Ancient Greek · ~23 min
ΠΡΟΣ ΠΙΣΤΟΝ ΠΑΤΕΡΑ ΛΟΓΟΣ ΤΡΙΤΟΣ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus oppugnatores vitae monasticae (lib. 1-3) 21.1
Not analysed yet
Τοσαῦτα οὖν ἔχοντες ὑποδείγματα, κατασκευάζωμεν τῷ Θεῷ διακόνους, καὶ λειτουργοὺς δοκίμους. Εἰ γὰρ ἀθλητάς τις πόλεσι τρέφων, ἢ στρατιώτας βασιλεῦσιν ἀσκῶν, μεγάλῃ τιμηθήσεται τιμῇ, πόσην ἡμᾶς εἰκὸς λαβεῖν δωρεὰν, οὕτω γενναίους καὶ μεγάλους ἄνδρας, μᾶλλον δὲ ἀγγέλους τῷ Θεῷ τρέφοντας; Πάντα οὖν πράττωμεν, ὥστε αὐτοῖς ἀφεῖναι τὸν τῆς εὐσεβείας πλοῦτον, τὸν μένοντα, καὶ συναποδημοῦντα, καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐκεῖ μέγιστα ὀνῆσαι δυνάμενον. Ὁ μὲν γὰρ βιωτικὸς οὔτε συμμεταστήσεται, καὶ ἐνταῦθα δὲ προαπολεῖται, καὶ τοὺς ἔχοντας πολλάκις προσαπολεῖ· οὗτος δὲ καὶ ἐνταῦθα κἀκεῖ βέβαιος ἔσται, καὶ διατηρήσει μετὰ πολλῆς ἀσφαλείας τοὺς κεκτημένους αὐτόν. Καὶ γὰρ οὕτως ἔχει· ὁ μὲν τὰ ἐν τῇ γῇ προτιμῶν τῶν πνευματικῶν, κἀκείνων ἐκπεσεῖται καὶ τούτων· ὁ δὲ τῶν οὐρανίων ἐπιθυμῶν, καὶ τῶν ἐπὶ γῆς τεύξεται πάντως. Οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλ' αὐτοῦ τοῦ ταῦτα παρασχεῖν μέλλοντος Κυρίου. Ζητεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Τί ταύτης ἴσον γένοιτ' ἂν τῆς τιμῆς; Φρόντιζε, φησὶν, ὑπὲρ τῶν πνευματικῶν, ἐμοὶ δὲ ἄφες πάντα τὰ σά. Ὥσπερ ἂν εἴ τις πατὴρ φιλόστοργος οἰκίας ἐπιμέλειαν καὶ οἰκετῶν προστασίαν καὶ τῶν ἄλλων ἁπάντων μεταχειρίζοιτο, τῷ παιδὶ φιλοσοφίᾳ μόνῃ σχολάζειν παραινοίη· οὕτω δὴ καὶ ὁ Θεός. Πειθώμεθα τοίνυν, καὶ ζητῶμεν τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ οὕτω πανταχοῦ τούς τε παῖδας δοκίμους ὀψόμεθα, καὶ αὐτοὶ μετ' ἐκείνων ἐσόμεθα λαμπροὶ, καὶ τῶν παρόντων ἀπολαυσόμεθα, ἂν τῶν μελλόντων καὶ οὐρανίων ἐρῶμεν μόνον. Ταῦτα πειθομένοις μὲν ὑμῖν μέγαν οἴσει τὸν μισθὸν, ἀντιλέγουσι δὲ καὶ ἀπειθοῦσι χαλεπωτέραν τὴν τιμωρίαν. Οὐ γὰρ ἔνι καταφυγεῖν εἰς ἀπολογίαν, οὐδὲ εἰπεῖν ὅτι ὁ ταῦτα διδάσκων οὐδεὶς ἦν. Μάλιστα μὲν οὖν καὶ πρὸ τῶν ἡμετέρων λόγων ἡ ἀπολογία αὕτη ἀνῄρητο, τῆς τε φύσεως ἐχούσης ἀκριβὲς τὸ κριτήριον τῶν καλῶν, καὶ τῶν οὐ τοιούτων, τῆς τε φιλοσοφίας ταύτης πανταχοῦ προκειμένης, τῶν τε ἐν τῷ βίῳ κακῶν ἱκανῶν ὄντων καὶ τοὺς σφόδρα ἐρῶντας αὐτοῦ πρὸς τὴν ἐρημίαν ἐλάσαι. Καὶ σιγώντων μὲν οὖν, ὅπερ ἔφην, τὰ τῆς ἀπολογίας ἀνῄρητο, νυνὶ δὲ πολλῷ πλέον μετὰ τοὺς μακροὺς λόγους τούτους, καὶ τὴν τοσαύτην παραίνεσιν, τήν τε ἀπὸ τῶν πραγμάτων, τήν τε σαφεστέραν τὴν ἀπὸ τῶν θείων Γραφῶν. Καὶ εἰ μὲν ἦν οἴκοι μένοντας μὴ διαφθαρῆναι τέλεον, ἀλλὰ τὴν γοῦν ἐσχάτην τάξιν τῆς σωτηρίας λαχεῖν, μάλιστα μὲν οὐδὲ οὕτως ἂν τὴν κόλασιν διεφύγομεν, τοὺς ἐπὶ βίον ἀκριβέστερον βαδίζειν ἐπειγομένους κωλύοντες, καὶ ἐν τοῖς βιωτικωτέροις κατέχοντες πρὸς τὸν οὐρανὸν πτῆναι ἐπειγομένους· ὅταν δὲ μηδὲ τοῦτο ἐξῇ, ἀλλ' ἀνάγκη πάντως ἀπολέσθαι, καὶ περὶ τῶν ἐσχάτων ὁ κίνδυνος ᾖ, τίνα συγγνώμην ἕξομεν, τίνα δὲ ἀπολογίαν, οὐ μόνον τῶν οἰκείων ἁμαρτημάτων, ἀλλὰ καὶ τῶν μετὰ ταῦτα τοῖς παισὶν ἁμαρτανομένων τὰς εὐθύνας ἐφ' ἑαυτοὺς ἕλκοντες χαλεπωτέρας; Οὐ γὰρ οὕτως ἐκείνους οἶμαι τιμωρηθήσεσθαι ὑπὲρ ὧν ἂν πταίσωσι μετὰ ταῦτα, εἰς τὸ κλυδώνιον τοῦτο κατασπασθέντες, ὡς ὑμᾶς τοὺς τὴν ἀνάγκην αὐτοῖς περιστήσαντας ταύτην. Εἰ γὰρ τῷ ἕνα σκανδαλίζοντι συμφέρει μετὰ μύλης καταποντισθῆναι εἰς τὴν θάλασσαν, τοῖς τὴν ὠμότητα ταύτην καὶ ἀπήνειαν εἰς τοὺς παῖδας ἐνδεικνυμένοις ποία τιμωρία ἀρκέσει καὶ κόλασις; Διὸ παρακαλῶ καθυφεῖναι τῆς φιλονεικίας, καὶ γενέσθαι φιλοσόφων παίδων πατέρας. Οὐδὲ γὰρ ἐκεῖνο ἔστιν εἰπεῖν, ὅπερ ἀκούω πολλοὺς σκηπτομένους. Τί δὲ τοῦτό ἐστιν; Ἀδυνατοῦντας, φησὶν, εἰδότες πρὸς τὸ τέλος ἐλθεῖν, ἐκωλύσαμεν διὰ τοῦτο. Εἰ γὰρ καὶ προῄδεις τοῦτο σαφῶς, καὶ μὴ στοχασμὸς τὸ πρᾶγμα ἦν· πολλοὶ γὰρ καὶ τῶν πεσεῖσθαι προσδοκηθέντων ἔστησαν· πλὴν ἀλλ' εἰ καὶ σφόδρα προῄδεις, οὐδὲ οὕτως αὐτὸν καθέλκειν ἐχρῆν. Οὐδὲ γὰρ, εἴ τινας πίπτειν μέλλοντας λαβόντες ὑποσκελίσαιμεν, ἀρκεῖ τοῦτο πρὸς ἀπολογίαν ἡμῖν, ἀλλ' αὐτὸ δὴ τοῦτο καὶ μάλιστά ἐστι τὸ καταδικάζον ἡμᾶς. Διὰ τί γὰρ μὴ συνεχώρησας τῆς ἐκείνου ῥᾳθυμίας γενέσθαι τὸ πτῶμα, ἀλλὰ προλαβὼν ἥρπασας τὴν ἁμαρτίαν καὶ τὸ πᾶν ἤγαγες ἐπὶ τὴν σὴν κεφαλήν; Μᾶλλον δὲ οὐδὲ συγχωρῆσαι ἐχρῆν· διὰ τί γὰρ μὴ πάντα ἔπραξας ὑπὲρ τοῦ μὴ πεσεῖν τὸν υἱόν; Ὥστε, ἐπειδὴ μάλιστα ᾔδεις ὅτι πεσεῖται, διὰ τοῦτο μάλιστα τιμωρίας ἂν ᾖς ἄξιος. Τὸν γὰρ τοῦτο προειδότα οὐχὶ καταβάλλειν, ἀλλὰ χεῖρα ὀρέγειν χρὴ, καὶ μείζονα ἐνδείκνυσθαι τὴν σπουδὴν ὑπὲρ τοῦ τὸν μέλλοντα πίπτειν στῆναι γενναίως, εἴτ' ἔμελλε στήσεσθαι, εἴτε μή. Τὰ γὰρ ἡμῶν ἅπαντα πληροῦσθαι δεῖ, κἂν ἕτεροι μηδὲν μέλλωσι καρποῦσθαι παρ' ἡμῶν. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ἵνα μηκέτι πρὸς ἡμᾶς, ἀλλὰ πρὸς ἐκείνους ὁ λόγος ᾖ τῷ Θεῷ. Ὅπερ καὶ αὐτὸς ἔλεγεν ἐγκαλῶν τῷ μηδὲν εἰς τὸ τάλαντον ἐργασαμένῳ. Ἔδει γάρ σε, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις· κἀγὼ ἐλθὼν μετὰ τόκου ἂν ἀπῄτησα αὐτό. Πειθώμεθα τοίνυν τῷ ταῦτα παραινοῦντι, ἵνα καὶ τὴν τιμωρίαν ἐκφύγωμεν. Οὐ γὰρ δὴ καὶ τὸν Θεὸν μετὰ τῶν ἀνθρώπων παραλογίσασθαι δυνάμεθα, τὸν ἐρευνῶντα τὰς καρδίας καὶ πάντα εἰς μέσον ἄγοντα, καὶ πανταχοῦ τῆς τῶν παίδων ὑπευθύνους ποιοῦντα σωτηρίας ἡμᾶς. Εἰ γὰρ ὁ μὴ καταβαλὼν τὸ ἀργύριον τοσαύτην ἔδωκε δίκην, ὁ καὶ τοὺς καταβαλεῖν βουλομένους κωλύων τί πείσεται; Οὐδὲ γὰρ κατακυλισθέντων τῶν παίδων εἰς τὰ τοῦ βίου πράγματα ἐκ τῆς ἡμετέρας συμβουλίας, ἀλλὰ καὶ γενναίως ἐνεγκάντων τὴν προσβολὴν, καὶ τὰ ὄρη καταλαβόντων πάλιν, ἡ αὐτὴ κείσεται κόλασις τοῖς διακωλῦσαι βουληθεῖσιν αὐτούς. Ὥσπερ γὰρ ὁ πρὸς φιλοσοφίαν ἄγων, ἄν τε πείσῃ, ἄν τε μὴ πείσῃ, ἀπηρτισμένον ἔχει τὸν μισθὸν (τὸ γὰρ αὐτοῦ πᾶν ἐποίησεν)· οὕτω καὶ ὁ διαφθεῖραι βουληθεὶς, ἄν τε ἕλῃ, ἄν τε μὴ ἕλῃ, τὴν αὐτὴν ὑποστήσεται δίκην· τὸ γὰρ αὐτοῦ πᾶν καὶ οὗτος ἐπλήρωσεν. Ὥστε κἂν μηδὲν ἰσχύσητε πρὸς τὸ ὑποσκελίσαι καὶ καθελεῖν τὰ γενναῖα τῶν παίδων φρονήματα, τῆς γοῦν ἐπιχειρήσεως μόνης τοσαύτην δώσετε δίκην, ὅσην οἱ καθελόντες ἐκεῖθεν αὐτούς. Ταῦτ' οὖν ἐννοήσαντες ἅπαντα, καὶ τὰς σκήψεις ἀφέντες πάσας, σπουδάσωμεν γενναίων παίδων γενέσθαι πατέρες, χριστοφόρων οἰκοδόμοι γενέσθαι ναῶν, ἀθλητῶν ἐπουρανίων ἐπιμεληταὶ, ἀλείφοντες, ὀρθοῦντες, πάντοθεν ἐργάζεσθαι τὴν ὠφέλειαν αὐτῶν, ἵνα καὶ τῶν στεφάνων αὐτοῖς ἐκεῖ κοινωνήσωμεν. Ἂν δὲ φιλονεικῆτε, οἱ παῖδες μὲν, ἂν ὦσι γενναῖοι, καὶ ἀκόντων ὑμῶν ἐπὶ ταύτην ἥξουσι τὴν φιλοσοφίαν, καὶ πάντων ἀπολαύσονται τῶν ἀγαθῶν, ὑμῖν δὲ περιέσται τὸ μυρίαν κόλασιν ἑαυτοῖς συναγαγεῖν, καὶ τότε ἐπαινέσαι τὰ παρ' ἡμῶν εἰρημένα, ὅτε τῶν ἐπαίνων ὄφελος ὑμῖν οὐδέν.