Ancient Greek · ~37 min
ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ Λόγος πέμπτος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus Judaeos (orationes 1-8) 8.1
Not analysed yet
Ἀλλὰ τὸ ζητούμενον οὔπω καὶ νῦν ἀποδέδεικται ἡμῖν. Τί δὲ τοῦτό ἐστιν; Ὅτι καὶ χρόνους ὥρισεν αὐτοῖς ἐν τοῖς κακοῖς τούτοις, ὥσπερ ἐκεῖ τετρακόσια ἔτη, καὶ μετὰ ταῦτα ἑβδομήκοντα. Ἴδωμεν τοίνυν καὶ ἐνταῦθα, εἴ τινα χρόνον ὁρίζει. Ποῦ δὴ τοῦτο ἔστιν εὑρεῖν; Ἐν τοῖς μετὰ ταῦτα λεχθήσεσθαι μέλλουσιν. Ἐπειδὴ γὰρ τὰ πολλὰ καὶ μεγάλα ἤκουσε κακὰ, τὸν ἐμπρησμὸν, τῆς πολιτείας τὴν ἀνατροπὴν, τὴν τῶν οἰκείων αἰχμαλωσίαν, ἐπεθύμει λοιπὸν τὸ τέλος αὐτῶν μαθεῖν, καὶ εἴ τις ἔσται τῶν συμφορῶν τούτων μεταβολή. Καὶ ἐρωτῶν ἔλεγεν οὕτως· Κύριε, τί τὰ ἔσχατα τούτων; Καὶ εἶπε· Δεῦρο Δανιὴλ, ὅτι ἐμπεφραγμένοι καὶ ἐσφραγισμένοι οἱ λόγοι (τὸ ἀσαφὲς τῶν εἰρημένων αἰνιττόμενος) ἕως καιροῦ πέρατος. Εἶτα καὶ τὴν αἰτίαν φησὶ τῆς συγχωρήσεως τῶν κακῶν, Ἕως ἂν ἐκλεγῶσι καὶ λευκανθῶσι καὶ πυρωθῶσιν οἱ πολλοὶ, καὶ ἀνομήσωσιν ἄνομοι, καὶ συνήσωσι πάντες οἱ ἀσεβεῖς, καὶ οἱ νοήμονες συνήσωσιν. Εἶτα τὸν καιρὸν προλέγων, ὅσον μέλλει κατέχειν ταῦτα τὰ δεινὰ, φησίν· Ἀπὸ καιροῦ παραλλάξεως ἐνδελεχισμοῦ. Ἐνδελεχισμὸς ἐκαλεῖτο ἡ καθημερινὴ θυσία· τὸ γὰρ ἐνδελεχὲς τὸ πυκνόν ἐστι καὶ τὸ συνεχές. Τοῖς γὰρ Ἰουδαίοις ἔθος ἦν καὶ ἐν ἑσπέρᾳ καὶ ὑπὸ τὴν ἕω καθ' ἑκάστην ἡμέραν τῷ Θεῷ θύειν· διὸ τὴν θυσίαν ἐκείνην ἐνδελεχισμὸν ἐκάλει. Ἐπεὶ οὖν ἐλθὼν ὁ Ἀντίοχος τοῦτο τὸ ἔθος κατέλυσε, καὶ περιήλλαξεν αὐτὸ, φησὶν ὁ ἄγγελος, ὅτι Ἀπὸ τοῦ καιροῦ τῆς ἀλλάξεως τοῦ ἐνδελεχισμοῦ, τουτέστιν, ἀπὸ τῆς καταλύσεως τῆς θυσίας ταύτης, ἡμέραι χίλιαι διακόσιαι ἐνενήκοντα, ὅπερ ἐστὶν ἔτη τρία καὶ ἥμισυ καὶ μικρόν τι πρός. Εἶτα δηλῶν ὅτι κατάλυσις ἔσται τῶν κακῶν τούτων καὶ ἀπαλλαγὴ, ἐπήγαγε· Μακάριος ὁ ὑπομένων καὶ φθάσας εἰς ἡμέρας χιλίας τριακοσίας τριάκοντα πέντε· ταῖς χιλίαις διακοσίαις ἐνενήκοντα, τεσσαρακονταπέντε προσθείς. Ἐπειδὴ γὰρ ἐν μηνὶ καὶ ἡμίσει μηνὸς συνέβη γενέσθαι τὴν συμβολὴν, ἐν ταύτῃ ἡ νίκη ἡ καθαρὰ γέγονε, καὶ ἡ παντελὴς τῶν ἐπικειμένων κακῶν ἀπαλλαγή· εἰπὼν δὲ, ὅτι Μακάριος ὁ ὑπομείνας εἰς ἡμέρας χιλίας τριακοσίας τρια κονταπέντε, τὴν ἀπαλλαγὴν ἐδήλωσε. Καὶ οὐχ ἁπλῶς εἶπεν, ὁ φθάσας, ἀλλ' Ὁ ὑπομένων καὶ φθάσας. Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀσεβούντων εἶδον τὴν μεταβολὴν, οὐκ ἐκείνους μακαρίζει ἁπλῶς, ἀλλὰ τοὺς ἐν τοῖς καιροῖς τῶν κακῶν μαρτυρήσαντας, καὶ μὴ προδόντας τὴν εὐσέβειαν, εἶτα τυχόντας τῆς ἀνέσεως. Διὰ τοῦτο οὐχ ἁπλῶς εἶπεν, Ὁ φθάσας, ἀλλ' Ὁ ὑπομείνας καὶ φθάσας. Ἆρα τί τούτου σαφέστερον γένοιτ' ἄν; Ὁρᾷς πῶς οὐ μόνον μέχρις ἐνιαυτῶν καὶ μηνῶν, ἀλλὰ καὶ ἕως ἡμέρας μιᾶς, μετ' ἀκριβείας ἁπάσης καὶ τὴν αἰχμαλωσίαν καὶ τὴν ἀπαλλαγὴν τῆς αἰχμαλωσίας προανεφώνησεν ὁ προφήτης; Καὶ ὅτι ταῦτα οὐ στοχαζόμενος λέγω, φέρε καὶ ἕτερον τῶν εἰρημένων παραγάγωμεν μάρτυρα, ὃν μάλιστα ἀξιόπιστον εἶναι νομίζουσιν, Ἰώσηππον λέγω, τὸν καὶ τὰς συμφορὰς αὐτῶν τραγῳδήσαντα, καὶ τὴν Παλαιὰν Διαθήκην παραφράσαντα πᾶσαν· ὃς μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν γενόμενος, καὶ τὴν αἰχμαλωσίαν τὴν ὑπ' αὐτοῦ προῤῥηθεῖσαν εἰπὼν, καὶ περὶ ταύτης διελέχθη τῆς αἰχμαλωσίας τῆς γενομένης, τὴν τοῦ προφήτου ἑρμηνεύων ὅρασιν, τὴν ἐπὶ τοῦ κριοῦ καὶ τοῦ τράγου καὶ τῶν τεσσάρων κεράτων, καὶ τοῦ ὑστέρου τοῦ μετ' ἐκεῖνα ἀνελθόντος. Καὶ ἵνα μή τις ὑποπτεύῃ τὰ παρ' ἡμῶν εἰρημένα, φέρε καὶ αὐτὰς παραθώμεθα τὰς ῥήσεις ἐκείνου. Ἐπαινέσας γὰρ καὶ θαυμάσας τὸν Δανιὴλ μεθ' ὑπερβολῆς ἁπάσης, καὶ τῶν ἄλλων αὐτὸν προθεὶς προφητῶν ἁπάντων, ἦλθε καὶ ἐπὶ ταύτην τὴν ὅρασιν, καί φησιν οὕτω· Κατέλιπε δὲ γραφὰς, ὅθεν ἡμῖν τὸ τῆς προφητείας ἀκριβὲς αὐτοῦ καὶ ἀπαράλλακτον ἐποίησε δῆλον. Φησὶ γὰρ, ἐν Σούσοις τῇ μητροπόλει τῆς Περσίδος ἐξελθεῖν μὲν εἰς τὸ πεδίον μετὰ ἑταίρων αὐτοῦ τινῶν· σεισμοῦ δὲ καὶ κλόνου τῆς γῆς ἐξαίφνης γενομένου, καταλειφθῆναι μόνον, φυγόντων τῶν φίλων. Καὶ πεσεῖν μὲν ἐπὶ στόμα, καὶ στηριχθῆναι ἐπὶ τὰς δύο χεῖρας· τινὸς δὲ ἁπτομένου αὐτοῦ καὶ μεταξὺ κελεύοντος ἀναστῆναι, καὶ τὰ μέλλοντα συμβήσεσθαι τοῖς πολίταις ἰδεῖν μετὰ πολλὰς γενεὰς, ἀναστάντι αὐτῷ δειχθῆναι κριὸν μέγαν, πολλὰ μὲν ἐκπεφυκότα κέρατα, τὸ δὲ τελευταῖον αὐτῶν ὑψηλότερον ἔχοντα. Ἔπειτα ἀναβλέψαι μὲν πρὸς τὴν δύσιν, θεάσασθαι δὲ τράγον δι' ἀέρος φερόμενον· συῤῥήξαντα δὲ τῷ κριῷ, καὶ τοῖς κέρασι πλήξαντα δὶς καταβαλεῖν αὐτὸν ἐπὶ τῆς γῆς καὶ πατῆσαι. Εἶτα τὸν τράγον ἰδεῖν ὑψηλότερον, ἐκ τοῦ μετώπου μέγιστον ἀναφύσαντα κέρας· οὗ κλασθέντος, ἄλλα ἀναβλαστῆσαι τέσσαρα καθ' ἕκαστον τῶν ἀνέμων τετραμμένα· ἐξ αὐτῶν δὲ ἀνασχεῖν καὶ ἄλλο μικρότερον ἐνέγραψεν αὐξῆσαν. Ἔλεγε δὲ αὐτῷ ὁ ταῦτα ἐπιδεικνὺς Θεὸς, πολεμήσειν αὐτοῦ τὸ ἔθνος, καὶ τὴν πόλιν ἀναιρήσειν κατὰ κράτος, καὶ συλήσειν τὸν ναὸν, καὶ τὰς θυσίας κωλύσειν· γενέσθαι δὲ ἐφ' ἡμέρας χιλίας διακοσίας ἐνενήκοντα. Ταῦτα μὲν ἰδεῖν ἐν τῷ πεδίῳ τῷ ἐν Σούσοις ὁ Δανιὴλ ἀνέγραψε· κρῖναι δὲ αὐτῷ τὴν ὄψιν τοῦ φαντάσματος ἐδήλου τὸν Θεόν· ὃς τὸν μὲν κριὸν βασιλείας τὰς Περσῶν καὶ Μήδων σημαίνειν ἔφασκε, τὰ δὲ κέρατα τοὺς βασιλεύειν μέλλοντας· τὸ δὲ ἔσχατον κέρας σημαίνειν τὸν ἔσχατον βασιλέα τὸν μέλλοντα τούτων διοίσειν ἁπάντων πλούτῳ τε καὶ δόξῃ. Τὸν δὲ τράγον δηλοῦν, ὡς ἐξ Ἑλλήνων τις ὁ βασιλεύων ἔσται, ὃς τῷ Πέρσῃ συμβαλὼν δὶς, κρατήσει τῇ μάχῃ καὶ ἀφαιρήσεται τὴν ἡγεμονίαν ἅπασαν. Δηλοῦσθαι δὲ διὰ τοῦ πρώτου μεγάλου κέρατος τοῦ ἐν τῷ μετώπῳ τοῦ τράγου τὸν πρῶτον βασιλέα, καὶ τὴν τῶν τεσσάρων ἀναβλάστησιν ἐκπεσόντος ἐκείνου, καὶ τὴν πρὸς τὰ τέσσαρα κλίματα ἀποστροφὴν ἑκάστου, τοὺς διαδόχους μετὰ τὸν θάνατον τοῦ πρώτου βασιλέως ἐμφαίνεσθαι, καὶ διαμερισμὸν εἰς αὐτοὺς τῆς βασιλείας· οὔτε δὲ παῖδας ὄντας αὐτοῦ οὔτε συγγενεῖς πολλοῖς ἔτεσιν ἄρξειν τῆς οἰκουμένης. Ἔσεσθαι δὲ ἐκ τούτων ἕνα τινὰ βασιλέα, τὸν ἐκπολεμήσοντα καὶ τοὺς νόμους αὐτῶν, καὶ τὴν κατ' αὐτοὺς ἀφαιρησόμενον πολιτείαν, καὶ συλήσοντα τὸν ναὸν, καὶ τὰς θυσίας ἐπὶ ἔτη τρία κωλύσοντα ἐπιτελεσθῆναι. Καὶ δὴ ταῦτα ἡμῶν συνέβη τῷ ἔθνει παθεῖν ὑπὸ Ἀντιόχου τοῦ Ἐπιφανοῦς, καθὼς εἶδε Δανιὴλ πολλοῖς ἔτεσιν ἔμπροσθεν, καὶ ἀνέγραψε τὰ γενησόμενα. Ἆρα τί τούτου σαφέστερον γένοιτ' ἄν; Ὥρα δὴ λοιπὸν, εἰ μὴ δοκοῦμεν διενοχλεῖν, ἐπ' αὐτὸ τὸ ζητούμενον ἐλθεῖν, τὴν παροῦσαν αἰχμαλωσίαν, καὶ τὴν δουλείαν ταύτην δὲ τὴν σήμερον, δι' ἣν ἅπαντα ταῦτα ἐκινήσαμεν. Ἀλλὰ διανάστητέ μοι νῦν· οὐδὲ γὰρ ὑπὲρ τῶν τυχόντων ἡμῖν ὁ ἀγών. Καὶ γὰρ ἄτοπον, ἐν Ὀλυμπιακοῖς μὲν καθημένους ἀγῶσι ἐκ μέσων νυκτῶν εἰς μεσημβρίαν μέσην καρτερεῖν, ἀναμένοντας ἰδεῖν εἰς τίνα ὁ στέφανος περιστήσεται, καὶ γυμνῇ τῇ κεφαλῇ θερμὴν δέχεσθαι τὴν ἀκτῖνα, καὶ μὴ πρότερον ἀφίστασθαι, ἕως ἂν κρίσιν τὰ ἀγωνίσματα λάβῃ· νῦν δὲ ἡμῖν οὐχ ὑπὲρ στεφάνου τοιούτου, ἀλλ' ὑπὲρ τοῦ τῆς ἀφθαρσίας στεφάνου τῶν ἀγώνων ὄντων, ἐκλύεσθαι καὶ ταλαιπωρεῖν. Ὅτι μὲν οὖν αἱ τρεῖς προανηγορεύθησαν αἰχμαλωσίαι, ἡ μὲν τετρακόσια ἔτη ἔχουσα, ἡ δὲ ἑβδομήκοντα, ἡ δὲ τρία καὶ ἥμισυ, τοῦτο ἱκανῶς ἐντεῦθεν ἡμῖν ἀποδέδεικται. Φέρε δὴ λοιπὸν καὶ περὶ ταύτης εἴπωμεν. Ὅτι γὰρ καὶ περὶ ταύτης προανεφώνησεν ὁ προφήτης, αὐτὸν τοῦτον πάλιν παρέξομαι μάρτυρα τὸν Ἰώσηππον, τὸν τὰ ἐκείνων φρονοῦντα. Ἐπειδὴ γὰρ εἶπεν ἐκεῖνα, ἄκουσον τί φησι μετὰ ταῦτα· Τὸν αὐτὸν δὲ τρόπον Δανιὴλ καὶ περὶ τῆς Ῥωμαίων ἡγεμονίας ἀνέγραψε, καὶ ὅτι ὑπ' αὐτῶν αἱρεθήσεται τὰ Ἱεροσόλυμα, καὶ ὁ ναὸς ἐρημωθήσεται. Σὺ δέ μοι σκόπει, ὡς εἰ καὶ Ἰουδαῖος ἦν ὁ ἀνὴρ ὁ ταῦτα γράψας, ἀλλ' οὖν οὐκ ἠνέσχετο τὴν ὑμετέραν ζηλῶσαι φιλονεικίαν. Εἰπὼν γὰρ ὅτι αἱρεθήσεται τὰ Ἱεροσόλυμα, οὐκ ἐτόλμησε προσθεῖναι καὶ εἰπεῖν, ὅτι ἀναστήσεται πάλιν, οὐδὲ χρόνον γράψαι διωρισμένον· ἀλλ' ἐπειδὴ συνεῖδε τὸν προφήτην οὐχ ὁρίσαντα χρόνον, καίτοι ἀνωτέρω εἰπὼν ἐπὶ τῆς Ἀντιόχου νίκης καὶ τῆς ἐρημώσεως καὶ ἡμέρας καὶ ἔτη, ὅσα ἔμελλεν ἡ αἰχμαλωσία κρατεῖν, ἐπὶ τῆς Ῥωμαίων μὲν οὐδὲν τοιοῦτον εἶπεν· ἀλλ' ὅτι μὲν ἐρημωθήσεται τὰ Ἱεροσόλυμα καὶ ὁ ναὸς, ἔγραψεν, ὅτι δὲ στήσεταί που τὰ τῆς ἐρημώσεως, οὐκ ἔτι προσέθηκεν, ἐπεὶ μηδὲ τὸν προφήτην εἶδε τοῦτο προσθέντα. Ταῦτα δὲ πάντα, φησὶ, τοῦ Θεοῦ δείξαντος αὐτῷ, συγγράψας κατέλιπεν, ὥστε τοὺς ἀναγινώσκοντας καὶ τὰ συμβαίνοντα σκοποῦντας θαυμάζειν ἐπὶ τῇ παρὰ τοῦ Θεοῦ τιμῇ τὸν Δανιήλ. Ποῦ τοίνυν εἶπεν ὁ Δανιὴλ ὅτι ὁ ναὸς ἐρημωθήσεται, ἡμεῖς λοιπὸν σκοπήσωμεν. Ἐπειδὴ γὰρ τὴν προσευχὴν ἐκείνην τὴν ἐν σάκκῳ καὶ σποδῷ ἐποιήσατο, ἦλθε Γαβριὴλ πρὸς αὐτὸν καί φησιν· Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν. Ἰδοὺ καὶ ἐνταῦθα χρόνος εἴρηται, φησί· χρόνος, οὐ τῆς αἰχμαλωσίας, ἀλλὰ μεθ' ὅσον ἔμελλεν ἡ αἰχμαλωσία ἀπαντήσεσθαι χρόνον πάλιν. Ἕτερον δέ ἐστι χρόνον εἰπεῖν ὅσον ἔμελλε κρατεῖν ἡ αἰχμαλωσία, καὶ χρόνον μεθ' ὃν ἀπαντᾷν ἔμελλε καὶ παραγίνεσθαι. Ἑβδομήκοντα ἑβδομάδες, φησὶ, συνετμήθησαν ἐπὶ τὸν λαόν σου· οὐκ ἔτι ἐπὶ τὸν λαὸν τὸν ἐμὸν, καίτοι ὁ προφήτης ἔλεγεν, Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν λαόν σου· ἀλλ' ὁ Θεὸς ἀλλοτριοῦται αὐτὸν λοιπὸν διὰ τὸ μέλλον ἔσεσθαι τόλμημα. Εἶτά φησι καὶ τὴν αἰτίαν, Ἕως τοῦ παλαιωθῆναι παράπτωμα, καὶ τοῦ συντελεσθῆναι ἁμαρτίαν. Τί ἐστιν, Ἕως τοῦ συντελεσθῆναι ἁμαρτίαν; Πολλὰ, φησὶν, ἁμαρτάνουσιν· ἀλλ' ἡ κορωνὶς τῶν κακῶν τότε ἔσται, ὅταν τὸν Δεσπότην αὐτῶν ἀνέλωσι. Τοῦτό φησι καὶ ὁ Χριστός· Πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. Δούλους, φησὶν, ἀπεκτείνατε, πρόσθετε καὶ αἷμα δεσποτικόν. Ὅρα σύμφωνα τὰ νοήματα. Ὁ Χριστὸς εἶπε, Πληρώσατε· ὁ προφήτης φησὶ, Τελεσθῆναι ἁμαρτίαν, καὶ Τοῦ σφραγίσαι ἁμαρτίας. Τί ἐστι σφραγίσαι; Ὥστε μηδὲν ὑπολελεῖφθαι λοιπόν. Καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον. Ποία δὲ δικαιοσύνη αἰώνιος, ἀλλ' ἢ ἡ παρὰ τοῦ Χριστοῦ δοθεῖσα; Καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων, τουτέστι, στῆσαι λοιπὸν τὰς προφητείας· τοῦτο γάρ ἐστι σφραγίσαι, τὸ στῆσαι τὸ χρῖσμα, στῆσαι τὰς ὁράσεις. Διὰ τοῦτο ὁ Χριστὸς ἔλεγεν· Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου. Ὁρᾷς πῶς παντελῆ ἐνταῦθα ἀπειλεῖ ἐρήμωσιν, καὶ τῶν ἁμαρτιῶν ἀνταπόδοσιν καὶ τῶν ἀδικιῶν; Οὐ γὰρ συγχωρεῖν, ἀλλ' ἐπεξιέναι τοῖς ἁμαρτήμασιν αὐτῶν ἠπείλησεν ὁ Θεός.