο; τοσαύτην ζημιοῦμαι σπουδήν; τοσοῦτον ἀπολῶ πόνον; ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο ταχύτερον μετετέθη, ἵνα μὴ μένῃ πάλιν ἐπὶ τῆς αὐτῆς ζημίας, καὶ τῆς ἐν τῷ νόμῳ δικαιοσύνης κατεφρόνησεν, ἵνα τὴν ἐκ πίστεως λάβῃ· καὶ βοᾷ λέγων, Ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. Ἐὰν προσφέρῃς τὸ δῶρόν σου, φησὶν, ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου· Τί λέγεις; ἂν μὲν ὁ ἀδελφός σου ἔχῃ τι κατὰ σοῦ, οὐ συγχωρεῖ σοι προσενεγκεῖν τὴν θυσίαν, ἕως ἂν αὐτῷ καταλλαγῇς· Ἐκκλησίας δὲ ὁλοκλήρου, καὶ τοσούτων πατέρων ἐχόντων κατὰ σοῦ, τολμᾷς καὶ ὑπομένεις, μὴ καταλύσας τὴν ἔχθραν τὴν ἄκαιρον ταύτην, τοῖς θείοις προσελθεῖν μυστηρίοις; καὶ πῶς ἂν δύναιο πάσχα ἐπιτελεῖν οὕτω διακείμενος; Ταῦτα οὐχὶ πρὸς ἐκείνους λέγω μόνους, ἀλλὰ καὶ πρὸς ὑμᾶς τοὺς ὑγιαίνοντας, ἵνα ὅσους ἂν ἴδητε τοιούτους ὄντας, μετὰ ἀκριβείας πολλῆς καὶ προσηνείας ἐκλέγοντες συναγάγητε, καὶ πρὸς τὴν μητέρα ἐπαναγάγητε. Κἂν ἀντιτείνωσι, κἂν σκιρτῶσι, κἂν ὁτιοῦν ἕτερον πράττωσι, μὴ ἀποκάμωμεν, ἕως ἂν αὐτοὺς πείσωμεν· οὐδὲν γὰρ εἰρήνης ἴσον καὶ συμφωνίας. Διὰ τοῦτο καὶ εἰσιὼν ὁ πατὴρ, οὐ πρότερον ἐπὶ τὸν θρόνον ἀναβαίνει τοῦτον, ἕως ἂν ἅπασιν ὑμῖν εἰρήνην ἐπεύξηται, καὶ ἀναστὰς οὐ πρότερον ἄρχεται τῆς πρὸς ὑμᾶς διδασκαλίας, ἕως ἂν ἅπασι δῷ τὴν εἰρήνην. Καὶ μέλλοντες εὐλογεῖν οἱ ἱερεῖς, πρότερον τοῦτο ὑμῖν ἐπευξάμενοι, οὕτω τῆς εὐλογίας ἄρχονται. Καὶ ὁ διάκονος δὲ κελεύων εὔχεσθαι μετὰ τῶν ἄλλων, καὶ τοῦτο ἐπιτάττει κατὰ τὴν εὐχὴν, αἰτεῖν τὸν ἄγγελον τῆς εἰρήνης, καὶ τὰ προκείμενα πάντα εἰρηνικὰ, καὶ τῆς συνόδου ταύτης ἀπολύων ὑμᾶς, τοῦτο ὑμῖν ἐπεύχεται λέγων, Πορεύεσθε ἐν εἰρήνῃ· καὶ οὐδὲν ὅλως ἔνι οὔτε εἰπεῖν, οὔτε πρᾶξαι ταύτης χωρίς. Αὕτη γάρ ἐστιν ἡ τροφὸς ἡμῶν καὶ μήτηρ, θάλπουσα μετὰ πολλῆς τῆς ἀκριβείας ἡμᾶς. Εἰρήνην δὲ λέγω, οὐ τὴν ἀπὸ προσρήσεως ψιλῆς, οὐδὲ τὴν ἀπὸ τῆς κοινωνίας τῶν τραπεζῶν, ἀλλὰ τὴν κατὰ Θεὸν εἰρήνην, τὴν ἐκ τῆς συμφωνίας τῆς πνευματικῆς, ἣν πολλοὶ διασπῶσι νῦν, ὑπὲρ ἀκαίρου φιλονεικίας τὰ ἡμέτερα καθαιροῦντες, καὶ τὰ Ἰουδαίων αὔξοντες, ἐκείνους ἀξιοπιστοτέρους διδασκάλους τῶν οἰκείων πατέρων ἡγούμενοι, καὶ τοῖς χριστοκτόνοις περὶ τοῦ πάθους πιστεύοντες· οὗ τί γένοιτ' ἂν ἀλογώτερον; Οὐκ οἶδας ὅτι ἐκεῖνο τύπος, τοῦτο δὲ ἀλήθεια; Ὅρα γὰρ πόσον τὸ διάφορον. Ἐκεῖνο Θάνατον ἐκώλυε σωματικὸν, τοῦτο ὀργὴν ἔλυσε τὴν κατὰ τῆς οἰκουμένης φερομένην ἁπάσης· ἐκεῖνο Αἰγύπτου τότε ἀπήλλαξε, τοῦτο εἰδωλολατρείας ἠλευθέρωσεν· ἐκεῖνο τὸν Φαραὼ, τοῦτο τὸν διάβολον ἀπέπνιξε· μετ' ἐκεῖνο Παλαιστίνη, μετὰ τοῦτο οὐρανός. Τί τοίνυν τῷ λύχνῳ προσεδρεύεις, τοῦ ἡλίου φανέντος; τί δὲ τῷ γάλακτι τρέφεσθαι βούλει, στερεᾶς σοι διδομένης τροφῆς; Διὰ τοῦτο ἐτράφης γάλακτι, ἵνα μὴ μένῃς ἐν τῷ γάλακτι· διὰ τοῦτό σοι ὁ λύχνος ἐφάνη, ἵνα πρὸς τὸν ἥλιον χειραγωγηθῇς. Μὴ τοίνυν, τῶν τελειοτέρων παραγενομένων πραγμάτων, πρὸς τὰ πρότερα ἐπανατρέχωμεν, μηδὲ ἡμέρας καὶ καιροὺς καὶ ἐνιαυτοὺς παρατηρῶμεν, ἀλλὰ πανταχοῦ τῇ Ἐκκλησίᾳ μετ' ἀκριβείας ἑπώμεθα, τὴν ἀγάπην καὶ τὴν εἰρήνην προτιμῶντες ἁπάντων. Εἰ γὰρ καὶ ἐσφάλλετο ἡ Ἐκκλησία, οὐ τοσοῦτον κατόρθωμα ἀπὸ τῆς τῶν χρόνων ἀκριβείας ἦν, ὅσον ἔγκλημα ἀπὸ τῆς διαιρέσεως καὶ τοῦ σχίσματος τούτου· νυνὶ δὲ οὐδείς μοι περὶ καιροῦ λόγος, ἐπειδὴ οὐδὲ τῷ Θεῷ, καθάπερ ἀπεδείξαμεν, ἐπεὶ καὶ ὑπὲρ τούτου πολλοὺς ἀνήλωσα λόγους· ἀλλὰ ἓν μόνον ζητῶ, ὅπως ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ ἅπαντα ποιῶμεν, ὅπως μὴ, νηστευόντων ἡμῶν καὶ τοῦ δήμου παντὸς, καὶ τῶν ἱερέων τὰς κοινὰς ποιουμένων ὑπὲρ τῆς οἰκουμένης ἱκετηρίας, σὺ μένῃς μεθύων ἐπὶ τῆς οἰκίας. Ἐννόησον πῶς διαβολικῆς τοῦτό ἐστιν ἐνεργείας, καὶ ὡς οὐχ ἓν μόνον, οὐδὲ δύο, οὐδὲ τρία ἐστὶ τὰ ἁμαρτήματα, ἀλλὰ πολλῷ πλείω. Ἀποσχίζει σε τῆς ἀγέλης, καὶ καταγινώσκειν σε παρασκευάζει πατέρων τοσούτων, εἰς φιλονεικίαν ἐμβάλλει, πρὸς Ἰουδαίους ὠθεῖ, σκάνδαλόν σε αὖ πάλιν προτίθησι καὶ τοῖς οἰκείοις καὶ τοῖς ἀλλοτρίοις. Πῶς γὰρ δυνησόμεθα ἐγκαλεῖν ἐκείνοις μένουσιν ἐπὶ τῆς οἰκίας, ὅταν σὺ πρὸς ἐκείνους τρέχῃς; Οὐ ταῦτα δὲ μόνον ἐστὶ τὰ ἁμαρτήματα, ἀλλ' ὅτι καὶ μεγάλη βλάβη γένοιτ' ἂν, ὅταν μήτε Γραφῶν, μήτε συνόδων, μήτε εὐλογίας, μήτε κοινῶν εὐχῶν ἀπολαύῃς ἐν ταῖς νηστείαις ἐκείναις, ἀλλὰ μετὰ πονηροῦ συνειδότος ἅπαντα τοῦτον διάγῃς τὸν χρόνον, δεδοικὼς καὶ τρέμων μὴ γένῃ κατάφωρος, καθάπερ τις ἀλλόφυλος καὶ ἀλλογενὴς, δέον μετὰ παῤῥησίας, μεθ' ἡδονῆς, μετὰ εὐφροσύνης, μετ' ἐλευθερίας ἁπάσης κοινῇ μετὰ τῆς Ἐκκλησίας πάντα ἐπιτελεῖν. Οὐδὲ γὰρ ἡ Ἐκκλησία χρόνων ἀκρίβειαν οἶδεν· ἀλλ' ἐπειδὴ παρὰ τὴν ἀρχὴν πᾶσιν ἔδοξε τοῖς πατράσι διῃρημένοις ὁμοῦ συνελθεῖν, καὶ ταύτην ὁρίσαι τὴν ἡμέραν, τὴν συμφωνίαν πανταχοῦ τιμῶσα καὶ τὴν ὁμόνοια ἀγαπῶσα, κατεδέξατο τὸ ἐπιταχθέν. Ὅτι γὰρ ἀδύνατον ἢ ἡμᾶς, ἢ ὑμᾶς, ἢ ἕτερον ὁντιναοῦν αὐτῆς ἐπιλαβέσθαι τῆς κυριακῆς ἡμέρας, ἱκανῶς ἐν τοῖς ἔμπροσθεν ἀποδέδεικται. Μὴ τοίνυν σκιομαχῶμεν, μηδὲ ὑπὲρ τῶν τυχόντων φιλονεικοῦντες, ἐν τοῖς μεγάλοις ἑαυτοὺς καταβλάπτωμεν. Τὸ μὲν γὰρ τῷδε ἢ τῷδε χρόνῳ νηστεῦσαι οὐκ ἔγκλημα, τὸ δὲ σχίσαι Ἐκκλησίαν, καὶ φιλονείκως διατεθῆναι, καὶ διχοστασίας ἐμποιεῖν, καὶ τῆς συνόδου διηνεκῶς ἑαυτὸν ἀποστερεῖν, ἀσύγγνωστον καὶ κατηγορίας ἄξιον, καὶ πολλὴν ἔχει τὴν τιμωρίαν. Ἐνῆν μὲν οὖν καὶ πλείονα τούτων εἰπεῖν, ἀλλὰ τοῖς μὲν προσέχουσι καὶ τὰ εἰρημένα ἀρκεῖ, τοῖς δὲ μὴ προσέχουσιν οὐδὲ εἰ πλείω τούτων λεχθείη, ἔσται τι πλέον. Διόπερ ἐνταῦθα καταλύσαντες τὸν λόγον, κοινῇ πάντες εὐξώμεθα τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους ἐπανελθεῖν πρὸς ἡμᾶς, καὶ τὴν εἰρήνην ἀσπάσασθαι, καὶ τῆς ἀκαίρου φιλονεικίας ἀποστῆναι, καὶ τῆς ψυχρότητος ταύτης καταγελάσαντας, ὑψηλήν τινα καὶ μεγάλην λαβεῖν διάνοιαν, καὶ τῆς τῶν ἡμερῶν ἀπαλλαγῆναι παρατηρήσεως, ἵνα ὁμοθυμαδὸν πάντες ἐν ἑνὶ στόματι δοξάζωμεν τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.