Ancient Greek · ~21 min
ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ Λόγος πέμπτος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8) 7.1-3
Not analysed yet
Καὶ ταῦτα ἅπαντα μετ' ἀκριβείας ἁπάσης, καὶ μέχρι μιᾶς ἡμέρας προηγόρευτο παρὰ τοῦ Δανιὴλ, καὶ πότε ἔσται, καὶ πῶς, καὶ παρὰ τίνος, καὶ τίνι τρόπῳ, καὶ ποῦ τελευτήσει, καὶ τίνα λήψεται μεταβολήν. Εἴσεσθε δὲ σαφέστερον, ἀκούσαντες αὐτῆς τῆς ὁράσεως, ἣν διὰ παραβολῆς ἡμῖν ὁ προφήτης ἀπήγγειλε, κριὸν μὲν καλῶν τὸν τῶν Περσῶν βασιλέα, τὸν Δαρεῖον, τράγον δὲ τὸν τῶν Ἑλλήνων βασιλέα, Ἀλέξανδρον λέγω τὸν Μακεδόνα, τέσσαρα κέρατα τοὺς μετ' ἐκεῖνον ἀναστάντας ὕστερον, κέρας ὕστατον αὐτὸν τὸν Ἀντίοχον καλῶν. Μᾶλλον δὲ αὐτῆς βέλτιον ἀκοῦσαι τῆς ὁράσεως. Εἶδον γὰρ, φησὶν, ἐν ὁράματι, καὶ ἤμην ἐπὶ τοῦ Οὐβάλ· τόπον τινὰ Περσικῇ φωνῇ καλῶν οὕτως· καὶ ἦρα τοὺς ὀφθαλμούς μου, καὶ εἶδον, καὶ ἰδοὺ, κριὸς εἷς ἑστηκὼς πρὸ τοῦ Οὐβὰλ, καὶ αὐτῷ κέρατα ὑψηλὰ, καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλὸν ἀνέβαινεν ἐπ' ἐσχάτων. Καὶ εἶδον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν καὶ βοῤῥᾶν καὶ νότον, καὶ πάντα τὰ θηρία οὐ στήσονται ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ· καὶ ἐποίησε κατὰ τὸ θέλημα αὐτοῦ, καὶ ἐμεγαλύνθη· καὶ ἐγὼ ἤμην συνιών. Τὴν δύναμιν λέγει τὴν Περσικὴν, καὶ τὴν ἀρχὴν, ἣ πᾶσαν ἐπέδραμε τὴν γῆν. Εἶτα περὶ τοῦ Μακεδόνος Ἀλεξάνδρου διαλεγόμενος, φησί· Καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον τῆς γῆς πάσης, καὶ οὐκ ἦν ἁπτόμενος τῆς γῆς· καὶ τῷ τράγῳ ἐκείνῳ κέρας θεωρητὸν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ. Εἶτα λέγων τὴν συμβολὴν τοῦ Ἀλεξάνδρου τὴν πρὸς τὸν Δαρεῖον γενομένην, λέγει καὶ τὴν νίκην τὴν κατὰ κράτος. Καὶ ἦλθε, φησὶν, ὁ τράγος ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, καὶ ἠγριώθη, καὶ ἔπαισε τὸν κριὸν (δεῖ γὰρ ἐπιτεμεῖν), καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ. Καὶ μετὰ ταῦτα λέγων τὴν τελευτὴν Ἀλεξάνδρου, καὶ τὴν τῶν τεσσάρων βασιλέων διαδοχὴν, Καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν, φησὶ, συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα, καὶ ἀνέβη ἕτερα τέσσαρα κέρατα ὑποκάτωθεν αὐτοῦ κατὰ τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ. Ἐντεῦθεν λοιπὸν ἐπὶ τὴν Ἀντιόχου βασιλείαν ἐλθὼν, καὶ δεικνὺς ὅτι ἐξ ἑνὸς ἐκείνων τῶν τεσσάρων ἐστὶν, οὕτω πώς φησι· Καὶ ἐκ τοῦ ἑνὸς αὐτῶν ἐξῆλθε κέρας ἓν ἰσχυρὸν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς τὸν νότον καὶ πρὸς ἀνατολήν. Καὶ δηλῶν ὅτι τὴν Ἰουδαϊκὴν καθεῖλε πολιτείαν, φησί· Καὶ δι' αὐτὸν θυσία ἐταράχθη παραπτώματι. Καὶ ἐγενήθη, καὶ κατευωδώθη αὐτῷ. Καὶ τὸ ἅγιον ἐρημωθήσεται, καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία. Τοῦ γὰρ βωμοῦ καθαιρεθέντος, καὶ τῶν ἁγίων καταπατηθέντων, εἴδωλον ἔστησεν ἔνδον, καὶ θυσίας ἐπετέλει τοῖς δαίμοσι παρανόμους, καὶ ἐῤῥίφη χαμαὶ ἡ δικαιοσύνη. Καὶ ἐποίησε, καὶ εὐωδώθη. Εἶτα ἐκ δευτέρου πάλιν αὐτὴν ταύτην τὴν βασιλείαν λέγων, τὴν Ἀντιόχου τοῦ Ἐπιφανοῦς, καὶ τὴν αἰχμαλωσίαν, καὶ τὴν ἅλωσιν, καὶ τὴν ἐρήμωσιν τοῦ ἱεροῦ, καὶ τὸν χρόνον προστίθησιν. Ἀρξάμενος γὰρ ἀπὸ τῆς Ἀλεξάνδρου βασιλείας, πάλιν τε πρὸς τῷ τέλει τοῦ βιβλίου καὶ τὰ μεταξὺ πάντα διηγησάμενος, ὅσα οἱ Πτολεμαῖοι καὶ οἱ Σέλευκοι συῤῥαγέντες ἀλλήλοις ἐποίησαν, καὶ οἱ στρατηγοὶ τούτων εἰργάσαντο, τοὺς δόλους, τὰς νίκας, τὰς στρατείας, τὰς ναυμαχίας, τὰς πεζομαχίας· προϊὼν εἰς Ἀντίοχον, τελευτᾷ πάλιν, καί φησι· Βραχίονες ἐξ αὐτοῦ ἀναστήσονται, καὶ βεβηλώσουσι τὸ ἁγίασμα, καὶ μεταστήσουσι τὸν ἐνδελεχισμόν· ἐνδελεχισμὸν λέγων τὰς συνεχεῖς θυσίας τὰς καθημερινάς· καὶ δώσουσιν εἰς αὐτὸν βδέλυγμα, καὶ τοὺς ἀνομοῦντας διαθήκην, τουτέστι τοὺς παραβαίνοντας τῶν Ἰουδαίων, ἀπάξουσιν ἐν ὀλισθήμασι, καὶ μεθ' ἑαυτῶν ἕξουσι, καὶ μεταστήσουσι, καὶ ὁ λαὸς ὁ γινώσκων τὸν Θεὸν αὐτοῦ κατισχύσουσι· τὰ ἐπὶ τῶν Μακκαβαίων λέγει, τὰ ἐπὶ Ἰούδα καὶ Σίμωνος καὶ Ἰωάννου· καὶ οἱ συνετοὶ λαοῦ συνήσουσιν εἰς πολλὰ, καὶ ἀσθενήσουσιν ἐν ῥομφαίᾳ καὶ ἐν φλογί· τὸν ἐμπρησμὸν τῆς πόλεως πάλιν διηγούμενος· καὶ ἐν αἰχμαλωσίᾳ, καὶ ἐν διαρπαγῇ ἡμερῶν· καὶ ἐν τῷ ἀσθενῆσαι αὐτοὺς βοηθήσονται βοήθειαν μικράν· ἐμφαίνων ὅτι μεταξὺ τῶν κακῶν ἐκείνων δυνήσονται ἀναπνεῦσαι καὶ ἀνενεγκεῖν ἐκ τῶν κατειληφότων αὐτοὺς δεινῶν· καὶ προστεθήσονται πρὸς αὐτοὺς πολλοὶ ἐν ὀλισθήμασι, καὶ ἀπὸ τῶν συνιόντων ἀσθενήσουσι. Ταῦτα δὲ ἔλεγε δεικνὺς, ὅτι πολλοὶ καὶ τῶν ἑστώτων πεσοῦνται. Εἶτα φησὶ καὶ τὴν αἰτίαν, δι' ἣν συνεχώρησεν αὐτοὺς ὁ Θεὸς ἐν τοσούτοις γενέσθαι κακοῖς. Τίς δέ ἐστιν αὕτη; Τοῦ πυρῶσαι, φησὶν, αὐτοὺς καὶ τοῦ ἐκλέξασθαι, καὶ τοῦ ἐκλευκᾶναι ἕως καιροῦ πέρατος. Διὰ ταῦτα γὰρ, φησὶ, συνεχώρησεν ὁ Θεὸς, ὥστε αὐτοὺς ἐκκαθᾶραι, καὶ δεῖξαι τοὺς δοκίμους τοὺς ἐν αὐτοῖς. Εἶτα διηγούμενος τοῦ βασιλέως τὴν δύναμιν αὐτοῦ ἐκείνου, φησί· Καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ, καὶ ὑψωθήσεται καὶ μεγαλυνθήσεται· καὶ τὴν βλάσφημον αὐτοῦ γνώμην λέγων, προσέθηκεν, ὅτι Ἐπὶ τὸν Θεὸν τῶν θεῶν λαλήσει ὑπέρογκα, καὶ κατευθυνεῖ μέχρι τοῦ συντελεσθῆναι τὴν ὀργήν· δεικνὺς ὅτι οὐκ ἀπὸ τῆς οἰκείας γνώμης, ἀλλὰ διὰ τὴν ὀργὴν τοῦ Θεοῦ τὴν κατὰ τῶν Ἰουδαίων οὕτως ἐκεῖνος ἐκράτει. Εἰπὼν δὲ δι' ἑτέρων πλειόνων ὁ Δανιὴλ, ὅσα κακὰ ἐργάσεται τὴν Αἴγυπτον καὶ τὴν Παλαιστίνην, πῶς ἐπανήξει, καὶ τίνος καλοῦντος, καὶ ποίας αἰτίας καταναγκαζούσης, λέγει λοιπὸν, καὶ τὴν τῶν καιρῶν μεταβολὴν, καὶ ὅτι διελθόντες οἱ Ἰουδαῖοι διὰ τούτων ἁπάντων, τεύξονταί τινος ἀντιλήψεως, ἀγγέλου πεμφθέντος εἰς τὴν αὐτῶν βοήθειαν. Ἐντῷ καιρῷ γὰρ ἐκείνῳ, φησὶν, ἀναστήσεται Μιχαὴλ, ὁ ἄρχων ὁ μέγας, ὁ ἐφεστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου, καὶ ἔσται καιρὸς θλίψεως, οἷος οὐ γέγονεν ἀφ' οὗ γεγένηται ἔθνος ἐπὶ τῆς γῆς, καὶ ἕως τοῦ καιροῦ ἐκείνου, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται ὁ λαὸς πᾶς ὁ εὑρεθεὶς γεγραμμένος ἐν τῷ βιβλίῳ, τουτέστιν, οἱ σωτηρίας ὄντες ἄξιοι.