Ancient Greek · ~14 min
ΠΡΟΣ ΑΠΙΣΤΟΝ ΠΑΤΕΡΑ, ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus oppugnatores vitae monasticae (lib. 1-3) 4.1-2
Not analysed yet
Καὶ μήτοι νομίσῃς τὰ ἐν τοῖς οὐρανοῖς ἡμᾶς ἐρεῖν ἀγαθὰ, καὶ τὰ μετὰ τὴν ἐνθένδε ἀποδημίαν· ἀπὸ γὰρ τῶν ἐν χερσὶ τέως ποιησόμεθα τὴν ἀπόδειξιν. Σὺ μὲν οὖν τῶν σαυτοῦ κύριος εἶ μόνον, ἐκεῖνος δὲ τῶν κατὰ τὴν οἰκουμένην ἅπασαν. Εἰ δὲ ἀπιστεῖς, δεῦρό σε ἀγάγωμεν εἰς αὐτὸν, καὶ πείσωμεν αὐτὸν κατελθόντα ἀπὸ τοῦ ὄρους, μᾶλλον δὲ ἐκεῖ μένοντα σημᾶναί τινι τῶν σφόδρα πλουτούντων καὶ εὐλαβῶν, πέμψαι χρυσοῦ σταθμὸν, ὅσον ἐθέλεις· μᾶλλον δὲ τοῦτο μὲν οὐκ ἀνέξεται, δοῦναι δὲ τῷ δεῖνι δεομένῳ κελευέτω, καὶ προθυμότερον ὄψει τὸν πλουτοῦντα ὑπακούοντα καὶ ἐκκομίζοντα, ἢ τῶν οἰκονόμων τινὰ τῶν σῶν. Οὗτος μὲν γὰρ ὅταν ἀναλίσκειν κελεύηται, κατηφής τέ ἐστι καὶ σκυθρωπός· ἐκεῖνος δὲ ὅταν μὴ ἀναλίσκῃ, τότε δέδοικε μή ποτε προσκεκρουκὼς ᾖ, ἅτε τοιοῦτον ἐπιταττόμενος οὐδέν. Καὶ πολλοὺς ἐπιδεῖξαι· ἔχω οὐ τῶν εὐδοκίμων τούτων, ἀλλὰ καὶ τῶν εὐτελεστέρων, τοσαύτην ἔχοντας δύναμιν. Καὶ σὺ μὲν, ἂν οἱ οἰκονόμοι ἀναλώσωσι τὰ πιστευθέντα, οὐκ ἔχεις ἀπαιτῆσαι ἕτερον, ἀλλ' εὐθέως σοι εἰς πενίαν ὁ πλοῦτος μεταπεσεῖται ὑπὸ τῆς κακουργίας ἐκείνων· παρὰ δὲ τῷ παιδὶ τῷ σῷ τοῦτο οὐκ ἔστι τὸ δέος. Ἂν γὰρ οὗτος γένηται πένης, ἐπιτάξει πάλιν ἑτέρῳ· κἂν ἐκεῖνος πάθῃ τι τοιοῦτον, ἐφ' ἕτερον μεταβήσεται, καὶ τὰς τῶν ὑδάτων πηγὰς πρότερον ἐπιλιπεῖν εἰκὸς, ἢ τῶν ταῦτα ὑπακουσομένων τινά. Καὶ εἰ μὲν τὰ ἡμέτερα ἐφρόνεις, διηγησάμην ἄν σοι πολλὰ καὶ μεγάλα διηγήματα· ἐπεὶ δὲ τὰ Ἑλλήνων πρεσβεύεις, οὐδὲ ἐκεῖθεν ἀπορήσω τοῦ παραδείγματος. Ἄκουσον γὰρ τί πρὸς τὸν Σωκράτην ὁ Κρίτων φησί· Σοὶ δὲ ὑπάρχει μὲν τὰ ἐμὰ χρήματα, ὡς ἔγωγε οἶμαι, ἱκανά· ἔπειτα δὲ καὶ εἴ τι ἐμοῦ κηδόμενος οὐκ οἴει ἀναλίσκειν τἀμὰ, ξένοι οὗτοι ἐνθάδε ἕτοιμοι ἀναλίσκειν. Εἰσκεκόμικε δὲ ἐπ' αὐτῷ τούτῳ ἀργύριον ἱκανὸν Σιμμίας ὁ Θηβαῖος, ἕτοιμος δὲ καὶ Κέβης, καὶ ἄλλοι πολλοί. Ὥστε, ὅπερ ἔλεγον, μὴ ταῦτα φοβούμενος ἀποκάμῃς σῶσαι σαυτὸν, μήτε ὃ ἔλεγες ἐν τῷ δικαστηρίῳ δυσχερές σοι γενέσθω, ὅτι οὐκ ἂν ἔχοις ἐξελθὼν ὅ τι χρῷο σαυτῷ· πολλαχοῦ μὲν γὰρ καὶ ἄλλοσε ὅπου ἂν ἀφίκῃ, ἀγαπήσουσί σε. Ἐὰν δὲ βούλῃ εἰς Θετταλίαν ἰέναι, εἰσὶν ἐμοὶ ἐκεῖ ξένοι, οἵ σε περὶ πολλοῦ ποιήσονται, καὶ ἀσφάλειάν σοι παρέξονται, ὥστε σοι μηδὲν ἐλλείπειν τῶν κατὰ Θετταλίαν. Τί ταύτης τῆς εὐπορίας ἥδιον; Ἀλλὰ ταῦτα μὲν ὡς πρὸς ἄνδρα βιωτικόν· εἰ δὲ φιλοσοφώτερον αὐτοῦ τὸν πλοῦτον ἐξετάζειν ἐθέλοιμεν, σὺ μὲν ἴσως οὐ παρακολουθήσεις τῷ λόγῳ, ἐμοὶ δὲ ἀναγκαῖον διὰ τοὺς δικάζοντας εἰπεῖν. Τοσοῦτος γὰρ ὁ τῆς ἀρετῆς πλοῦτός ἐστιν, οὕτως ἡδίων, οὕτω ποθεινότερος τοῦ παρ' ὑμῖν, ὡς μηδ' ἄν ποτε ἐθελῆσαι τοὺς ἔχοντας αὐτὸν τὴν ἅπασαν γῆν, εἰ χρυσὸς γένοιτο μετὰ τῶν ὀρῶν καὶ τῆς θαλάσσης καὶ τῶν ποταμῶν, ἀντ' ἐκείνου λαβεῖν. Καὶ εἴ γε ἦν δυνατὸν τοῦτο γενέσθαι, ἔμαθες ἂν ἀπὸ τῆς πείρας αὐτῆς, ὡς οὐκ ἀλαζονείας τὰ ῥήματα, ἀλλὰ πολλῷ πλείω καὶ μείζω εὑρόντες καταφρονήσουσιν ἐκείνου, καὶ οὐκ ἄν ποτε αὐτὸν ἀλλάξαιντο τούτου. Καὶ τί λέγω, ἀλλάξαιντο; οὐδὲ μετ' ἐκείνου μὲν οὖν λαβεῖν αὐτὸν ἕλοιντο ἄν. Καίτοι ὑμῖν εἴ τις ἐδίδου τὸν τῆς ἀρετῆς πλοῦτον μετὰ τῶν χρημάτων, ὑπτίαις ἂν ἐδέξασθε χερσίν· οὕτως ὁμολογεῖτε μέγαν τινὰ ἐκεῖνον καὶ θαυμαστόν· οὗτοι δὲ οὐκ ἂν ἕλοιντο τὸν ὑμέτερον μετὰ τοῦ οἰκείου· οὕτως ἴσασιν ὅτι πρᾶγμά ἐστιν εὐκαταφρόνητον. Καὶ τοῦτο πάλιν ἀπὸ τῶν ὑμετέρων παραδειγμάτων ποιήσω φανερόν. Πόσα γὰρ οἴει χρήματα τὸν Ἀλέξανδρον τῷ Διογένει, εἴ γε ἤθελε δέξασθαι, δοῦναι ἄν; Ἀλλ' οὐκ ἠθέλησεν· ἐκεῖνος δὲ ἐφιλονείκει καὶ πάντα ἔπραττε, ὥστε δυνηθῆναί ποτε ἐπὶ τὸν πλοῦτον ἐλθεῖν τὸν τούτου.