Ancient Greek
ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ Λόγος πέμπτος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8) 5.1-4
Not analysed yet
Τρεῖς γοῦν δουλείας ὑπέμειναν χαλεπωτάτας οἱ Ἰουδαῖοι, καὶ οὐδεμίαν χωρὶς προῤῥήσεως αὐτοῖς ἐπήγαγεν, ἀλλὰ πάσας αὐτοῖς προλεχθῆναι παρεσκεύασεν ὁ Θεὸς, καὶ τόπον, καὶ χρόνον, καὶ πρόσωπον, καὶ εἶδος κακώσεως, καὶ τὴν ἐπάνοδον, καὶ τὰ ἄλλα πάντα μετὰ ἀκριβείας προλέγων. Καὶ [τὴν] πρώτην [πρόῤῥησιν] ἐρῶ τὴν ἐν Αἰγύπτῳ. Πρὸς γοῦν τὸν Ἀβραὰμ διαλεγόμενος, οὕτω πώς φησι· Γινώσκων γνώσῃ. ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ· καὶ δουλώσουσιν αὐτὸ, καὶ κακώσουσιν ἔτη τετρακόσια. Τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγὼ, εἶπεν ὁ Θεός. Τετάρτῃ δὲ γενεᾷ ἐπανελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς. Εἶδες πῶς τὸν ἀριθμὸν εἶπε τῶν ἐτῶν· τετρακόσια ἔτη· τὸν τρόπον τῆς δουλείας, ὅτι οὐχ ἁπλῶς δουλώσουσιν, ἀλλὰ καὶ κακώσουσιν. Ἄκουε γοῦν πῶς μετὰ ταῦτα ἐξηγεῖται ὁ Μωϋσῆς τὴν κάκωσιν· Τὰ ἄχυρα οὐ δίδοται τοῖς οἰκέταις σου, φησὶ, καὶ λέγουσιν ἡμῖν τὴν πλινθουργίαν ποιεῖν. Καὶ ἐμαστιγοῦντο καθ' ἑκάστην ἡμέραν, ἵνα μάθῃς, τί ἔστι τὸ, Δουλώσουσι καὶ κακώσουσι, καὶ, Τὸ ἔθνος ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ· τὸν καταποντισμὸν τῶν Αἰγυπτίων λέγων, τὸν διὰ τῆς Ἐρυθρᾶς θαλάσσης, ὃν ἐν ταῖς ᾠδαῖς Μωϋσῆς ἀναγράφων οὕτως ἔλεγεν· Ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν. Εἶτα καὶ τὸν τρόπον τῆς ἐπανόδου, ὅτι ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς. Χρήσασθε, φησὶν, ἕκαστος παρὰ τοῦ γείτονος αὐτοῦ καὶ συσκήνου σκεύη χρυσᾶ καὶ ἀργυρᾶ. Ἐπειδὴ γὰρ πολὺν ἐδούλευσαν χρόνον, καὶ τὸν μισθὸν οὐκ ἀπέλαβον, ἄκοντας αὐτοὺς ἀπαιτηθῆναι παρεσκεύασεν ὁ Θεός. Καὶ βοᾷ ὁ προφήτης, λέγων· Καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ, καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Μία μὲν αὕτη δουλεία μετὰ ἀκριβείας πάσης προδιηγόρευται· φέρε δὴ καὶ ἐφ' ἑτέραν τὸν λόγον ἀγάγωμεν. Ποίαν δή; Τὴν ἐν Βαβυλῶνι. Καὶ γὰρ καὶ ταύτην μετὰ ἀκριβείας προανεφώνησεν ὁ Ἱερεμίας, οὕτως εἰπών· Οὕτως εἶπε Κύριος· ὅταν μέλλῃ πληροῦσθαι τῇ Βαβυλῶνι ἑβδομήκοντα ἔτη, ἐπισκέψομαι ὑμᾶς, καὶ ἐπιστήσω ἐφ' ὑμᾶς τοὺς λόγους μου τοὺς ἀγαθοὺς, τοῦ ἀποστρέψαι εἰς τὸν τόπον τοῦτον· καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν ὑμῶν, καὶ ἀθροίσω ὑμᾶς ἐκ πάντων τῶν ἐθνῶν, καὶ ἐκ πάντων τῶν τόπων, οὗ διέσπειρα ὑμᾶς ἐκεῖ, φησὶ Κύριος, καὶ ἐπιστρέψω ὑμᾶς εἰς τὸν τόπον, ὅθεν ἀπῴκισα ὑμᾶς ἐκεῖθεν. Ὁρᾷς πῶς καὶ ἐνταῦθα πάλιν καὶ τὴν πόλιν εἶπεν, καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν, καὶ πόθεν αὐτοὺς μέλλει συνάγειν, καὶ ποῦ συνάγειν; Διὰ τοῦτο καὶ ὁ Δανιὴλ οὐ πρότερον ὑπὲρ αὐτῶν τὴν ἱκετηρίαν ἔθηκεν, ἀλλ' ὅτε εἶδε πληρωθέντα τὰ ἑβδομήκοντα ἔτη. Καὶ τίς ταῦτά φησιν; Αὐτὸς ὁ Δανιὴλ οὕτω λέγων· Καὶ ἐγὼ Δανιὴλ ἐποίουν τὰ ἔργα τοῦ βασιλέως, καὶ ἐθαύμαζον τὴν ὅρασιν, καὶ οὐκ ἦν ὁ συνιών· καὶ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὡς ἐγενήθη ὁ λόγος Κυρίου πρὸς Ἱερεμίαν τὸν προφήτην, εἰς συμπλήρωσιν τῆς ἐρημώσεως Ἱερουσαλὴμ ἑβδομήκοντα ἔτη. Καὶ ἔδωκα τὸ πρόσωπόν μου πρὸς Κύριον τὸν Θεὸν, τοῦ ἐκζητῆσαι προσευχὴν, καὶ δέησιν ἐν νηστείᾳ καὶ σάκκῳ καὶ σποδῷ. Ἤκουσας πῶς καὶ αὕτη δουλεία διηγόρευται, καὶ ὁ προφήτης οὐκ ἐτόλμησε πρὸ τοῦ διωρισμένου χρόνου δέησιν καὶ ἱκετηρίαν προσαγαγεῖν τῷ Θεῷ, ἵνα μὴ μάτην καὶ εἰκῆ προσίῃ, ἵνα μὴ ἀκούσῃ ὅπερ ἤκουσεν ὁ Ἱερεμίας· Μὴ προσεύχου ὑπὲρ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου περὶ αὐτῶν, ὅτι οὐκ εἰσακούσομαί σου. Ἀλλ' ὅτε τὴν ἀπόφασιν εἶδε πληρωθεῖσαν, καὶ τὸν καιρὸν συγκαλοῦντα πρὸς τὴν ἐπάνοδον· τότε προσεύχεται, καὶ οὐχ ἁπλῶς, ἀλλ' ἐν νηστείᾳ καὶ ἐν σάκκῳ καὶ ἐν σποδῷ. Καὶ ὅπερ ἐπ' ἀνθρώπων συμβαίνειν ἔθος, τοῦτο καὶ ἐπὶ τοῦ Θεοῦ πεποίηκε. Καὶ γὰρ ἡμεῖς ἐπειδάν τινας ἴδωμεν τοὺς αὑτῶν οἰκέτας μετὰ πολλὰ καὶ μεγάλα ἁμαρτήματα εἰς δεσμωτήριον ἐμβάλλοντας, οὐκ εὐθέως, οὐδὲ ἐν προοιμίοις, οὐδὲ ἐν ἀρχῇ τῆς κολάσεως, τὴν ἱκετηρίαν προσάγομεν· ἀλλ' ἀφέντες ὀλίγας ἡμέρας αὐτοὺς σωφρονισθῆναι, τότε πρόσιμεν τοῖς δεσπόταις, ἔχοντες καὶ τὴν ἀπὸ τοῦ καιροῦ συμμαχίαν· τοῦτο δὴ καὶ ὁ προφήτης ἐποίησεν. Ἐπειδὴ γὰρ δίκην ἔδωκαν, οὐκ ἀξίαν μὲν τῶν ἁμαρτημάτων, ἔδωκαν δ' οὖν ὅμως, προσέρχεται τῷ Θεῷ λοιπὸν ὑπὲρ αὐτῶν διαλεξόμενος. Εἰ δὲ βούλεσθε, καὶ τῆς εὐχῆς αὐτῆς ἀκούσωμεν· Ἐξωμολογησάμην γὰρ, φησὶ, καὶ εἶπον· Κύριε ὁ Θεὸς, ὁ μέγας καὶ θαυμαστὸς, ὁ φυλάσσων τὴν διαθήκην σου, καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσί σε, καὶ φυλάττουσι τὰς ἐντολάς σου. Τί ποιεῖς, ὦ Δανιήλ; ὑπὲρ ἀνθρώπων ἡμαρτηκότων καὶ προσκεκρουκότων πρεσβεύων, τῶν φυλασσόντων αὐτοῦ τοὺς νόμους μέμνησαι; οὐκοῦν ἄξιοί εἰσι συγγνώμης οἱ παραβαίνοντες αὐτοῦ τὰς ἐντολάς; Ἀλλ' οὐ διὰ τούτους ταῦτα λέγω, φησὶν, ἀλλὰ διὰ τοὺς προγόνους τοὺς ἄνωθεν, διὰ τὸν Ἀβραὰμ, διὰ τὸν Ἰσαὰκ, διὰ τὸν Ἰακώβ. Ἐκείνοις ἐπηγγείλατο, φησὶ, καὶ ὑπέσχετο, οἳ καὶ τὰς ἐντολὰς αὐτοῦ ἐφύλαξαν. Ἐπεὶ οὖν οὐδὲν ἔχουσιν οὗτοι δικαίωμα σωτηρίας, διὰ τοῦτο τῶν προγόνων μέμνημαι. Καὶ ἵνα μὴ νομίσῃς, ὅτι περὶ τούτων ταῦτά φησιν, εἰπὼν, Ὁ φυλάσσων τὴν διαθήκην σου, καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσί σε καὶ φυλάσσουσι τὰς ἐντολάς σου, ἐπήγαγεν εὐθέως· Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν, ἠσεβήσαμεν, ἐξεκλίναμεν ἀπὸ τῶν ἐντολῶν σου, καὶ ἀπὸ τῶν κριμάτων σου, καὶ οὐκ ἠκούσαμεν τῶν δούλων σου τῶν προφητῶν. Μία γὰρ τοῖς ἁμαρτάνουσιν ἀπολογία μόνη μετὰ τὰ ἁμαρτήματα ὑπολέλειπται, τὸ τὰς οἰκείας ἁμαρτίας ὁμολογεῖν. Σὺ δέ μοι σκόπει καὶ τοῦ δικαίου τὴν ἀρετὴν, καὶ τῶν Ἰουδαίων τὴν ἀγνωμοσύνην. Ὁ μὲν γὰρ μηδὲν ἑαυτῷ συνειδὼς πονηρὸν, καταδικάζει μετὰ πολλῆς ἑαυτὸν σφοδρότητος, λέγων· Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν· οἱ δὲ μυρίων γέμοντες κακῶν, τοὐναντίον ἐποίουν, λέγοντες· Ἐφυλάξαμεν τὰ προστάγματά σου, καὶ νῦν μακαρίζομεν ἀλλοτρίους· καὶ ἀνοικοδομοῦνται οἱ ποιοῦντες ἀνομήματα. Ὥσπερ γὰρ τοῖς δικαίοις ἔθος μετὰ τὰ δικαιώματα μετριάζειν, οὕτω τοῖς πονηροῖς μετὰ τὰ ἁμαρτήματα ἐπαίρεσθαι. Ὁ μηδὲν ἑαυτῷ συνειδὼς τοιοῦτον ἔλεγεν, Ἠνομήσαμεν, ἐξεκλίναμεν ἀπὸ τῶν ἐντολῶν σου· οἱ δὲ μυρία συνειδότες ἑαυτοῖς ἁμαρτήματα ἔλεγον, ὅτι Ἐφυλάξαμεν τὰς ἐντολάς σου. Ταῦτα λέγω, ἵνα τὰ μὲν φύγωμεν, τὰ δὲ ζηλώσωμεν.