Ancient Greek · ~13 min
ΤΟΥ ΑΥΤΟΥ ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ, ΕΙΣ ΤΑΣ ΣΑΛΠΙΓΓΑΣ ΤΟΥ ΠΑΣΧΑ ΑΥΤΩΝ. ΕΛΕΧΘΗ ΔΕ ΕΝ ΑΝΤΙΟΧΕΙᾼ ΕΝ Τῌ ΜΕΓΑΛῌ ΕΚΚΛΗΣΙᾼ. Λόγος τέταρτος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8) 1.1-4
Not analysed yet
Πάλιν οἱ δείλαιοι καὶ πάντων ἀνθρώπων ἀθλιώτεροι νηστεύειν μέλλουσιν Ἰουδαῖοι, καὶ πάλιν ἀσφαλίσασθαι τὴν τοῦ Χριστοῦ ποίμνην ἀναγκαῖον. Ἐπεὶ καὶ ποιμένες, ἕως μὲν ἂν μηδὲν ἐνοχλῇ θηρίον, ὑπὸ δρῦν ἢ πεύκην ἑαυτοὺς ῥίψαντες τῷ καλάμῳ συρίζουσιν, ἀφέντες ἐπ' ἐξουσίας ἁπάσης τὰ πρόβατα νέμεσθαι· ἐπειδὰν δὲ λύκων καταδρομὴν αἴσθωνται γινομένην, ταχέως τὸν κάλαμον ῥίψαντες, τὴν σφενδόνην μεταχειρίζονται, καὶ τὴν σύριγγα ἀφέντες, ῥοπάλοις καὶ λίθοις ἑαυτοὺς καθοπλίζουσι, καὶ πρὸ τῆς ποίμνης στάντες, καὶ μέγα καὶ διωλύγιον ὀλολύξαντες, τῇ φωνῇ πολλάκις πρὸ τῆς βολῆς τὸ θηρίον ἀπήλασαν. Οὕτω δὴ καὶ ἡμεῖς ἐν μὲν ταῖς ἔμπροσθεν ἡμέραις, ὥσπερ ἐν λειμῶνί τινι, τῇ τῶν Γραφῶν διηγήσει σκιρτῶντες, οὐδενὸς ἡψάμεθα ἀγωνιστικοῦ λόγου· οὐδεὶς γὰρ ἦν ἡμῖν ὁ διενοχλῶν· ἐπειδὴ δὲ σήμερον οἱ λύκων ἁπάντων χαλεπώτεροι Ἰουδαῖοι περιίστασθαι ἡμῶν τὰ πρόβατα μέλλουσιν, ἀνάγκη πυκτεύειν καὶ μάχεσθαι, ὅπως μηδὲν ἡμῖν θηριάλωτον γένηται. Καὶ μὴ θαυμάσητε, εἰ μετὰ δέκα καὶ πλείους ἡμέρας, τῆς νηστείας ἐκείνης ἀπαντᾷν μελλούσης, ἡμεῖς ἐντεῦθεν ἤδη καθοπλιζόμεθα, καὶ περιφράττομεν τὰς ὑμετέρας ψυχὰς, ἐπεὶ καὶ τῶν γεωργῶν οἱ φιλόπονοι, ἐπειδὰν ἔχωσι γείτονα χείμαῤῥον παρασύροντα τὰς γεωργίας, οὐκ ἐν τῷ καιρῷ τοῦ χειμῶνος, ἀλλὰ πρὸ τῆς ὥρας ἐκείνης, καὶ ὄχθας περιφράττουσι, καὶ χώματα ἐγείρουσι, καὶ τάφρους ἐλαύνουσι, καὶ παντὶ πρὸς αὐτὸν παρασκευάζονται τρόπῳ. Ἡσυχάζοντι μὲν γὰρ καὶ κατεσταλμένῳ ῥᾴδιον ἐπιθέσθαι, αὐξομένῳ δὲ καὶ μετὰ πολλῆς φερομένῳ τῆς τῶν ὑδάτων ῥύμης, οὐκέθ' ὁμοίως εὔκολον ἀπαντᾷν. Διὰ τοῦτο φθάνουσιν αὐτοῦ τὰς ἐπιβολὰς πρὸ πολλοῦ τοῦ χρόνου, πᾶσαν πανταχόθεν ἐπινοοῦντες ἀσφάλειαν. Οὕτω καὶ στρατιῶται καὶ ναῦται καὶ γεωργοὶ καὶ θερισταὶ ποιεῖν εἰώθασι. Καὶ γὰρ ἐκεῖνοι πρὸ τοῦ καιροῦ τῆς μάχης καὶ θώρακα ἀποσμήχουσι, καὶ ἀσπίδα περισκοποῦσι, καὶ χαλινοὺς παρασκευάζουσι, καὶ ἵππους τρέφουσι μετὰ πολλῆς τῆς ἐπιμελείας, καὶ τὰ ἄλλα πάντα εὖ διατίθενται. Καὶ ναῦται, πρὶν ἢ τὸ σκάφος εἰς λιμένα καθελκύσαι, καὶ τρόπιν ἐπισκευάζουσι, καὶ τοίχους ἀνανεοῦσι, καὶ κώπας ἀποξέουσι, καὶ ἱστία ῥάπτουσι, καὶ τὴν ἄλλην ἅπασαν τοῦ πλοίου κατασκευὴν εὐτρεπίζουσιν. Καὶ θερισταὶ δὲ ὁμοίως πρὸ πολλῶν τῶν ἡμερῶν καὶ δρεπάνην θήγουσι, καὶ ἅλωνα παρασκευάζουσι καὶ βοῦς καὶ ἅμαξαν, καὶ ὅσα ἂν ἄλλα πρὸς τὸν ἄμητον αὐτοῖς συντελῇ. Καὶ πάντας ἀνθρώπους ἴδοι τις ἂν πρὸ τοῦ καιροῦ τὰς τῶν πραγμάτων ποιουμένους παρασκευὰς, ὥστε τοῦ καιροῦ τῶν πραγμάτων ἐπιστάντος εὔκολον αὐτοῖς γενέσθαι τὴν τῶν ἔργων ἐκπλήρωσιν. Τούτους δὴ καὶ ἡμεῖς μιμούμενοι, πρὸ πολλῶν τῶν ἡμέρων τὰς ὑμετέρας ἀσφαλιζόμεθα ψυχὰς, παρακαλοῦντες ὑμᾶς, τὴν ἐναγῆ καὶ παράνομον ταύτην φεύγειν νηστείαν. Μὴ γάρ μοι τοῦτο εἴπῃς. ὅτι νηστεύουσιν, ἀλλ' ἐκεῖνό μοι δεῖξον, εἰ κατὰ γνώμην τοῦ Θεοῦ τοῦτο ποιοῦσιν· ὡς ἂν μὴ τοῦτο ᾖ, μέθης πάσης ἐστὶν ἡ νηστεία παρανομωτέρα. Οὐ γὰρ τὸ πραττόμενον ὑπ' αὐτῶν χρὴ σκοπεῖν μόνον, ἀλλὰ καὶ τὴν αἰτίαν τῶν γινομένων ἐπιζητεῖν. Τὸ μὲν γὰρ κατὰ γνώμην τοῦ Θεοῦ γινόμενον, κἂν φαῦλον εἶναι δοκῇ, πάντων ἐστὶν ἄριστον· τὸ δὲ παρὰ γνώμην καὶ μὴ δοκοῦν ἐκείνῳ, κἂν ἄριστον εἶναι νομίζηται, πάντων ἐστὶ φαυλότατον καὶ παρανομώτατον. Κἂν φονεύσῃ τις κατὰ γνώμην τοῦ Θεοῦ, φιλανθρωπίας ἁπάσης βελτίων ἐστὶν ὁ φόνος· κἂν φείσηταί τις καὶ φιλανθρωπεύσηται παρὰ τὸ δοκοῦν ἐκείνῳ, φόνου παντὸς ἀνοσιωτέρα γένοιτ' ἂν ἡ φειδώ. Οὐ γὰρ ἡ φύσις τῶν πραγμάτων, ἀλλ' αἱ τοῦ Θεοῦ ψῆφοι καλὰ καὶ φαῦλα εἶναι τὰ αὐτὰ ποιοῦσι.