Ancient Greek · ~18 min
ΠΡΟΣ ΠΙΣΤΟΝ ΠΑΤΕΡΑ ΛΟΓΟΣ ΤΡΙΤΟΣ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus oppugnatores vitae monasticae (lib. 1-3) 20.1
Not analysed yet
Ἄννα τις ἦν Ἰουδαία γυνή· αὕτη ἡ Ἄννα παιδίον ἔτεκεν ἓν, καὶ οὐ προσδοκῶσα τέξεσθαι ἕτερον· καὶ γὰρ καὶ τοῦτο μόλις καὶ μετὰ πολλῶν ἔλαβε τῶν δακρύων· στείρα γὰρ ἦν. Ὁρῶσα δὲ τὴν ἀντίζηλον αὐτῆς διὰ τοῦτο πολλάκις ἐπεμβαίνουσαν αὐτῇ, οὐδὲ οὕτως ἔπαθέ τι τοιοῦτον οἷον ὑμεῖς, ἀλλ' ἐπειδὴ τὸν υἱὸν ἔσχεν ἐκεῖνον, τοσοῦτον εἴασε παρ' ἑαυτῇ μεῖναι χρόνον, ὅσον γαλακτοτροφηθῆναι ἔδει μόνον. Ἐπειδὴ δὲ οὐκέτι ταύτης ἐδεῖτο τῆς τροφῆς, λαβοῦσα αὐτὸν εὐθέως ἀνέθηκε τῷ Θεῷ, καὶ τῆς πατρῴας οὐκέτι ἐπιβῆναι παρεκάλεσεν οἰκίας, ἀλλ' ᾤκει διαπαντὸς ἐν τῷ ναῷ τοῦ Θεοῦ· καὶ εἴ ποτε αὐτὸν ἰδεῖν ἐπεθύμησεν, οἷα δὴ μήτηρ, οὐκ ἐκάλει παρ' ἑαυτὴν τὸ παιδίον, ἀλλ' αὐτὴ πρὸς ἐκεῖνον ἀνέβαινε μετὰ τοῦ πατρὸς, καθάπερ ὄντος ἀναθήματος ἀπεχομένη λοιπόν. Καὶ οὕτω γενναῖος καὶ μέγας ὁ νεανίας ἐγένετο ἐκεῖνος, ὡς τὸν Θεὸν ἀποστραφέντα τὸ τῶν Ἑβραίων γένος διὰ τὴν κατακεχυμένην κακίαν, καὶ οὐ χρῶντα αὐτοῖς, οὐδὲ ὄψιν τινὰ φαίνοντα λοιπὸν, ἐπισπάσασθαι πάλιν διὰ τῆς ἀρετῆς, καὶ πεῖσαι παρέχειν τὰ αὐτὰ, ἅπερ καὶ πρότερον, καὶ τὴν προφητείαν ἀποπτᾶσαν ἀνακαλέσασθαι πάλιν. Καὶ ταῦτα ἴσχυσεν οὐκ ἐφ' ἡλικίας γενόμενος, ἀλλ' ἔτι παιδίον ὢν μικρόν· Οὐκ ἦν γὰρ, φησὶν, ὅρασις διαστέλλουσα, καὶ ῥῆμα τίμιον ἦν. Ἀλλ' ὅμως καὶ τούτων τοιούτων ὄντων, ἔχρα αὐτῷ συνεχῶς ὁ Θεός. Τοσοῦτόν ἐστι κέρδος ἀεὶ τῶν οἰκείων παραχωρεῖν κτημάτων αὐτῷ, καὶ πάντων ἐξίστασθαι οὐχὶ χρημάτων μόνον, οὐδὲ κτημάτων, ἀλλὰ καὶ τῶν τέκνων αὐτῶν. Εἰ γὰρ ἐπὶ τῆς ἡμετέρας ψυχῆς κελευόμεθα τοῦτο ποιεῖν, πολλῷ μᾶλλον ἐπὶ τῶν ἄλλων ἁπάντων. Τοῦτο γὰρ καὶ ὁ πατριάρχης ἐποίησεν Ἀβραὰμ, μᾶλλον δὲ πολλῷ μεῖζον· διὸ καὶ μετὰ πλείονος δόξης ἀπέλαβε τὸν υἱόν. Καὶ γὰρ τότε μάλιστα ἔχομεν τὰ ἡμέτερα παιδία, ὅταν αὐτὰ τῷ Δεσπότῃ παραδῶμεν. Πολλῷ γὰρ μειζόνως αὐτῶν ἐκεῖνος προστήσεται, ἐπειδὴ καὶ μειζόνως κήδεται. Οὐχ ὁρᾶτε καὶ ἐν ταῖς οἰκίαις τῶν πλουτούντων ταῦτα γινόμενα; Καὶ γὰρ ἐκεῖ τοὺς μὲν κάτω μετὰ τῶν πατέρων οἰκοῦντας, οὐχ οὕτως ὄντως λαμπροὺς ἔστιν ἰδεῖν, οὐδὲ τοσαύτην ἔχοντας δύναμιν· ὅσους δ' ἂν τῶν γονέων ἀποστήσαντες οἱ δεσπόται προσνείμωσιν αὐτῶν τῇ διακονίᾳ καὶ τῇ φυλακῇ τῶν ταμιείων, οὗτοι δὴ καὶ εὐνοίας ἀπολαύουσι πλείονος καὶ παῤῥησίας, καὶ τοσοῦτον τῶν ὁμοδούλων εἰσὶ λαμπρότεροι, ὅσον τῶν οἰκετῶν οἱ δεσπόται. Εἰ δὲ ἄνθρωποι περὶ τοὺς διακονουμένους οὕτως εἰσὶ χρηστοὶ καὶ εὔνοι, πολλῷ μᾶλλον ἡ ἄπειρος ἀγαθότης, τοῦτ' ἔστιν, ὁ Θεός. Ἐῶμεν τοίνυν αὐτοὺς ὑπηρετεῖν, οὐκ εἰς ναὸν ἄγοντες καθάπερ τὸν Σαμουὴλ, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν μετὰ τῶν ἀγγέλων, μετὰ τῶν ἀρχαγγέλων. Ὅτι γὰρ μετ' ἐκείνων διακονήσονται πάντως καὶ ὑπηρετήσουσιν οἱ ταύτης ἐπειλημμένοι τῆς φιλοσοφίας παντί που δῆλόν ἐστι. Καὶ οὐχ ἑαυτῶν μόνον, ἀλλὰ καὶ ὑμῶν μετὰ πλείονος προστήσονται τῆς παῤῥησίας. Εἰ γάρ τινες διὰ πατέρας παραμυθίας ἔτυχόν τινος, πολλῷ μᾶλλον διὰ παῖδας πατέρες. Ἐκεῖ μὲν γὰρ τὸ τῆς φύσεως μόνον δικαίωμα ἦν, ἐνταῦθα δὲ καὶ τὸ τῆς ἀνατροφῆς, πολλῷ τῆς φύσεως μεῖζον ὄν. Καὶ ταῦτα ὑμῖν ἀμφότερα ἀπὸ τῶν θείων πιστώσομαι Γραφῶν. Τὸν γὰρ Ἐζεκίαν ἐνάρετον μὲν ὄντα καὶ εὐσεβῆ, οὐκ ἔχοντα δὲ τοσαύτην παῤῥησίαν ἀπὸ τῶν κατορθωμάτων, ὥστε καὶ πρὸς τοσοῦτον κίνδυνον στῆναι, ἀπὸ τῆς τοῦ πατρὸς ἔφησε σώζειν ἀρετῆς ὁ Θεός. Ὑπερασπιῶ γὰρ, φησὶ, τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι' ἐμὲ, καὶ διὰ Δαυῒδ τὸν παῖδά μου. Καὶ Τιμοθέῳ δὲ περὶ γονέων ἐπιστέλλων ἔλεγεν ὁ Παῦλος, ὅτι Σωθήσονται διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης. Καὶ τὸν Ἰὼβ δὲ ὥσπερ ἀπὸ τῶν ἄλλων ἐπῄνεσεν ἡ Γραφὴ, οἷον ὅτι δίκαιος καὶ ἀληθινὸς καὶ θεοσεβὴς ἦν, οὕτω καὶ ἀπὸ τῆς περὶ τοὺς παῖδας ἐπιμελείας. Αὕτη δὲ ἦν οὐ χρυσὸν συνάγειν αὐτοῖς, οὐδὲ ἐπιδόξους ποιεῖν καὶ λαμπροὺς, ἀλλὰ τί; Ἄκουσον τῆς Γραφῆς λεγούσης· Ὅταν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου αὐτῶν, ἀπέστελλεν Ἰὼβ, καὶ ἐκαθάριζεν αὐτοὺς, καὶ ἀνιστάμενος τῷ πρωῒ προσέφερε περὶ αὐτῶν θυσίαν κατὰ τὸν ἀριθμὸν αὐτῶν, καὶ μόσχον ἕνα περὶ ἁμαρτίας ὑπὲρ τῶν ψυχῶν αὐτῶν· ἔλεγε γὰρ Ἰὼβ ἐν τῇ καρδίᾳ αὐτοῦ, Μή ποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς Θεόν. Ἆρα ἔσται τις ἡμῖν ἀπολογία λοιπὸν τοιαῦτα τολμῶσιν; Εἰ γὰρ ὁ πρὸ τῆς χάριτος, ὁ πρὸ τοῦ νόμου, ὁ μηδεμιᾶς ἀπολαύσας διδασκαλίας, τοσαύτην τῶν παίδων ἐποιεῖτο πρόνοιαν, ὡς καὶ ὑπὲρ τῶν ἀδήλων τρέμειν ἁμαρτημάτων, τίς ἡμᾶς ἐξαιρήσεται λοιπὸν τοὺς ἐν τῇ χάριτι, τοὺς καὶ τοσούτων διδασκάλων τετυχηκότας, τοὺς τοιαῦτα ὑποδείγματα ἔχοντας καὶ τοσαύτας παραινέσεις, οὐ μόνον ὑπὲρ τῶν ἀδήλων οὐ δεδοικότας, ἀλλὰ καὶ τῶν δήλων καταφρονοῦντας, καὶ οὐ καταφρονοῦντας μόνον, ἀλλὰ καὶ τοὺς βουλομένους αὐτὰ διορθοῦν ἐλαύνοντας; Καὶ τὸν Ἀβραὰμ δὲ, καθάπερ ἔφθην εἰπὼν, μετὰ τῶν ἄλλων κατορθωμάτων καὶ τοῦτο λαμπρὸν ἐποίει.