Ancient Greek · ~31 min
ΠΡΟΣ ΑΠΙΣΤΟΝ ΠΑΤΕΡΑ, ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus oppugnatores vitae monasticae (lib. 1-3) 5.1-2
Not analysed yet
Βούλει δὲ καὶ ἑτέρωθέν σου τὴν πενίαν ἰδεῖν, καὶ τοῦ παιδὸς τὴν εὐπορίαν τοῦ σοῦ; Οὐκοῦν ἄπελθε, καὶ ἀφελοῦ αὐτοῦ τὸ ἱμάτιον, ὅπερ ἔχει μόνον, καὶ τῆς καλύβης ἐξάγαγε, καὶ κάθελε τὸ καταγώγιον, καὶ οὐδὲ οὕτως ὄψει δυσχεραίνοντα οὐδὲ ἀλγοῦντα, ἀλλά σοι καὶ χάριν εἴσεται τούτων, ὅσον πρὸς φιλοσοφίαν πλέον ὠθεῖς αὐτόν· σοῦ δὲ ἄν τις δέκα δραχμὰς ἀφέληται μόνον, θρηνῶν καὶ ὀδυρόμενος οὐ διαλείψεις ποτέ. Τίς οὖν εὔπορος, ὁ τοῖς μικροῖς δακνόμενος, ἢ ὁ πάντων τῶν ὄντων καταφρονῶν; Καὶ μὴ τοῦτο ποιήσῃς μόνον, ἀλλὰ καὶ τῆς χώρας ἁπάσης ἀπέλασον, καὶ ὄψει γελῶντα ἐπὶ τούτοις, καθάπερ ἐπὶ παιδίου παίζοντος. Σὲ δὲ ἂν τῆς πατρίδος ἀπελάσῃ τις μόνον, τὰ δεινότατα πείσῃ, καὶ οὐδὲ οἴσεις τὴν συμφοράν· ἐκεῖνος δὲ, ἅτε πάσης τῆς γῆς οὔσης αὐτοῦ καὶ τῆς θαλάσσης, οὕτως εὐκόλως καὶ ἀλύπως ἀπὸ τούτων ἐφ' ἕτερα μεταστήσεται, καθάπερ σὺ διὰ τῶν οἰκείων ὁδεύων ἀγρῶν· μᾶλλον δὲ καὶ εὐκολώτερον. Σοὶ μὲν γὰρ εἰ καὶ διὰ τῶν σῶν βαδίζειν ἔξεστιν, ἀλλ' ὅμως καὶ δι' ἀλλοτρίων ἀνάγκη· ἐκεῖνος δὲ διὰ πάσης τῆς αὐτοῦ πορεύσεται γῆς· καὶ ποτὸν μὲν αὐτῷ πάντοθεν δαψιλῶς παρέχουσι λίμναι καὶ ποταμοὶ καὶ πηγαὶ, τροφὴ δὲ αὐτῷ λάχανα καὶ βοτάναι, καὶ ἄρτοι δὲ πολλαχόθεν. Οὔπω γάρ σοι λέγω, ὅτι καὶ τῆς γῆς ἁπάσης καταφρονεῖ, πόλιν ἔχων τὸν οὐρανόν. Κἂν τελευτῆσαι δέῃ, τῆς τρυφῆς ὑμῶν ἥδιον οἴσει τὴν τελευτὴν, καὶ εὔξεται οὕτως ἀποθανεῖν μᾶλλον, ἢ ὑμεῖς ἐπὶ τῆς πατρίδος καὶ τῆς εὐνῆς· ὥστε καὶ πλάνον καὶ φυγάδα καὶ ἀλήτην τὴν πόλιν ἔχοντα καὶ οἰκίαν οἰκοῦντα, ἀλλ' οὐκ ἐκεῖνον εἴποι τις ἂν τὸν πάντων τούτων ἀπηλλαγμένον. Οὔτε γὰρ τῆς πατρίδος αὐτὸν ἐξαγαγεῖν δυνήσῃ, ἕως ἂν μὴ ἐξαγάγῃς τῆς γῆς ἁπάσης· τέως γὰρ οὕτως εἰρήσθω, ἐπεὶ κατὰ τὸν ἀληθῆ λόγον τότε μάλιστα αὑτὸν εἰς τὴν πατρίδα ἀποπέμψεις, ὅταν ἀπὸ τῆς γῆς ἐξαγάγῃς. Ἀλλ' οὔπω τοῦτο πρὸς σὲ τὸν οὐδὲν πλέον τῶν ὁρωμένων εἰδότα. Οὐδὲ γυμνὸν δεῖξαι δυνήσῃ, ἕως ἂν τὰ τῆς ἀρετῆς ἱμάτια περικείμενος ᾖ, οὔτε λιμῷ διαφθερεῖς, ἕως ἂν εἰδῇ τὴν ὄντως τροφήν. Ἀλλὰ πᾶσι τούτοις οἱ πλουτοῦντές εἰσιν ἁλώσιμοι· ὥστε καὶ κατὰ τοῦτο οὐκ ἄν τις ἁμάρτοι τούτους μὲν πένητας προσειπὼν, καὶ σφόδρα πένητας, εὐπόρους δὲ ἐκείνους ἀκριβῶς. Ὁ γὰρ καὶ τροφῆς καὶ ποτοῦ καὶ οἰκίας καὶ ἀναπαύσεως πανταχοῦ δυνάμενος εὐπορεῖν, καὶ οὐ μόνον μὴ ἀλύων, ἀλλὰ καὶ ἥδιον ἐν τούτοις ἢ ὑμεῖς ἐν τοῖς ὑμετέροις διάγων, εὔδηλον ὅτι πάντων ὑμῶν τῶν πλουτούντων ἐστὶν εὐπορώτερος τῶν ἐπὶ τῆς οἰκίας μόνης τούτων δυναμένων εὐπορεῖν. Ὅθεν οὐδὲ πενίαν οἶδεν ἐκεῖνος θρηνῆσαί ποτε. Οὐδὲ γὰρ τῇ ἀφθονίᾳ μόνον οὗτος ὁ πλοῦτος βελτίων, οὐδὲ τῇ ἡδονῇ, ἀλλὰ καὶ τῷ ἀνάλωτος εἶναι, καὶ εἰς πτωχείαν μὴ μεταβαλεῖν ποτε, μηδὲ ὑποκεῖσθαι τῷ τοῦ μέλλοντος ἀδήλῳ, μηδὲ φροντίδας ἔχειν, μηδὲ βασκανίᾳ χειροῦσθαι, ἀλλὰ θαῦμα καὶ ἔπαινον καὶ εὐφημίαν κεκτῆσθαι πᾶσαν· καίτοι γε ἐφ' ὑμῶν τοὐναντίον ἔστιν ἰδεῖν. Οὐ γὰρ μόνον ὑμᾶς οὐκ ἐπαινοῦσι διὰ τὸν πλοῦτον, ἀλλὰ καὶ μισοῦσι καὶ ἀποστρέφονται καὶ βασκαίνουσι δὲ ὑμῖν καὶ ἐπιβουλεύουσιν οἱ πολλοί· οὗτος δὲ ἐπειδὴ πλουτεῖ πλοῦτον τὸν ἀληθῆ, διὰ τοῦτο θαυμάζεται μάλιστα, καὶ διὰ τοῦτο οὐ φθονεῖται οὐδὲ ἐπιβουλεύεται. Ἀλλ' ἄρα πρὸς ὑγίειαν τίς ἐπιτηδειότερος; οὐχ ὁ μὲν ἐκεῖνον ἔχων καθάπερ τὰ ἄγρια τῶν ζώων εὐσωματεῖ καὶ σφριγᾷ, ἅτε ἀέρος ἀπολαύων καθαροῦ καὶ ναμάτων ὑγιεινῶν καὶ ἀνθῶν καὶ λειμώνων καὶ εὐωδίας εἰλικρινοῦς, οὗτος δὲ ὥσπερ ἐν βορβόρῳ κείμενος, μαλακώτερός τέ ἐστι καὶ μᾶλλον ἐπίνοσος; Εἰ δὲ ἐν ὑγιείᾳ τὰ πρωτεῖα παρὰ τούτῳ, δηλονότι καὶ ἐν ἡδονῇ. Τίνα γὰρ οἴει μᾶλλον τρυφᾷν, τὸν ἐπὶ βαθείας κατακεκλιμένον πόας, παρὰ πηγὴν καθαρὰν, ὑπὸ σκιὰν δένδρων ἀμφιλαφῶν, καὶ τὸν ὀφθαλμὸν ἑστιῶντα τῇ θέᾳ, καὶ καθαρωτέραν ἔχοντα τοῦ οὐρανοῦ τὴν ψυχὴν, καὶ ταραχῆς καὶ θορύβου πόῤῥω καθήμενον, ἢ τὸν ἐν οἰκίσκῳ κατακεκλεισμένον; Οὐ γὰρ δὴ τοῦ ἀέρος τὰ μάρμαρα καθαρώτερα, οὐδὲ τῆς σκιᾶς τῆς ἀπὸ τῶν δένδρων ἡ ἀπὸ τῆς ὀροφῆς ἡδίων, οὐδὲ ἡ ψηφὶς ἐδάφους ἄνθεσι καλλωπιζομένου ποικίλοις. Καὶ τούτων αὐτῶν ὑμεῖς οἱ πλουτοῦντες μάρτυρες, οἷς εἴ γε ἐνῆν ἐπὶ τῶν ὑπερῴων δένδρα ἔχειν, καὶ τὴν ἀπὸ τῶν λειμώνων παραμυθίαν, μᾶλλον ἂν εἵλεσθε τῆς στέγης τῆς χρυσῆς καὶ τῶν τοίχων τῶν θαυμαστῶν. Ὅταν γοῦν ἐκ πολλῶν πόνων πρὸς ἄνεσιν ἑαυτοὺς ἀφεῖναι ἐπιθυμήσητε, ταῦτα ἀφέντες, πρὸς ἐκεῖνα βαδίζετε. Ἀλλ' ὑπὲρ δόξης ἴσως θρηνεῖς, τῆς πολλῆς ἐκείνης καὶ μεγάλης, οὐδαμοῦ φαινομένης ἐνταῦθα; Τὰ γὰρ βασίλεια τῇ ἐρημίᾳ παραβάλλων, καὶ τὰς ἐλπίδας τὰς ἐκεῖθεν ταῖς ἐντεῦθεν, ἐξ αὐτοῦ οἴει τοῦ οὐρανοῦ καταπεπτωκέναι τὸν υἱόν. Οὐκοῦν τοῦτο δεῖ πρῶτον μαθεῖν, ὡς οὔτε ἡ ἐρημία ἄτιμον ποιεῖ, οὔτε λαμπρὸν καὶ περιφανῆ τὰ βασίλεια, καὶ πρὶν ἐπὶ λογισμοὺς ἐλθεῖν ἐκ παραδειγμάτων σε ἀπαλλάξω τῆς ὑποψίας, παραδειγμάτων οὐ τῶν παρ' ἡμῖν, ἀλλὰ τῶν ὑμετέρων. Διονύσιον ἴσως ἀκούεις τὸν Σικελίας τύραννον, ἀκούεις δὲ καὶ Πλάτωνα τὸν Ἀρίστωνος; Τίς οὖν, εἰπέ μοι, λαμπρότερος γέγονε; τίς δὲ ᾄδεται καὶ ἐν τοῖς τῶν πολλῶν κεῖται στόμασιν; οὐχ ὁ φιλόσοφος τοῦ τυράννου μᾶλλον; Καίτοι ὁ μὲν τῆς τε Σικελίας ἁπάσης ἐκράτει, καὶ ἐν τρυφῇ διῆγε, καὶ μετὰ πολλοῦ τοῦ πλούτου καὶ τῶν δορυφόρων καὶ τῆς ἄλλης φαντασίας διετέλεσε ζῶν· ὁ δὲ ἐν τῷ τῆς Ἀκαδημίας κήπῳ διέτριβεν ἄρδων τε καὶ φυτεύων καὶ ἐλαίας ἐσθίων, καὶ εὐτελῆ παρατιθέμενος τράπεζαν, καὶ πάσης ἐκείνης τῆς φαντασίας ἐκτὸς ὤν. Καὶ οὐ τοῦτό πω θαυμαστὸν, ἀλλ' ὅτι καὶ δοῦλος γενόμενος, καὶ κατὰ τὴν τοῦ τυράννου γνώμην ἀπεμποληθεὶς, τοσοῦτον ἀπέσχεν ἀτιμότερος ἐκείνου φανῆναι διὰ ταῦτα, ὡς καὶ αὐτῷ τῷ τυράννῳ ἐκ τούτου φανῆναι αἰδέσιμος. Τοιοῦτόν ἐστιν ἀρετή· οὐ δι' ὧν ἐργάζεται μόνον, ἀλλὰ καὶ δι' ὧν πάσχει κακῶς, οὐχ ἑαυτὴν, ἀλλὰ καὶ τοὺς ποιοῦντας οὐκ ἀφιεῖσα κρύπτεσθαι καὶ λανθάνειν. Τί δὲ ὁ τούτου διδάσκαλος Σωκράτης; πόσῳ Ἀρχελάου λαμπρότερος ἦν; Καίτοι ὁ μὲν βασιλεὺς ἦν, καὶ ἐν πολλῷ πλούτῳ διῆγεν· ὁ δὲ ἐν Λυκείῳ διέτριβε, καὶ ἑνὸς ἱματίου πλέον εἶχεν οὐδὲν, καὶ τοῦτο μόνον καὶ χειμῶνος καὶ θέρους καὶ ἐν πάσαις ταῖς ὥραις τοῦ ἔτους περιβεβλημένος ἐφαίνετο· ἀνυπόδετός τε ἔζη διαπαντὸς, καὶ ἄσιτος ἅπασαν διεκαρτέρει τὴν ἡμέραν, ἄρτον τε ἐσιτεῖτο μόνον, καὶ τοῦτο ἦν αὐτῷ ὄψον καὶ σιτίον· καὶ οὐδὲ ταύτην οἴκοθεν παρετίθετο τὴν τράπεζαν, ἀλλὰ παρ' ἑτέρων λαμβάνων, οὕτως ἐσχάτῃ συνέζη πενίᾳ· καὶ τοσοῦτον ἦν τοῦ βασιλέως λαμπρότερος, ὡς πολλάκις αὐτὸν καλοῦντος ἐκείνου πρὸς ἑαυτὸν, μὴ θελῆσαι τὸ Λύκειον ἀφεῖναι, καὶ πρὸς τὸν ἐκείνου πλοῦτον ἐλθεῖν. Καὶ ἀπὸ τῆς δόξης δὲ τῆς κρατούσης νῦν καὶ τὰ πρότερα φαίνεται. Γούτων μὲν γὰρ τὰ ὀνόματα πολλοῖς γνώριμα, ἐκείνων δὲ οὐδενί. Ὁ δὲ Σινωπεὺς πάλιν ἕτερος οὗτος φιλόσοφος τοσούτῳ καὶ τούτων καὶ ἑτέρων μυρίων τοιούτων βασιλέων εὐπορώτερος ἦν, καὶ ταῦτα ῥακίοις συζῶν, ὡς τὸν Φιλίππου τὸν Μακεδόνα στρατιὰν ἐπὶ Πέρσας ἄγοντα, πάντα ἀφέντα, ἰδόντα αὐτὸν ἀπελθεῖν, καὶ ἐρέσθαι δι' ἑαυτοῦ, μή τινος δέοιτο, καὶ εἴ τι κελεύοι· αὐτὸν δὲ οὐδὲν ἀπαγγεῖλαι. Ἆρά σοι τῶν παραδειγμάτων ἅλις, ἢ βούλει καὶ ἑτέρων ἐπιμνησθῶμεν; Οὗτοι γὰρ οὐχὶ τῶν ἐν βασιλείοις μόνον λαμπρῶν, ἀλλ' αὐτοῦ τοῦ βασιλεύοντος γεγόνασι λαμπρότεροι, τὸν ἰδιωτικὸν ἑλόμενοι βίον καὶ ἀπράγμονα, καὶ πολιτείας οὐδὲ ἐγγὺς βουληθέντες ἐλθεῖν. Καὶ ἐν αὐτῇ δὲ τῇ πολιτείᾳ οὐκ ἐκείνους ὄψει λαμπροὺς τοὺς ἐν πλούτῳ καὶ τρυφῇ καὶ περιουσίᾳ, ἀλλὰ καὶ τοὺς ἐν πενίᾳ, τοὺς ἐν εὐτελείᾳ, τοὺς ἐν ἀτύφῳ ζῶντας βίῳ. Παρὰ μὲν Ἀθηναίοις Ἀριστείδης, ὃν καὶ τελευτήσαντα ἡ πόλις ἔθαψε, καὶ πλούτῳ καὶ γένει καὶ τρυφῇ καὶ δυνάμει λόγων καὶ ῥώμῃ σώματος καὶ εὐγενείᾳ καὶ τοῖς ἄλλοις πᾶσιν Ἀλκιβιάδου κρατοῦντος τοσοῦτον λαμπρότερος ἦν, ὅσον παιδίου τινὸς εὐτελοῦς φιλόσοφος θαυμαστός. Παρὰ Θηβαίοις Ἐπαμεινώνδας, ἄνθρωπος εἰς ἐκκλησίαν καλούμενος, καὶ διὰ τοῦτο μὴ δυνάμενος ἐλθεῖν, ἐπειδὴ αὐτῷ τὸ ἱμάτιον ἔτυχε πλυνόμενον, καὶ ἕτερον περιθέσθαι οὐκ εἶχε, πάντων τῶν γενομένων αὐτόθι στρατηγῶν ἐπισημότερος ἦν. Μὴ τοίνυν μοι τὴν ἐρημίαν εἴπῃς, μηδὲ τὰ βασίλεια. Οὐ γὰρ ἐν τόποις τὰ τῆς λαμπρότητος, καὶ τὰ τῆς περιφανείας, οὐδὲ ἐν ἱματίοις, οὐδὲ ἐν ἀξιώματι, οὐδὲ ἐν δυναστείᾳ, ἀλλ' ἐν ἀρετῇ ψυχῆς καὶ φιλοσοφίᾳ μόνον.