Ancient Greek · ~27 min
ΠΡΟΣ ΠΙΣΤΟΝ ΠΑΤΕΡΑ ΛΟΓΟΣ ΤΡΙΤΟΣ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus oppugnatores vitae monasticae (lib. 1-3) 11.1
Not analysed yet
Ἀλλ' ἐν τοῖς μοναστηρίοις τούτων οὐδὲν ἔστιν ἰδεῖν, ἀλλὰ καίτοι χειμῶνος ἠρμένου τοσούτου, μόνοι κάθηνται ἐν λιμένι καὶ γαλήνῃ καὶ ἀσφαλείᾳ πολλῇ, καθάπερ ἐξ οὐρανοῦ τὰ τῶν ἄλλων ἐπισκοποῦντες ναυάγια· καὶ γὰρ πολιτείαν οὐρανῷ πρέπουσαν εἴλοντο, καὶ ἀγγέλων οὐδὲν χεῖρον διάκεινται. Ὥσπερ οὖν ἐν ἐκείνοις οὐκ ἔστιν ἀνωμαλία τις, οὐδὲ οἱ μὲν ἐν εὐημερίᾳ, οἱ δὲ ἐν ἐσχάτοις κακοῖς, ἀλλ' ἅπαντες ἐν εἰρήνῃ μιᾷ καὶ χαρᾷ καὶ δόξῃ, οὕτω δὴ καὶ ἐνταῦθα· οὐδεὶς ὀνειδίζει πενίαν, οὐδεὶς ἐπὶ πλούτῳ σεμνύνεται· τὸ σὸν καὶ τὸ ἐμὸν, τοῦτο δὴ τὸ πάντα ἀνατρέπον καὶ θορυβοῦν ἐξώρισται· καὶ πάντα αὐτοῖς κοινὰ, καὶ τράπεζα καὶ οἴκησις καὶ ἱμάτια. Καὶ τί θαυμαστὸν, ὅπου γε καὶ αὐτὴ ἡ ψυχὴ μία πᾶσι καὶ ἡ αὐτή; Πάντες τὴν αὐτὴν εὐγένειάν εἰσιν εὐγενεῖς, τὴν αὐτὴν δουλείαν δοῦλοι, τὴν αὐτὴν ἐλευθερίαν ἐλεύθεροι· εἷς ἐκεῖ πλοῦτος πᾶσιν ὁ ὅντως πλοῦτος, μία δόξα ἡ ὄντως δόξα· οὐ γὰρ ἐν ὀνόμασιν, ἀλλ' ἐν πράγμασιν αὐτοῖς τὰ ἀγαθά· μία ἡδονὴ, μία ἐπιθυμία, μία ἐλπὶς πᾶσι, καὶ καθάπερ ἀπὸ κανόνος τινὸς καὶ στάθμης ἅπαντα διηκρίβωται, καὶ ἀνωμαλία μὲν οὐδεμία, τάξις δὲ καὶ ῥυθμὸς καὶ ἁρμονία καὶ πολλὴ τῆς συμφωνίας ἡ ἀκρίβεια, καὶ διηνεκὴς εὐθυμίας ὑπόθεσις. Διὸ πάντες πάντα ποιοῦσι καὶ πάσχουσιν, ἵνα εὐθυμῶσί τε καὶ χαίρωσιν. Ἐκεῖ γὰρ μόνον τοῦτο καθαρῶς συμβαῖνον ἔστιν ἰδεῖν, ἄλλοθι δὲ οὐδαμοῦ, οὐ μόνον τῷ τῶν παρόντων ὑπερορᾷν, καὶ πᾶσαν ἐκκεκόφθαι στάσεως καὶ μάχης ὑπόθεσιν, καὶ λαμπρὰς αὐτοῖς εἶναι περὶ τῶν μελλόντων τὰς ἐλπίδας, ἀλλὰ καὶ τῷ τὰ συμβαίνοντα ἑκάστῳ λυπηρὰ καὶ χρηστὰ κοινὰ πάντων εἶναι νομίζειν. Ἥ τε γὰρ ἀθυμία ἀφανίζεται ῥᾴδιον, ἀναλόγως τῷ ἑνὶ συνδιαφερόντων τὸ φορτίον ἁπάντων, τῆς τε εὐθυμίας πολλὰς ἔχουσι τὰς ὑποθέσεις, οὐκ ἐπὶ τοῖς ἑαυτῶν μόνοις εὐφραινόμενοι καλοῖς, ἀλλὰ καὶ ἐπὶ τοῖς ἀλλήλων οὐχ ἧττον, ἢ ἐπὶ τοῖς ἑαυτῶν. Πῶς οὖν ἡμῖν οἰχήσεται τὰ πράγματα, ἂν τούτους πάντες ζηλώσωμεν; Νῦν γὰρ οἴχεται καὶ διέφθαρται διὰ τοὺς πόῤῥω τῆς πολιτείας ταύτης ἠσκημένους. Σὺ δὲ τἀναντία ψηφιζόμενος ταυτὸ ποιεῖς, ὥσπερ ἂν εἴ τις καὶ λύραν μὲν ἀκριβῶς ἡρμοσμένην ὡς ἄχρηστον διαβάλλοι, τὴν ἐναντίως δὲ ἔχουσαν, καὶ ἐπιτάσει καὶ ἀνέσει διεφθαρμένην ἀμέτρῳ, ταύτην ἐπιτηδείαν εἶναι καὶ πρὸς κρούματα καὶ πρὸς τέρψιν λέγοι τῶν θεατῶν. Ἀλλ' οὐδὲν οὔτε τῆς ἀμουσίας τοῦ ταῦτα λέγοντος ἕτερον τούτου μεῖζον τεκμήριον ἐζητήσαμεν ἂν, οὔτε τῆς βασκανίας καὶ μισανθρωπίας τῶν τὰ τοιαῦτα ψηφιζομένων δεῖγμα σαφέστερον ἄλλο. Ἀλλὰ τίς ὁ τῶν ἐπιεικεστέρων λόγος πατέρων; Μαθέτωσαν, φησὶ, γράμματα πρότερον, καὶ τὴν τῶν λόγων προσλαβόντες δύναμιν, οὕτως ἐπὶ τὴν φιλοσοφίαν ἀγέσθωσαν ταύτην· τότε ὁ κωλύσων οὐδείς. Καὶ πόθεν δῆλον ὅτι πάντως εἰς ἄνδρας ἐκβήσονται; πολλοὶ γὰρ ἀώρῳ προαναρπασθέντες ἀπῆλθον θανάτῳ. Ἀλλ' ἔστω καὶ τοῦτο εἶναι φανερόν· θῶμεν αὐτοὺς καὶ εἰς ἄνδρας τελέσειν, τίς ἐγγυήσεται τὴν προτέραν ἅπασαν ἡλικίαν; Οὔπω γὰρ οὐδὲν πρὸς φιλονεικίαν φθέγγομαι, ὅτι εἴ τις ὑπὲρ τούτων παρεῖχε θαῤῥεῖν, οὐδὲ κτησαμένους τὴν δύναμιν ταύτην ἐξήγαγον ἂν, ἀλλὰ τότε μάλιστα μένειν ἐκέλευσα, καὶ τοὺς φυγαδεύοντας αὐτοὺς οὐκ ἂν ἐπῄνεσα, ἀλλ' ὡς κοινοὺς τῆς πολιτείας ἐχθροὺς ἀπεστράφην ἂν, ὅτι τοὺς λύχνους κρύπτοντες, καὶ τοὺς φωστῆρας ἀπὸ τῆς πόλεως ἐπὶ τὴν ἐρημίαν ἄγοντες, τὰ μέγιστα τοὺς ἔνδον οἰκοῦντας ἐζημίουν ἀγαθά. Εἰ δὲ οὐδεὶς ὁ ταῦτα ὑποσχησόμενος, τί τὸ ὄφελος πέμπειν εἰς διδασκάλους, ἔνθα πρὸ τῶν λόγων κακίαν εἴσονται, καὶ τὸ ἕλαττον βουλόμενοι λαβεῖν, τὸ μεῖζον ἀπολέσουσι, τῆς ψυχῆς τὴν ἰσχὺν καὶ τὴν εὐεξίαν ἅπασαν; Τί οὖν; κατασκάψομεν τὰ διδασκαλεῖα, φησίν; Οὐ τοῦτο λέγω, ἀλλ' ὅπως μὴ τὴν τῆς ἀρετῆς καθέλωμεν οἰκοδομὴν, καὶ ζῶσαν κατορύξωμεν τὴν ψυχήν· σωφρονούσης μὲν γὰρ ταύτης οὐδεμία ἀπὸ τῆς τῶν λόγων ἀπειρίας ἔσται ζημία, διεφθαρμένης δὲ μεγίστη ἡ βλάβη, κἂν σφόδρα ἡ γλῶττα ἠκονημένη τυγχάνῃ, καὶ τοσούτῳ μείζων, ὅσῳπερ ἂν ἐκείνη προσῇ ἡ δύναμις. Πονηρία γὰρ τὴν τοῦ λέγειν προσλαβοῦσα ἐμπειρίαν, πολλῷ χείρονα τῆς ἀμαθίας ἐργάζεται τὰ δεινά. Ἂν δὲ ἀπελθόντες ἐκεῖ, φησὶ, πρὸς τῷ τὴν γλῶσσαν ἀργοτέραν ἔχειν. καὶ τῆς ἀρετῆς ἐκπέσωσιν ἐκείνης; Ἂν δὲ μένοντες, εἰπέ μοι, πρὸς τῷ τὴν ψυχὴν διαφθεῖραι, μηδὲν εἰς εὐγλωττίαν ἀπόνωνται τῆς σχολῆς; ἐμοὶ γὰρ ἁρμόσει ταῦτα λέγειν μᾶλλον, ἢ ἐκεῖνα σοί. Τί δήποτε; Ὅτι εἰ καὶ τὸ τοῦ μέλλοντος ἄδηλον ἑκατέρου, τὸ σὸν ἀδηλότερον. Πῶς, καὶ διὰ τί; Ὅτι ἡ μὲν τῶν λόγων σπουδὴ τῆς ἀπὸ τῶν τρόπων ἐπιεικείας δεῖται, ἡ δὲ τῶν τρόπων ἐπιείκεια οὐκέτι τῆς ἀπὸ τῶν λόγων προσθήκης. Σωφροσύνην μὲν γὰρ καὶ χωρὶς τῆς παιδεύσεως ταύτης κατορθῶσαι ἔνι, λόγων δὲ δύναμιν χωρὶς τρόπων χρηστῶν οὐδεὶς ἂν προσλάβοι ποτὲ, παντὸς τοῦ χρόνου εἰς κακίαν καὶ ἀσέλγειαν ἀναλισκομένου. Ὥστε ὅπερ ἐκεῖ δέδοικας, τοῦτο καὶ ἐνταῦθα φοβεῖσθαι χρή· καὶ πολλῷ μᾶλλον ἐνταῦθα, ὅσῳ καὶ πυκνότεραι αἱ ἀποτυχίαι, καὶ περὶ τῶν μειζόνων ὁ κίνδυνος. Κἀκεῖ μὲν πρὸς ἓν ἠσχολῆσθαι μόνον ἀνάγκη. ἐνταῦθα δὲ τῶν δύο κρατῆσαι πρόκειται, ὡς οὐκ ἐνὸν θάτερον χωρὶς θατέρου λαβεῖν, οὐδὲ σωφροσύνης χωρὶς τοὺς λόγους εἰδέναι. Εἰ δὲ βούλει, καὶ τὸ ἀδύνατον τοῦτο θῶμεν εἶναι δυνατὸν τί γένοιτ' ἂν ἡμῖν ἀγαθὸν ἀπὸ τῆς τούτων ἐμπειρίας, περὶ τὰ καίρια λαμβάνουσι τὴν πληγήν; τί δὲ κακὸν ἀπὸ τῆς ἀπειρίας, τῶν μεγίστων ἡμῖν κατορθουμένων; Καὶ ταῦτα οὐ παρ' ἡμῖν μόνον τοῖς καταγελῶσι τῆς ἔξωθεν σοφίας, καὶ μωρίαν αὐτὴν εἶναι νομίζουσιν, ἀλλὰ καὶ παρ' αὐτοῖς τοῖς ἔξωθεν φιλοσόφοις οὕτω συνωμολόγηται. Καὶ διὰ τοῦτο οἱ μὲν πολλοὶ οὐ σφόδρα ἐπεμελήθησαν τοῦ πράγματος· οἱ δὲ καὶ τέλεον κατεφρόνησαν καὶ διετέλεσαν ὄντες ἀμαθεῖς, καὶ τὸν ἅπαντα βίον ἐν τῷ τῆς φιλοσοφίας ἠθικωτέρῳ διατρίψαντες μέρει, σφόδρα ἔλαμψαν, καὶ γεγόνασι περιφανεῖς. Καὶ γὰρ Ἀνάχαρσις καὶ Κράτης καὶ Διογένης οὐδεμίαν ἐποιήσαντο σπουδὴν τούτου· φασὶ δέ τινες, οὐδὲ Σωκράτης, καὶ μαρτυρήσειεν ἂν ἡμῖν ὁ μάλιστα πάντων ἐν τῇ τέχνῃ ταύτῃ διενεγκὼν, καὶ τὰ ἐκείνου τῶν ἄλλων εἰδὼς ἀκριβέστερον. Εἰσαγαγὼν γὰρ αὐτόν ποτε εἰς δικαστήριον ἀπολογησόμενον, ἐν τῇ πρὸς τοὺς δικαστὰς ἀπολογίᾳ ἐποίησεν οὕτω λέγοντα· Ὑμεῖς δὲ ἐμοῦ ἀκούσεσθε πᾶσαν τὴν ἀλήθειαν, οὐ μέντοι μὰ Δί', ὦ ἄνδρες Ἀθηναῖοι, κεκαλλιεπημένους γε λόγους, ὥσπερ οἱ τούτων, ῥήμασί τε καὶ ὀνόμασιν, οὐδὲ κεκοσμημένους, ἀλλ' ἀκούσεσθε ἁπλῶς καὶ εἰκῆ λεγόμενα τοῖς ἐπιτυχοῦσιν ὀνόμασι. Πιστεύω γὰρ δίκαια εἶναι ἃ λέγω, καὶ μηδεὶς ὑμῶν προσδοκησάτω ἄλλως. Οὐδὲ γὰρ ἂν δήπου πρέποι τῇ ἡλικίᾳ τῇδε, ὥσπερ μειρακίῳ πλάττοντι λόγους, εἰς ὑμᾶς εἰσιέναι. Ταῦτα δὲ ἔλεγε δεικνὺς, ὅτι οὐ διὰ ῥᾳθυμίαν τινὰ, ἀλλὰ διὰ τὸ μὴ μέγα τὸ πρᾶγμα ἡγεῖσθαι, οὔτε ἔμαθεν, οὔτε ἐχρήσατο. Οὐκ οὖν φιλοσόφων μὲν ἡ εὐγλωττία, καὶ ἀνδρῶν δὲ ἁπλῶς, μειρακίων δὲ παιζόντων ἡ φιλοτιμία, ὡς καὶ αὐτοῖς τοῖς φιλοσόφοις δοκεῖ, οὐ τοῖς ἄλλοις μόνον, ἀλλὰ καὶ τῷ πάντων μάλιστα ἐν τούτῳ κεκρατηκότι· τὸν γὰρ διδάσκαλον οὐκ ἀφίησι κοσμεῖσθαι τῷ πράγματι, αἰσχρὸν τῷ φιλοσόφῳ τὸν κόσμον τοῦτον εἶναι νομίζων. Ἀλλὰ ταῦτα μὲν ὡς πρὸς ἄπιστον δικαίως ἄν τις εἴποι, μᾶλλον δὲ καὶ πρὸς πιστόν. Πῶς γὰρ οὐκ ἄτοπον, ὅταν οἱ μὲν τὴν παρὰ τῶν πολλῶν δόξαν θηρώμενοι, καὶ οὐδὲ ἄλλοθεν φανῆναι δυνάμενοι, ἀλλ' ἢ ἀπὸ τῆς ἔξωθεν σοφίας, μηδὲν αὐτὴν εἶναι νομίζωσιν, ἡμεῖς δὲ οὕτω θαυμάζωμεν καὶ ἐκπληττώμεθα, ὡς καὶ τῶν ἀναγκαιοτάτων διὰ ταύτην καταφρονεῖν;