Ancient Greek · ~34 min
ΠΡΟΣ ΠΙΣΤΟΝ ΠΑΤΕΡΑ ΛΟΓΟΣ ΤΡΙΤΟΣ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus oppugnatores vitae monasticae (lib. 1-3) 12.1
Not analysed yet
Πρὸς μὲν οὖν τὸν ἄπιστον ταῦτα ἀρκεῖ, πρὸς δὲ τὸν πιστὸν καὶ ταῦτα καὶ τὰ παρ' ἡμῖν ὑποδείγματα ἀναγκαῖον παράγειν. Ποῖα δὴ ταῦτα; Τοὺς μεγάλους ἄνδρας καὶ ἁγίους ἐκείνους, τοὺς πρώτους, ὅτε γράμματα οὐκ ἦν, τοὺς μετ' ἐκείνους, ὅτε γράμματα μὲν ἦν, ἐμπειρία δὲ λόγων οὐδέπω τοὺς μετὰ τούτους, ὅτε καὶ γράμματα ἦν καὶ ἐμπειρία λόγων. Ἀμφοτέρων δὲ ἦσαν τότε ἄπειροι ἐκεῖνοι· οὐ μόνον γὰρ τῆς τῶν λόγων παιδεύσεως, ἀλλὰ καὶ αὐτῆς τῆς τῶν γραμμάτων ἐμπειρίας ἐκτὸς ἦσαν· ἀλλ' ὅμως ἐν αὐτοῖς τούτοις, οἷς μάλιστα ἡ τῶν λόγων ἰσχὺς ἀναγκαία εἶναι δοκεῖ, μετὰ τοσαύτης περιουσίας τοὺς ἐν αὐτῇ κρατοῦντας παρήλασαν, ὡς παίδων ἀνοήτων αὐτοὺς φανῆναι χείρους. Ὅταν γὰρ τὸ πείθειν ἐν τοῖς λόγοις ᾖ. καὶ οἱ μὲν φιλόσοφοι μηδὲ ἑνὸς περιγίνονται τυράννου, οἱ δὲ ἀγράμματοι καὶ ἰδιῶται τὴν οἰκουμένην ἐπιστρέφωσιν ἅπασαν, εὔδηλον ὅτι παρὰ τούτοις τὰ νικητήρια τῆς σοφίας ἐστὶ, τοῖς ἀγραμμάτοις καὶ ἰδιώταις, οὐ παρ' ἐκείνοις τοῖς τὰ ἑκάτερα διηκριβωκόσιν. Οὕτως ἡ ὄντως σοφία καὶ ἡ ὄντως παίδευσις οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ ὁ τοῦ Θεοῦ φόβος. Καὶ μή μέ τις νομιζέτω νομοθετεῖν ἀμαθεῖς τοὺς παῖδας γίνεσθαι· ἀλλ' εἴ τις ὑπὲρ τῶν ἀναγκαίων παρέχοι θαῤῥεῖν, οὐκ ἂν ἑλοίμην κωλῦσαι καὶ τοῦτο ἐκ περιουσίας γενέσθαι. Ὥσπερ γὰρ, τῶν θεμελίων σαλευομένων, καὶ πάσης τῆς οἰκίας καὶ τῆς οἰκοδομῆς κινδυνευούσης καταπεσεῖν, ἐσχάτης ἀνοίας καὶ παραπληξίας ἐστὶ πρὸς τοὺς κονιῶντας, ἀλλὰ μὴ πρὸς τοὺς οἰκοδομοῦντας τρέχειν· οὕτω πάλιν ἀκαίρου φιλονεικίας, τῶν τοίχων ἑστώτων ἀσφαλῶς καὶ βεβαίως, κωλύειν τὸν βουλόμενον κονιᾷν. Καὶ ὅτι ταῦτα ἀπὸ ψυχῆς λέγω, ὅπερ ἐπὶ τῶν ἔργων ἐπεδειξάμην, ταῦτα ὑμῖν διηγήσομαι καὶ νῦν. Νέος τις κομιδῇ πλούσιος ὢν ἐπεδήμησέ ποτε τῇ πόλει τῇ ἡμετέρᾳ κατὰ λόγων παίδευσιν ἑκατέραν, τήν τε Ἰταλῶν τήν τε Ἑλλήνων. Οὗτος ὁ νέος εἶχεν ἀκολουθοῦντα παιδαγωγὸν, ἓν ἔργον ἔχοντα μόνον διαπλάττειν αὐτοῦ τὴν ψυχήν. Τούτῳ προσελθὼν ἐγὼ τῷ παιδαγωγῷ (καὶ γὰρ τῶν ἐν ὄρεσι καθημένων ἐτύγχανεν ὢν), τὴν πρόφασιν ἐπεχείρουν μανθάνειν δι' ἣν τοιαύτης ἐπειλημμένος σοφίας εἰς τὸν τῶν παιδαγωγῶν βίον καθῆκεν ἑαυτόν. Ὁ δὲ μικρὸν ἔφησεν ἑαυτῷ λείπεσθαι χρόνον ἐν τούτῳ, καὶ τὸ πᾶν ἡμῖν ἄνωθεν διηγήσατο. Τῷ γὰρ παιδίῳ τούτῳ, φησὶ, πατὴρ μέν ἐστι σκληρὸς καὶ τραχὺς, καὶ πρὸς τὰ βιωτικὰ πράγματα ἐπτοημένος, μήτηρ δὲ μετρία καὶ σώφρων καὶ ἐπιεικὴς, καὶ πρὸς τὸν οὐρανὸν βλέπουσα μόνον. Ἐκεῖνος μὲν οὖν, ἅτε καὶ ἐν πολέμοις πολλὰ κατωρθωκὼς, βούλεται τὸν υἱὸν ἐπὶ τὴν πατρῴαν τάξιν ἀγαγεῖν, ἡ δὲ μήτηρ ταῦτα μὲν οὔτε βούλεται, οὔτε ἐπιθυμεῖ, ἀλλὰ καὶ σφόδρα ἀπεύχεται εὔχεται δὲ καὶ ἐπιθυμεῖ λαμπρὸν αὐτὸν ἰδεῖν ἐν τῇ τῶν μοναχῶν πολιτείᾳ. Ἀλλὰ ταῦτα μὲν πρὸς τὸν πατέρα εἰπεῖν οὐκ ἐτόλμησεν· ἐδεδοίκει γὰρ μή ποτε αὐτὸ τοῦτο ὑφορώμενος ἐκεῖνος, πρὸ ὥρας αὐτὸν ἤδη καταδήσῃ τοῖς τοῦ βίου σχοινίοις, καὶ ταύτης αὐτὸν ἀποστήσας τῆς σπουδῆς, ἐπὶ τὴν ζώνην ἀγάγοι, καὶ τὴν ἐξ ἐκείνης ῥᾳθυμίαν ἅπασαν, καὶ ἀδύνατον αὐτῷ τὴν μετὰ ταῦτα κατασκευάσῃ διόρθωσιν. Ἑτέραν δέ τινα συντίθησι μηχανήν· καλέσασα γάρ με οἴκοι, καὶ ταῦτα πάντα κοινωσαμένη, καὶ τοῦ παιδίου λαβοῦσα τὴν δεξιὰν, ταῖς ἐμαῖς ἐντίθησι χερσίν. Ὡς δὲ ἠρώτων τίνος ἕνεκεν ταῦτα ποιεῖ, μίαν ταύτην ἔλεγεν ὑπολείπεσθαι μηχανὴν ἡμῖν πρὸς τὴν τοῦ παιδὸς σωτηρίαν, εἰ βουληθείην τε καὶ ἀνασχοίμην ἐν τάξει παιδαγωγοῦ τὸ παιδίον λαβὼν ἐλθεῖν ἐνθάδε· πείσειν γὰρ αὐτὴν τὸν πατέρα, ὡς καὶ τὸν στρατιωτικὸν ἑλομένῳ βίον χρήσιμος αὐτῷ τῶν λόγων ἡ παίδευσις. Ἂν οὖν τοῦτο ἰσχῦσαι δυνηθῶ, φησὶ, καταμόνας αὐτὸν ἔχων λοιπὸν ἐπὶ τῆς ἀλλοτρίας, οὔτε τοῦ πατρὸς ἐνοχλοῦντος, οὔτε τῶν οἰκείων τινὸς, μετὰ πολλῆς αὐτὸν τῆς ἐξουσίας διαπλάσαι δυνήσῃ, καὶ καθάπερ ἐν μοναστηρίῳ διάγοντα, οὕτω ποιῆσαι ζῇν. Ἀλλ' ἐπίνευσον καὶ ὑπόσχου τὸ συνυποκρίνασθαί μοι τὸ δρᾶμα. Οὐκ ἔστιν ὑπὲρ τῶν τυχόντων ὁ λόγος ἐμοί· ὑπὲρ τῆς τοῦ παιδίου μου ψυχῆς ὁ ἀγὼν καὶ ὁ κίνδυνος. Μὴ δὴ περιίδῃς τὸν πάντων ἐμοὶ φίλτατον κινδυνεύοντα, ἀλλ' ἐξάρπασον αὐτὸν ἤδη τῶν πάντοθεν περικειμένων αὐτῷ παγῶν, τῆς ζάλης, τοῦ κλυδωνίου. Εἰ δὲ οὐ θέλεις δοῦναι τὴν χάριν, τὸν Θεὸν ἤδη καλῶ μέσον ἡμῶν, καὶ μαρτύρομαι ὅτι ἐγὼ μὲν οὐδὲν ἐνέλιπον τῶν εἰς τὴν σωτηρίαν τῆς τούτου ψυχῆς ἡκόντων, ἀλλ' εἰμὶ καθαρὰ ἀπὸ τοῦ αἵματος τοῦ παιδίου τούτου· εἰ δὲ συμβαίη τι παθεῖν αὐτὸν, οἷον εἰκὸς νέον ὄντα καὶ ἐν τοσαύτῃ ζῶντα τρυφῇ καὶ ῥᾳθυμίᾳ, ἀπὸ σοῦ καὶ τῶν σῶν χειρῶν κατὰ τὴν ἡμέραν ἐκείνην ἐκζητήσει τοῦ παιδίου τούτου τὴν ψυχὴν ὁ Θεός. Ταῦτα καὶ τὰ τούτων πλείονα προσθεῖσα ῥήματα, καὶ δακρύσασα σφοδρῶς καὶ ἐλεεινῶς, ἔπεισεν ἀναδέξασθαί με ταύτην τὴν πραγματείαν, καὶ μετὰ τούτων ἐξέπεμψε τῶν ἐντολῶν. Καὶ οὐ γέγονεν αὐτῇ μάταιος ἡ μηχανή· ἀλλ' οὕτως ἐν βραχεῖ χρόνῳ τὸν παῖδα τοῦτον ὁ γενναῖος ἐκεῖνος ἤσκησε, καὶ τοσοῦτον αὐτῷ τῆς ἐπιθυμίας ταύτης ἀνῆψε τὸ πῦρ, ὡς ἀθρόον ἅπαντα ῥῖψαι, καὶ ἐπὶ τὴν ἔρημον δραμεῖν, καὶ ἑτέρου δεῖσθαι χαλινοῦ πάλιν τοῦ δυνησομένου πρὸς τὴν σύμμετρον αὐτὸν ἄσκησιν ἀπὸ τῆς ἐπιτεταμένης μεταστρέψαι ἐκείνης. Καὶ γὰρ ἦν δέος, μὴ τῇ σπουδῇ ταύτῃ πρὸ καιροῦ τὸ δρᾶμα ἀποκαλύψας, καὶ τῇ μητρὶ καὶ τῷ παιδαγωγῷ, καὶ τοῖς πανταχοῦ μοναχοῖς πόλεμον ἐγείρῃ χαλεπόν. Εἰ γὰρ ᾔσθετο ταύτης τῆς φυγῆς ὁ πατὴρ, οὐκ ἂν ἀπέστη πάντα κινῶν, ὥστε ἀπελάσαι τοὺς ἁγίους ἐκείνους, οὐχὶ τοὺς ὑποδεξαμένους μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας. Τοῦτον τοίνυν ἐγὼ τὸν παῖδα λαβὼν, καὶ ταῦτα καὶ τὰ τούτων πλείονα εἰπὼν, τὴν μὲν ἐπιθυμίαν τῆς φιλοσοφίας ταύτης εἴασα μένειν, καὶ ἐπέτεινα δὲ πλέον, τὴν δὲ πόλιν οἰκεῖν ἠξίουν, καὶ τῆς τῶν λόγων ἔχεσθαι σπουδῆς· οὕτω γὰρ καὶ τοὺς ἡλικιώτας ὠφελήσειν τὰ μέγιστα, καὶ τὸν πατέρα λήσειν. Ἀναγκαῖον δὲ τοῦτο εἶναι ἐνόμιζον, οὐ τῶν ἁγίων μόνον ἕνεκεν ἐκείνων, οὐδὲ τῆς μητρὸς, οὐδὲ τοῦ παιδαγωγοῦ, ἀλλὰ καὶ αὐτοῦ τοῦ παιδός. Ἐν ἀρχῇ μὲν γὰρ ἐπιθέμενον αὐτῷ τὸν πατέρα, καὶ διασαλεύειν εἰκὸς ἦν τὰ τῆς φιλοσοφίας φυτὰ, ἁπαλά τε ὄντα καὶ ἄρτι τεθέντα· εἰ δὲ χρόνος ἐγγένηται πολὺς, καὶ ῥιζωθείη καλῶς, σφόδρα ἐθάῤῥουν ὅτι οὐκ ἂν οὐδ' ὁτιοῦν γένηται δυνήσεται παραβλάψαι τὸν υἱὸν ἐκεῖνος· ὃ δὴ καὶ γέγονε, καὶ οὐ διήμαρτον τῆς ἐλπίδος. Ὅτε γὰρ πατὴρ αὐτοῦ προσβαλὼν ὕστερον χρόνου παρελθόντος πολλοῦ, καὶ μετὰ σφοδρᾶς ἐνσείσας τῆς ῥύμης, οὐ μόνον οὐκ ἔκλινέ τι τῆς οἰκοδομῆς, ἀλλὰ καὶ ἰσχυροτέραν ἀπέφηνε· τῶν τε συμφοιτώντων αὐτῷ πολλοὶ τοσαῦτα τῆς ὁμιλίας ἀπώναντο τῆς ἐκείνου, ὡς πρὸς τὸν αὐτὸν αὐτῷ ζῆλον ἐλθεῖν. Ἔχων γὰρ οἴκοι διαπαντὸς τὸν ῥυθμίζοντα, καθάπερ ἄγαλμα συνεχῶς ἀπολαῦον τῆς τοῦ τεχνίτου χειρὸς, οὕτω προσθήκην καθ' ἑκάστην ἡμέραν ἐλάμβανε τοῦ κατὰ ψυχὴν κάλλους. Καὶ τὸ δὴ θαυμαστὸν, ἔξω μὲν φαινόμενος, οὐδὲν διαφέρειν ἐδόκει τῶν πολλῶν· οὔτε γὰρ ἦθος εἶχεν ἠγριωμένον καὶ κατεσκληκὸς, οὔτε ἐξηλλαγμένην στολὴν, ἀλλ' ἦν κοινὸς καὶ τῷ σχήματι καὶ τῷ βλέμματι καὶ τῇ φωνῇ καὶ τοῖς ἄλλοις ἅπασιν. Ὅθεν καὶ πολλοὺς τῶν ὁμιλούντων αὐτῷ εἴσω τῶν αὐτοῦ δικτύων ἠδυνήθη λαβεῖν, πολλὴν ἔνδον ἔχων ἐγκεκρυμμένην τὴν φιλοσοφίαν. Οἴκοι δὲ εἴ τις αὐτὸν εἶδεν, ἐνόμισεν ἄν τινα εἶναι τῶν ἐν τοῖς ὄρεσι καθημένων· καὶ γὰρ ἡ οἰκία αὐτῷ πρὸς ἀκρίβειαν μοναστηρίου παντὸς διέκειτο, οὐδὲν ἔχουσα τῶν ἀναγκαίων πλέον. Καὶ ὁ καιρὸς δὲ αὐτῷ ἅπας εἰς τὴν ἀνάγνωσιν τῶν ἁγίων ἀνηλίσκετο βιβλίων· καὶ γὰρ ὢν ὀξὺς μαθήματα προσλαβεῖν, τῇ μὲν ἔξωθεν παιδεύσει βραχὺ τῆς ἡμέρας ἀπένειμε μέρος, τὸ δὲ λοιπὸν ἅπαν εὐχαῖς συνεχέσι καὶ βιβλίοις ἀνέκειτο θείοις, καὶ ἄσιτος ἅπασαν διετέλει τὴν ἡμέραν, μᾶλλον δὲ οὐδὲ μίαν, οὐδὲ δύο μόνον, ἀλλὰ καὶ πλείους. Καὶ νύκτες δὲ αὐτῷ ταῦτα συνῄδεσαν, δάκρυα, καὶ εὐχὰς, καὶ τὴν τοιαύτην ἀνάγνωσιν. Ἅπερ ἡμῖν ἅπαντα ὁ παιδαγωγὸς λάθρα ἀπήγγειλε· καὶ γὰρ ἦν ἀφόρητος ὁ παῖς, εἴ τι τούτων ᾔσθετό ποτε ἐξενεχθέν. Ἔλεγε τοίνυν οὗτος, ὅτι καὶ ἱμάτιον αὐτῷ ἀπὸ τριχῶν κατεσκεύαστο, καὶ τούτῳ τὰς νύκτας ἐγκαθεύδοι, σοφήν τινα μηχανὴν τοῦ ταχέως ἐξανίστασθαι ταύτην εὑρών. Καὶ τὰ ἄλλα δὲ αὐτῷ πρὸς τὴν ἀκρίβειαν τῶν μοναχῶν ἀπήρτιστο, καὶ τὸν Θεὸν ἐδόξαζε συνεχῶς ἐκεῖνος, τὸν οὕτω κοῦφα τῆς φιλοσοφίας ταύτης ἐνθέντα αὐτῷ τὰ πτερά. Ὥστε εἴ τίς μοι ψυχὴν καὶ νῦν ἐδείκνυ τοιαύτην, καὶ παιδαγωγὸν παρεῖχε τοιοῦτον, καὶ τὰ ἄλλα πάντα ὁμοίως [ἐπιμελεῖσθαι] ἐπηγγείλατο, μυριάκις ἂν ηὐξάμην τοῦτο γενέσθαι μᾶλλον τῶν γεννησαμένων αὐτῶν. Ἦ γὰρ ἂν ἡμῖν ἡ θήρα πλείων ἐγένετο, καὶ διὰ τὸν βίον, καὶ διὰ τὴν ἡλικίαν, καὶ διὰ τὴν συνεχῆ διατριβὴν, τῶν τοιούτων δυναμένων τοὺς ἡλικιώτας θηρᾷν. Ἀλλὰ γὰρ οὐδείς ἐστιν ὁ ταῦτα ὑποστησόμενος, οὐδὲ ποιήσων· οὐκ ὄντος δὲ, μυρίας ὠμότητος ἂν εἴη τὸν οὐδὲ ἑαυτῷ δυνάμενον ἀμῦναι, ἀλλὰ κείμενον, καὶ μυρία δεχόμενον τραύματα, καὶ τοὺς ἄλλους ἀσθενεστέρους ποιοῦντα, τοῦτον ἐν τῷ μέσῳ κατακόπτεσθαι ἐᾷν, δέον ἐξέλκειν ἀπὸ τῆς μάχης. Καὶ γὰρ καὶ στρατηγὸν ὁμοίως ἄν τις κολάσειε, τὸν τούς τε δυναμένους πολεμεῖν ἀπάγοντα τῆς παρατάξεως, τούς τε τρωθέντας καὶ κειμένους, καὶ τοὺς ἄλλους συνταράσσοντας κελεύοντα κεῖσθαι διαπαντὸς ἐν τῷ μέσῳ.