Ancient Greek · ~22 min
ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ Λόγος ἕβδομος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8) 6.1-5
Not analysed yet
Ἤδη μὲν οὖν καὶ τοῦτο λοιπὸν συναποδέδεικται, ὅτι τῆς ἱερωσύνης μετατεθείσης, καὶ νόμου μετάθεσιν ἐξ ἀνάγκης εἰκὸς ἦν γενέσθαι. Ἀλλ' ὅμως καὶ τοῦτο αὐτὸ ῥητῶς ἐνῆν ἀποδεῖξαι, καὶ τοὺς προφήτας πάλιν παραγαγεῖν μάρτυρας λέγοντας, ὅτι καὶ ὁ νόμος μετατεθήσεται, καὶ ἡ πολιτεία ἐπὶ τὸ βέλτιον μετασχηματισθήσεται, καὶ ὅτι βασιλεὺς οὐδεὶς οὐδέποτε λοιπὸν ἀναστήσεται Ἰουδαῖος. Ἐπειδὴ δὲ τοσαῦτα χρὴ λέγειν ὅσα δυνατὸν ὑποδέχεσθαι τὸν ἀκροατὴν, καὶ μὴ πάντα ὑφ' ἓν, μηδὲ ἀθρόως, εἰς ἕτερον ἐκεῖνα ταμιευσάμενοι καιρὸν, τέως ἐνταῦθα καταλύσομεν τὸν λόγον, παρακαλέσαντες ὑμῶν τὴν ἀγάπην, μεμνῆσθαι τῶν εἰρημένων, καὶ τοῖς ἔμπροσθεν λεχθεῖσι ταῦτα συνάψαι· καὶ ὃ πρότερον ἐδεόμεθα, τοῦτο δεησόμεθα καὶ νῦν, τοὺς ἀδελφοὺς ἀνασώσασθαι τοὺς ὑμετέρους, καὶ πολλὴν ὑπὲρ τῶν ἠμελημένων μελῶν ποιήσασθαι πρόνοιαν. Διὰ γὰρ τοῦτο τοιοῦτον ἡμεῖς ἀναδεχόμεθα πόνον, οὐχ ἵνα ἁπλῶς εἴπωμεν, οὐδ' ἵνα κρότων καὶ θορύβων ἀπολαύσωμεν, ἀλλ' ἵνα ἐπαναγάγωμεν πρὸς τὴν τῆς ἀληθείας ὁδὸν τοὺς ἀποῤῥαγέντας. Καὶ μή μοι λεγέτω τις, ὅτι Κοινὸν οὐδὲν ἔχω πρὸς ἐκεῖνον, γένοιτό μοι τὰ ἐμαυτοῦ κατορθῶσαι πράγματα. Οὐδεὶς τὸ ἑαυτοῦ κατορθῶσαι δύναται χωρὶς τῆς τοῦ πλησίον ἀγάπης καὶ σωτηρίας. Διὰ τοῦτο καὶ ὁ Παῦλός φησι, Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος, εἰδὼς, ὅτι τὸ ἑαυτοῦ ἐν τῷ τοῦ πλησίον κεῖται συμφέροντι. Ὑγιαίνεις σὺ, ἀλλ' ὁ ἀδελφός σου ἀσθενεῖ. Ἂν τοίνυν εὖ φρονῇς, περὶ τοῦ κάμνοντος μειζόνως ἀλγήσεις, καὶ μιμήσῃ καὶ ἐν τούτῳ τὸν μακάριον ἐκεῖνον, τὸν λέγοντα· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Εἰ γὰρ δύο καταβάλλοντες ὀβολοὺς, καὶ δαπανῶντες ὀλίγον ἀργύριον εἰς πένητας, χαίρομεν· ἂν ψυχὰς σῶσαι δυνηθῶμεν, πόσην μὲν καρπωσόμεθα ἡδονήν; πόσης δὲ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα ἀπολαύσομεν τῆς ἀμοιβῆς; Καὶ γὰρ καὶ ἐνταῦθα, ὁσάκις ἂν συντύχωμεν, πολλὴν δεξόμεθα τὴν εὐφροσύνην ἀπὸ τῆς συντυχίας, τῶν κατορθωμάτων ἀναμιμνησκόμενοι τῶν κατ' αὐτοὺς, καὶ ἐπὶ τοῦ βήματος αὐτοὺς ἐκεῖ θεασάμενοι τοῦ φοβεροῦ, μεγάλης μεθέξομεν τῆς παῤῥησίας. Καὶ καθάπερ οἱ ἀδικοῦντες καὶ πλεονεκτοῦντες καὶ ἁρπάζοντες, καὶ μυρία τοῖς πλησίον διατιθέντες κακὰ, ἀπελθόντες ἐκεῖ, καὶ τοὺς ταῦτα παθόντας ἰδόντες (ὄψονται γὰρ, φησὶν, αὐτοὺς πάντως, καὶ δῆλον ἐκ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου τοῦτο), οὐδὲ ἀνοῖξαι στόμα δυνήσονται, οὐδὲ εἰπεῖν τι καὶ ἀπολογήσασθαι, ἀλλὰ αἰσχύνης πολλῆς ἐμπλησθέντες καὶ καταγνώσεως, ἀπὸ τῆς ὄψεως τῆς ἐκείνων ἐπὶ τοὺς ποταμοὺς ἀπενεχθήσονται τοῦ πυρός· οὕτως οἱ ζῶντες καὶ διδάσκοντες καὶ κατηχοῦντες, ἰδόντες τοὺς ὑπ' αὐτῶν διασωθέντας συνηγοροῦντας αὐτοῖς ἐκεῖ, πολλῆς ἐμπλησθήσονται τῆς παῤῥησίας. Καὶ τοῦτο ὁ Παῦλος δηλῶν ἔλεγε, Καύχημα ὑμῶν ἐσμεν, καθάπερ καὶ ὑμεῖς ἡμῶν. Πότε, εἰπέ; Ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ πάλιν ὁ Χριστὸς παραινεῖ λέγων, Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους αὐτῶν σκηνάς. Ὁρᾷς ὅτι πολλὴ παῤῥησία ἡμῖν γενήσεται ἐκ τῶν νῦν εὐεργετουμένων παρ' ἡμῶν. Εἰ δὲ, ὅπου χρημάτων δαπάνη, τοσοῦτοι οἱ στέφανοι, τοσοῦτος ὁ μισθὸς, τοσαύτη ἡ ἀμοιβή· ὅπου ψυχῆς ὠφέλεια, πῶς οὐ πολλὰ καὶ μεγάλα ἡμῖν ἔσται τὰ ἀγαθά; Εἰ γὰρ ἡ Ταβιθὰ ἐκείνη, χήρας ἐνδύσασα καὶ πενίαν διορθώσασα, ἀπὸ θανάτου πάλιν εἰς ζωὴν ἐπανῆλθε, καὶ τὰ δάκρυα τῶν εὐεργετηθέντων ψυχὴν ἀπελθοῦσαν ἐπανήγαγεν εἰς σῶμα πάλιν, οὔπω τῆς ἀναστάσεως φανείσης, τί οὐκ ἐργάσεται τῶν ἀνθρώπων ἐκείνων τὰ δάκρυα, ὅσοι ἂν ὑπὸ σοῦ διασωθῶσιν; Ὥσπερ γὰρ ταύτην περιστᾶσαι αἱ χῆραι ζῶσαν ἀπὸ νεκρᾶς ἔδειξαν, οὕτω καὶ σὲ τότε περιστάντες οἱ διασωθέντες νῦν, ποιήσουσι πολλῆς ἀπολαῦσαι φιλανθρωπίας, καὶ τοῦ τῆς γεέννης πυρὸς ἐξαρπάσουσι. Ταῦτ' οὖν εἰδότες, μὴ μέχρι τῆς παρούσης ὥρας θερμοὶ καὶ διεγηγερμένοι ὦμεν μόνον, ἀλλὰ τὸ πῦρ, ὅπερ ἔχετε νῦν, ἀνάψατε· καὶ ἐξελθόντες ἔξω, διανείμασθε τὴν σωτηρίαν τῆς πόλεως, κἂν ἀγνοῆτε, περιεργάσασθε τοὺς τὰ τοιαῦτα νοσοῦντας. Οὕτω γὰρ καὶ ἡμεῖς ὑμῖν προθυμότερον διαλεξόμεθα, διὰ τῶν ἔργων αὐτῶν μαθόντες, ὅτι οὐκ εἰς πέτραν ἐσπείραμεν, καὶ ὑμεῖς αὐτοὶ προθυμότεροι περὶ τὴν τῆς ἀρετῆς ἐργασίαν ἔσεσθε. Καθάπερ γὰρ ἐπὶ τῶν χρημάτων ὁ δύο κερδάνας χρυσίνους, πλείονα λαμβάνει προθυμίαν, πρὸς τὸ καὶ δέκα καὶ εἴκοσι συλλέξαι καὶ συναγαγεῖν· οὕτω καὶ ἐπὶ τῆς ἀρετῆς γίνεται, ὁ ποιήσας τι καλὸν ἔργον καὶ κατορθώσας, ἀπ' αὐτῆς τοῦ κατορθώματος τῆς ἐργασίας τινὰ παράκλησιν λαμβάνει καὶ παραίνεσιν, ὥστε καὶ ἑτέρων ἅψασθαι. Ἵν' οὖν καὶ τοὺς ἀδελφοὺς διασώσωμεν, καὶ ἑαυτοῖς συγγνώμην ἐπὶ τοῖς ἡμαρτημένοις, μᾶλλον δὲ παῤῥησίαν πολλὴν προαποθώμεθα, καὶ πρὸ τῶν ἄλλων ἁπάντων τὸ ὄνομα τοῦ Θεοῦ δοξάζεσθαι παρασκευάσωμεν, μετὰ γυναικῶν καὶ παιδίων καὶ οἰκετῶν ἐπὶ τὴν ἄγραν ταύτην καὶ τὴν θήραν ἐξελθόντες, ἐκσπάσωμεν ἐκ τῆς τοῦ διαβόλου παγίδος τοὺς ἐζωγρημένους ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα· καὶ μὴ πρότερον ἀποστῶμεν, ἕως ἂν τὰ παρ' ἡμῶν ἅπαντα πληρώσωμεν, ἄν τε πείθωνται, ἄν τε μὴ πείθωνται· μᾶλλον δὲ ἀδύνατον Χριστιανοὺς ὄντας μὴ πεισθῆναι. Πλὴν ἀλλ' ἵνα μηδὲ ταύτην ἔχητε πρόφασιν, ἐκεῖνο λέγω, ὅταν πολλὰ κενώσας ῥήματα, καὶ πάντα πληρώσας τὰ παρὰ σαυτοῦ, ἴδῃς αὐτὸν μὴ πειθόμενον, ἄγαγε πρὸς τοὺς ἱερεῖς, καὶ πάντως τῇ τοῦ Θεοῦ χάριτι περιέσονται τῆς θήρας, καὶ τὸ πᾶν ἔσται σὸν τοῦ χειραγωγήσαντος. Ταῦτα καὶ γυναιξὶν οἱ ἄνδρες διαλέγεσθε, καὶ γυναῖκες ἀνδράσι, καὶ παισὶ πατέρες, καὶ φίλοι φίλοις. Μαθέτωσαν καὶ Ἰουδαῖοι, καὶ οἱ μεθ' ἡμῶν μὲν τετάχθαι δοκοῦντες, τὰ δὲ ἐκείνων φρονοῦντες, ὅτι σπουδή τις ἡμῖν ἐστι καὶ φροντὶς καὶ ἀγρυπνία ὑπὲρ τῶν ἀδελφῶν τῶν ἡμετέρων τῶν πρὸς ἐκείνους αὐτομολούντων. Καὶ πάντως πρὸ ἡμῶν ἐκεῖνοι διώσονται τοὺς παρ' ἡμῶν ἐκεῖ φοιτῶντας· μᾶλλον δὲ οὐδὲ τολμήσει λοιπόν τις καταφυγεῖν πρὸς αὐτοὺς, ἀλλ' ἔσται τὸ σῶμα καθαρὸν τῆς Ἐκκλησίας, Ὁ δὲ Θεὸς, ὁ θέλων πάντας σωθῆναι ἀνθρώπους, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὑμᾶς τε πρὸς τὴν θήραν ταύτην δυναμώσειεν, ἐκείνους δὲ τῆς πλάνης ταύτης ἀπαγάγοι, καὶ πάντας κοινῇ διασώσας, καταξιώσειε τῆς βασιλείας τῶν οὐρανῶν εἰς δόξαν αὐτοῦ, ὅτι αὐτῷ πρέπει ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.