Ancient Greek · ~29 min
ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ Λόγος ἕβδομος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8) 5.1-6
Not analysed yet
Εἶτα, ἵνα μὴ περί τινος τῶν πολλῶν ἀνθρώπων τοῦτο ὑποπτεύῃ τις λέγεσθαι, οὔ φησιν αὐτὸ ὁ Ἡσαΐας, οὔτε Ἱερεμίας, οὔτε ἄλλος τις προφήτης ἰδιώτης γενόμενος, ἀλλ' αὐτὸς ὁ βασιλεὺς, [ἵνα μάθῃς, ὅτι ὁ] βασιλεὺς δὲ Κύριον ἑαυτοῦ οὐδένα καλέσαι δύναται, ἀλλ' ἢ τὸν Θεὸν μόνον. Εἰ μὲν γὰρ ἰδιώτης ἦν, ἴσως ἄν τις εἶπε τῶν ἀναισχυντούντων, ὅτι περὶ ἀνθρώπου λέγει· νυνὶ δὲ βασιλεὺς ὢν ἄνθρωπον ἑαυτοῦ Κύριον οὐκ ἂν ἐκάλεσεν. Πῶς δ' ἂν, εἰ περί τινος τῶν πολλῶν ἀνθρώπων ἔλεγε ταῦτα ὁ Δαυῒδ, εἶπεν [ἂν,] ὅτι ἐκ δεξιῶν ἐκάθισε τῆς ἀποῤῥήτου καὶ μεγάλης δόξης ἐκείνης; τοῦτο γὰρ ἀμήχανον. Περὶ δὲ τούτου φησίν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Εἶτα, ἵνα μὴ νομίσῃς, αὐτὸν ἀσθενῆ εἶναι καὶ ἀδυνατοῦντα, ἐπήγαγε, Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. Καὶ σαφέστερον δηλῶν ἔλεγεν, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Πρὸ ἑωσφόρου δὲ οὐδεὶς ἀνθρώπων γεγέννηται. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Οὐκ εἶπε, κατὰ τὴν τάξιν Ἀαρών. Ἐρώτησον τοίνυν τὸν Ἰουδαῖον, εἰ μὴ ἔμελλεν ἡ ἱερωσύνη καταλύεσθαι ἡ παλαιὰ, τίνος ἕνεκεν ἕτερον εἰσήγαγεν ἱερέα κατὰ τὴν τάξιν Μελχισεδέκ. Εἰς τοῦτο γοῦν αὐτὸ τὸ χωρίον ἐλθὼν ὁ Παῦλος, ὅρα πῶς αὐτὸ σαφέστερον ἐποίησεν. Εἰπὼν γὰρ περὶ τοῦ Χριστοῦ, ὅτι καθὼς ἐν ἑτέρῳ λέγει, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲκ, ἐπήγαγε· Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος. Εἶτα, ἐπιτιμήσας τοῖς μαθηταῖς, δεῖ γὰρ ἐπιτεμεῖν, λέγει, τίς ἐστιν ὁ Μελχισεδὲκ, καὶ ἐπάγει τὴν ἱστορίαν, οὕτω λέγων· Οὗτος ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλογήσας αὐτὸν, ᾧ καὶ δεκάτην ἐμέρισεν ἀπὸ πάντων Ἀβραάμ. Εἶτα, ἐκκαλύπτων τὸ θεώρημα τοῦ τύπου, Θεωρεῖτε δὲ πηλίκος οὗτος, φησὶν, ᾧ καὶ δεκάτην ἐμέρισεν ἀπὸ πάντων Ἀβραὰμ ὁ πατριάρχης. Τοῦτο δὲ οὐχ ἁπλῶς ἔλεγεν, ἀλλ' ἐνδείξασθαι βουλόμενος, ὅτι πολλῷ μείζων ἡ καθ' ἡμᾶς ἱερωσύνη τῆς Ἰουδαϊκῆς. Καὶ ἐν τοῖς τύποις αὐτοῖς τῶν πραγμάτων προλαβοῦσα ἡ ὑπεροχὴ διαδείκνυται. Ὁ γὰρ Ἀβραὰμ τοῦ Ἰσαὰκ πατὴρ ἦν, καὶ τοῦ Ἰακὼβ πάππος, καὶ Λευῒ πρόγονος· τοῦ γὰρ Ἰακὼβ ἦν υἱὸς ὁ Λευΐ. Ἀπὸ γὰρ Λευῒ ἡ ἱερωσύνη παρὰ Ἰουδαίοις τὴν ἀρχὴν ἔλαβεν. Ἀλλ' οὗτος ὁ Ἀβραὰμ ὁ πρόγονος τῶν Λευϊτῶν καὶ τῶν Ἰουδαϊκῶν ἱερέων, ἐπὶ τοῦ Μελχισεδὲκ, ὃς ἦν τύπος τῆς καθ' ἡμᾶς ἱερωσύνης, λαϊκοῦ τάξιν ἐπεῖχε· καὶ τοῦτο δι' ἀμφοτέρων ἐδήλωσε, καὶ διὰ τοῦ δοῦναι δεκάτην αὐτῷ· οἱ γὰρ λαϊκοὶ τοῖς ἱερεῦσι τὰς δεκάτας διδόασι· καὶ ὅτι ηὐλογήθη παρ' αὐτοῦ· οἱ γὰρ λαϊκοὶ παρὰ τῶν ἱερέων εὐλογοῦνται. Πάλιν ὅρα πόση ἡ ὑπεροχὴ τῆς καθ' ἡμᾶς ἱερωσύνης, ὅταν Ἀβραὰμ ὁ πατριάρχης τῶν Ἰουδαίων, ὁ πρόγονος τῶν Λευϊτῶν, εὑρίσκηται ὑπὸ τοῦ Μελχισεδὲκ εὐλογούμενος, καὶ δεκάτας διδούς. Καὶ γὰρ ἀμφότερα ταῦτά φησιν ἡ Παλαιὰ, ὅτι καὶ εὐλόγησεν ὁ Μελχισεδὲκ τὸν Ἀβραὰμ, καὶ δεδεκάτωκεν αὐτόν. Ταῦτα γοῦν αὐτὰ εἰς μέσον ἀγαγὼν ὁ Παῦλος, ἔλεγε, Θεωρεῖτε δὲ πηλίκος οὗτος; Οὗτος τίς; Ὁ Μελχισεδὲκ, φησὶν, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἐκ τῶν ἀκροθινίων ἔδωκεν ὁ πατριάρχης ἐκείνων. Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευῒ τὴν ἱερωσύνην λαμβάνοντες, ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν, τουτέστι τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος τοῦ Ἀβραάμ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οἱ Λευῗται, φησὶν, οἱ παρὰ Ἰουδαίοις ἱερεῖς, ἐντολὴν ἔλαβον κατὰ τὸν νόμον, δεκάτας λαμβάνειν ἐκ τῶν ἄλλων Ἰουδαίων. Καίτοι γε πάντες ἐκ τοῦ Ἀβραὰμ ἦσαν, καὶ οἱ Λευῗται, καὶ ὁ λοιπὸς λαὸς, ἀλλ' ὅμως δεκάτας λαμβάνουσι παρὰ τῶν ἀδελφῶν αὐτῶν. Ὁ δὲ Μελχισεδὲκ, ὁ μὴ γενεαλογούμενος ἐξ αὐτῶν (οὐ γὰρ ἐκ τοῦ Ἀβραὰμ ἦν, οὐδὲ ἐκ τῆς φυλῆς τῆς Λευϊτικῆς, ἀλλ' ἐξ ἑτέρου γένους), δεδεκάτωκε τὸν Ἀβραὰμ, τουτέστι, δεκάτας παρ' αὐτοῦ ἔλαβε· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερόν τι. Τί δὲ τοῦτο; Ὅτι καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας, τὸν Ἀβραὰμ, πάλιν ηὐλόγησε. Καὶ τί τοῦτο, φησὶ, δείκνυται; Ὅτι οὗτος ἐκείνου σφόδρα ἐλάττων. Πῶς; Χωρὶς πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Ὥστε εἰ μὴ ἦν ἐλάττων ὁ Ἀβραὰμ, ὁ πρόγονος τῶν Λευϊτῶν, τοῦ Μελχισεδὲκ, οὐκ ἂν ἐκεῖνος τοῦτον εὐλόγησεν, οὐδ' ἂν οὗτος ἐκείνῳ δεκάτας ἔδωκεν. Εἶτα βουλόμενος δεῖξαι, ὅτι διὰ τοῦ Μελχισεδὲκ προῆλθεν ἂν ἐκεῖνο, ἐπήγαγε λέγων· Καὶ, ὡς ἔπος εἰπεῖν, τουτέστι σχεδὸν, διὰ Ἀβραὰμ καὶ Λευῒ ὁ δεκάτας λαμβάνων δεδεκάτωται. Τί δέ ἐστι, δεδεκάτωται; Δεκάτας ἔδωκε καὶ αὐτὸς, φησὶ, τῷ Μελχισεδὲκ, ὁ μηδέπω γεννηθεὶς, διὰ τοῦ πατρὸς αὐτοῦ· Ἔτι γὰρ, φησὶν, ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς αὐτοῦ ἦν, ὅτε συνήντησεν αὐτῷ Μελχισεδέκ· διὰ τοῦτο γὰρ προλαβὼν εἶπεν, Ὡς ἔπος εἰπεῖν. Τίνος οὖν ἕνεκεν ταῦτα ἔλεγεν, ἐπάγει λέγων· Εἰ μὲν οὖν ἡ τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν (ὁ λαὸς γὰρ ἐπ' αὐτῇ νενομοθέτητο), τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνίστασθαι ἱερέα ἕτερον, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; Τί δέ ἐστιν ὃ λέγει; Εἰ τὰ πράγματα ἦν τέλεια, φησὶ, τὰ κατὰ Ἰουδαίους; καὶ μὴ σκιὰ ἦν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, ἀλλὰ τὸ πᾶν αὐτὸς κατωρθώκει, καὶ οὐκ ἔμελλεν ἑτέρῳ παραχωρεῖν, οὔτε ἡ ἱερωσύνη ἡ προτέρα ὑπεξίστασθαι, καὶ ἑτέρα ἀντεισάγεσθαι, τίνος ἕνεκεν ὁ προφήτης ἔλεγεν· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ; ἔδει γὰρ εἰπεῖν, κατὰ τὴν τάξιν Ἀαρών. Διὰ τοῦτό φησιν, Εἰ μὲν οὖν ἡ τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνίστασθαι ἱερέα ἕτερον, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; Δῆλον γὰρ ἐκ τούτου, ὡς ἐκείνη μὲν τέλος ἔλαβεν ἡ ἱερωσύνη, ἑτέρα δὲ ἀντεισενήνεκται πολλῷ βελτίων καὶ ὑψηλοτέρα. Τούτου δὲ ὁμολογουμένου, κἀκεῖνο συνωμολόγηται, ὅτι καὶ πολιτεία ἑτέρα τῇ ἱερωσύνῃ συμβαίνουσα συνεισαχθήσεται, αὕτη ἡ ἡμετέρα δηλονότι, καὶ νομοθεσία βελτίων. Ὅπερ δὴ κατασκευάζων ὁ Παῦλος ἔλεγε, Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται, καὶ τούτων δημιουργὸς εἷς ἐστιν. Ἐπειδὴ γὰρ τὸ πλέον τῶν νομίμων περὶ τὴν τῆς ἱερωσύνης ἀκολουθίαν ἀνηλίσκετο, ἡ δὲ ἱερωσύνη ἡ προτέρα ἐξεβέβλητο, εὔδηλον ὅτι ἑτέρας ἀντεισαχθείσης, καὶ νομοθεσίαν μείζονα ἀντεισαχθῆναι ἔδει. Εἶτα δηλῶν, περὶ τίνος ταῦτα λέγεται, Ἐφ' ὃν γὰρ λέγεται ταῦτα, φησὶ, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ' ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ. Πρόδηλον γὰρ, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωσῆς ἐλάλησεν. Ὅταν οὖν φαίνηται ὁ Χριστὸς ἐξ ἐκείνης ὢν τῆς φυλῆς, δηλονότι τῆς Ἰούδα, καὶ ἱερεὺς κατὰ τὴν τάξιν Μελχισεδὲκ, ὁ δὲ Μελχισεδὲκ πολὺ τοῦ Ἀβραὰμ σεμνότερος ὤν· πανταχόθεν συνωμολόγηται, ὅτι καὶ ἑτέρα ἀνθ' ἑτέρας εἰσάγεται ἱερωσύνη πολὺ τῆς προτέρας ὑψηλοτέρα. Εἰ γὰρ ὁ τύπος τοιοῦτος, καὶ τῆς ἱερωσύνης τῆς Ἰουδαϊκῆς λαμπρότερος ἦν, πολλῷ μᾶλλον αὐτὴ ἡ ἀλήθεια· ὅπερ οὖν κατασκευάζων ἔλεγε· Περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος, ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. Τί ἐστιν, Οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου; Ὅτι τῶν προσταγμάτων αὐτοῦ οὐδὲν ἦν σαρκικόν. Οὐ γὰρ πρόβατα θύειν καὶ μόσχους ἐπέταξεν, ἀλλὰ διὰ τῆς κατὰ ψυχὴν ἀρετῆς τὸν Θεὸν θεραπεύειν· καὶ τούτων τὰ ἔπαθλα ζωὴν ἡμῖν ἔθηκε τὴν οὐδέποτε καταλυομένην. Καὶ πάλιν νεκρωθέντας ἡμᾶς ὑπὸ τῶν ἁμαρτιῶν ἐλθὼν ἀνέστησε, καὶ ἐζωοποίησε, διπλοῦν θάνατον λύσας, τὸν μὲν τῆς ἁμαρτίας, τὸν δὲ τῆς σαρκός. Ἐπεὶ οὖν τοιαῦτα κομίζων ἡμῖν ἦλθεν ἀγαθὰ, διὰ τοῦτό φησιν· Οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου.