Ancient Greek · ~17 min
ΠΡΟΣ ΑΠΙΣΤΟΝ ΠΑΤΕΡΑ, ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus oppugnatores vitae monasticae (lib. 1-3) 6.1-2
Not analysed yet
Ἀλλ' ἐπειδὴ τὰ παραδείγματα οὐ τοσαύτην ἔχει τὴν ἰσχὺν, ἀπ' αὐτοῦ τοῦ σοῦ παιδὸς ποιήσομαι τὴν ἐξέτασιν. Εὑρήσομεν γὰρ αὐτὸν οὐ μόνον λαμπρότερον ὄντα νῦν, ἀλλὰ καὶ δι' ἐκεῖνα τιμιώτερον, δι' ἄπερ ἄτιμον εἶναι φῂς καὶ εὐτελῆ. Εἰ γὰρ βούλει πείσαντες αὐτὸν ἀπὸ τοῦ ὄρους κατελθεῖν, πείσωμεν καὶ εἰς ἀγορὰν ἐμβαλεῖν, καὶ ὄψει πᾶσαν ἐπιστρεφομένην τὴν πόλιν, καὶ ὑποδεικνύντας αὐτὸν ἅπαντας καὶ θαυμάζοντας καὶ ἐκπληττομένους, ὡς ἀγγέλου τινὸς ἐξ οὐρανοῦ παραγενομένου νῦν. Ἢ ἕτερόν σοι τὰ τῆς δόξης τι εἶναι δοκεῖ; Οὐ γὰρ δὴ τῶν ἐν βασιλείοις ἔσται περιφανέστερος μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου, διὰ τὰ ἱμάτια ἐκεῖνα τὰ εὐτελῆ καὶ κατατετριμμένα. Οὐ γὰρ ἂν οὕτως ἅπαντας ἐξέπληττε χρυσοφορῶν, μᾶλλον δὲ καὶ ἁλουργίδα, καὶ αὐτὸν τὸν στέφανον περικείμενος ἐπὶ τῆς κεφαλῆς, καὶ τοῖς σηρικοῖς ἐπικαθήμενος στρώμασι, καὶ ὑπὸ τῶν ἡμιόνων ἑλκόμενος, καὶ τοὺς χρυσοφοροῦντας δορυφόρους ἔχων, ὡς νῦν ῥυπῶν καὶ αὐχμῶν καὶ παχὺ περιβεβλημένος ἱμάτιον, καὶ μηδένα ἀκολουθοῦντα ἐπαγόμενος, καὶ ἀνυπόδετος ὤν. Ἐκεῖνα μὲν γὰρ τὰ τοῦ βασιλέως νόμοις τε ὥρισται, καὶ τῆς συνηθείας ἐστί· καὶ διὰ ταῦτα κἂν εἴποι τις θαυμάζων τὸν βασιλέα, ὅτι στολὴν περιβέβληται χρυσῆν, οὐ μόνον οὐ θαυμάζομεν, ἀλλὰ καὶ γελῶμεν τὸ λεχθὲν, ὡς οὐδὲν ἔχον παράδοξον· περὶ δὲ τοῦ παιδίου τοῦ σοῦ ἂν ἐλθών τις ἀπαγγείλῃ, ὅτι πλούτου καταγελάσας τοῦ πατρικοῦ, καὶ τὴν βιωτικὴν καταπατήσας φαντασίαν, καὶ τῶν κοσμικῶν ἐλπίδων ἀνώτερος γενόμενος, πρὸς τὴν ἐρημίαν μετέστη, καὶ χιτωνίσκον σαπρὸν ἐνέδυ καὶ φαῦλον, πάντες εὐθέως συνδραμοῦνται καὶ θαυμάσουσι καὶ κροτήσουσιν ὑπὲρ τῆς μεγαλοψυχίας αὐτόν. Καὶ τῶν μὲν βασιλέων μυρία κατηγορουμένων, οὐδὲν τὰ ἱμάτια προστήσεται τὰ χρυσᾶ, τοσοῦτον ἀπέχει θαυμαστοὺς δεῖξαι ὄντας αὐτούς· οὗτος δὲ καὶ ἀπὸ τῶν ἱματίων πολλὰς ἔχει τοῦ θαυμάζεσθαι τὰς ἀφορμάς. Ὥστε αὕτη ἡ στολὴ τῆς βασιλικῆς μᾶλλον αὐτὸν ἀπόβλεπτον ἀπέφηνε καὶ περιφανῆ, εἴ γε δι' ἐκείνην μὲν οὐδεὶς βασιλέα ἐθαύμασε, διὰ δὲ ταύτην ἅπαντες τὸν περικείμενον ἐκπλαγήσονται. Καὶ τί μοι, φησὶ, τῆς τῶν πολλῶν ὑπονοίας ὄφελος καὶ τῶν ἐπαίνων; Καὶ μὴν δόξα οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ ταῦτα. Ἀλλ' οὐ δέομαι, φησὶ, ταύτης, δυναστείαν δὲ ζητῶ καὶ τιμήν. Ἀλλ' οἱ ἐπαινοῦντες καὶ τιμήσουσι πάντως. Εἰ δὲ δυναστείαν βούλει καὶ προστασίαν, καὶ ταύτην οὐχ ἧττον τῶν προτέρων παρὰ τούτοις οὖσαν μᾶλλον εὑρήσομεν· καὶ ἔχομεν μὲν αὐτὸ καὶ ἐκ παραδειγμάτων ποιεῖν φανερὸν, ἐπὶ δὲ τὸν μάλιστά σε παραμυθούμενον τρόπον ἐλθόντες, οὐκ ἐπ' ἄλλων τινῶν, ἀλλ' ἐπ' αὐτοῦ τοῦ σοῦ παιδὸς τὸν λόγον ἐξετάσωμεν τοῦτον. Τί γὰρ δυνάμεως τῆς μεγίστης τεκμήριον εἶναι φῄς; οὐ τὸ δύνασθαι μὲν ἀμύνεσθαι τοὺς λυποῦντας, δύνασθαι δὲ τοὺς εὐεργετοῦντας ἀμείβεσθαι, Καίτοι γε ταύτην ἅπασαν οὐδὲ παρὰ τῷ βασιλεύοντι ἴδοι τις ἄν· καὶ γὰρ πολλοὺς ἔχει τοὺς λυποῦντας, οὓς οὐκ ἂν δύναιτο λυπεῖν, καὶ πολλοὺς τοὺς εὖ ποιοῦντας, οὓς οὐκ ἂν εὐκόλως ἀμείψαιτο. Καὶ γὰρ ἐν πολέμοις πολλάκις λυπήσαντας πολεμίους, καὶ μυρία αὐτὸν εἰργασμένους κακὰ, ἀμύνασθαι ἐπεθύμησε μὲν, οὐκ ἴσχυσε δέ· καὶ φίλους δὲ μεγάλα ἐπιδειξαμένους ἐκεῖ κατορθώματα, οὐκ ἔσχε τοῖς ἴσοις ἀμείψασθαι, προαναρπασθέντας τῆς ἀντιδόσεως, καὶ ἐν αὐτῷ τῷ πολέμῳ πεσόντας. Τί οὖν, ἂν ταύτης τῆς δυνάμεως, ἧς οὐδὲ βασιλεῖς ἀπολαύουσιν, ὡς ὁ λόγος ἀπέδειξεν, ἑτέραν πολλῷ μείζονα καὶ τὸν υἱὸν ἔχοντα ἀποδείξωμεν τὸν σόν; Καὶ μηδεὶς ἴσως τὰ ἐν τοῖς οὐρανοῖς ἀγαθὰ ὑπολάβοι λεγόντων ἡμῶν, οἷς ἀπιστεῖς· οὐχ οὕτως ἐπιλελήσμεθα τῶν ὑποσχέσεων· ἀλλ' ἀπὸ τῶν ἐνταῦθα γινομένων παρεξόμεθα τὴν ἀπόδειξιν. Εἰ γὰρ δύναμις αὕτη μεγίστη, τὸ λυποῦντας δύνασθαι ἀμύνεσθαι, πολλῷ μεῖζον ταύτης τὸ τοιαύτην εὑρεῖν τοῦ βίου κατάστασιν, ἐν ᾗ μὲν οὐδ' ἂν ἐθέλῃ τις λυπῆσαι δυνήσεται· ὅτι γὰρ ἐκείνου τοῦτο μεῖζον, ἂν ἐφ' ἕτερον παράδειγμα τὸν λόγον ἀγάγωμεν, δῆλον ἡμῖν ἔσται καὶ φανερόν. Εἰπὲ γάρ μοι, τί βέλτιον, οὕτως ἔμπειρον εἶναι τὰ πολεμικὰ, ὡς μηδένα τῶν τιτρωσκόντων ἡμᾶς ἄτρωτον διαφυγεῖν, ἢ σῶμα κεκτῆσθαι τοιοῦτον, ὡς μηδένα, κἂν μυρία ποιῇ, δύνασθαι πλῆξαι τὸ σῶμα; Παντί που δῆλον, ὅτι τοῦτο ἐκείνου καὶ δυνατώτερον καὶ θειότερον· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ὃ πολλῷ τούτου ἀνώτερον. Ποῖον δὲ τοῦτο; Τὸ φάρμακα εἰδέναι, δι' ὧν ἀφανισθήσεται τὰ τραύματα πάντα. Τριῶν τοίνυν τρόπων ὄντων, ἑνὸς μὲν τοῦ δύνασθαι τοὺς ἀδικοῦντας ἀμύνεσθαι, ἑτέρου δὲ ἀνωτέρου τοῦ καὶ τὰ οἰκεῖα τραύματα θεραπεύειν· οὐ γὰρ ἕπεται τοῦτο πάντως ἐκείνῳ· τρίτου δὲ τοῦ μηδενὶ τῶν ὄντων ἀνθρώπων εὐχείρωτον εἶναι, ὃ δὴ καὶ μεῖζον φύσεως ἀνθρωπίνης ἐστὶ, τοῦτο τὸν υἱὸν σὸν ἔχοντα ἀποδείξομεν.