Ancient Greek · ~19 min
ΠΡΟΣ ΠΙΣΤΟΝ ΠΑΤΕΡΑ ΛΟΓΟΣ ΤΡΙΤΟΣ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus oppugnatores vitae monasticae (lib. 1-3) 7.1-3
Not analysed yet
Εἰ δὲ μὴ φῂς ταῦτα οὕτως ἔχειν, ἀλλὰ δυνατὸν εἶναι καὶ ἐν μέσῳ στρεφόμενον πάντα κατορθοῦντα τῆς ἀρετῆς, καὶ μὴ παίζων, ἀλλὰ σπουδάζων ἀληθῶς ταῦτα λέγεις, μὴ κατοκνήσῃς ἡμᾶς διδάξαι τὸ καινὸν τοῦτο καὶ παράδοξον μάθημα· οὐδὲ γὰρ βούλομαι πράγματα εἰκῆ τοσαῦτα ἔχειν, οὐδὲ τοσούτοις ἀπέχεσθαι μάτην. Ἀλλὰ γὰρ οὐ δύναμαι τοῦτο μαθεῖν· οὐ γὰρ ἐᾶτε ὑμεῖς, καὶ δι' ὧν λέγετε καὶ δι' ὧν ποιεῖτε ἀντιφθεγγόμενοι ταύτῃ τῇ ψήφῳ, καὶ τἀναντία παιδεύοντες· ὥσπερ γὰρ ἐξεπίτηδες ἀπολέσθαι σπουδάζοντες τοὺς υἱοὺς, οὕτως ἅπαντα κελεύετε ποιεῖν, ἃ τοὺς ποιοῦντας σωθῆναι οὐκ ἔνι. Ὅρα δὲ ἄνωθεν. Οὐαὶ, φησὶ, τοῖς γελῶσιν· ὑμεῖς δὲ πολλὰς αὐτοῖς παρέχετε γέλωτος ἀφορμάς· Οὐαὶ τοῖς πλουτοῦσιν· ὑμεῖς δὲ ὅπως χρηματίσαιντο, πάντα πράττετε· Οὐαὶ, ὅταν καλῶς εἴπωσιν ὑμᾶς πάντες οἱ ἄνθρωποι· ὑμεῖς δὲ καὶ οὐσίας ὁλοκλήρους ὑπὲρ τῆς τῶν δήμων εὐφημίας ἐκενώσατε πολλάκις. Πάλιν δὲ ὁ τὸν ἀδελφὸν ὑβρίζων ὑπεύθυνός ἐστι τῇ γεέννῃ· ὑμεῖς δὲ καὶ ἀδρανεῖς εἶναι νομίζετε καὶ δειλοὺς τοὺς σιγῇ τὰς παρὰ τῶν ἑτέρων φέροντας ὕβρεις. Μάχης κελεύει καὶ δίκης καταφρονεῖν ὁ Χριστός· ὑμεῖς δὲ αὐτοὺς ἐν τούτοις στρέφετε τοῖς κακοῖς διαπαντός. Τὸν ὀφθαλμὸν πολλάκις ἐξορύττειν ἐκέλευσεν, ὅταν βλάπτῃ· ὑμεῖς δὲ τούτους μάλιστα ποιεῖτε φίλους, ὅσοιπερ ἂν δύνωνται χρήματα δοῦναι, κἂν τὴν ἐσχάτην παιδεύσωσι κακίαν. Ἐκβαλεῖν γυναῖκα οὐκ ἀφῆκε, πλὴν ἐπ' αἰτίᾳ μόνῃ πορνείας· ὑμεῖς δὲ, ὅταν ἐξῇ χρήματα λαβεῖν, καὶ ταύτης καταφρονεῖν κελεύετε τῆς· ἐντολῆς. Τὸν ὅρκον ἀπεῖρξε παντελῶς· ὑμεῖς δὲ, ἂν ἴδητε φυλαττόμενον, καὶ γελᾶτε. Ὁ φιλῶν τὴν ψυχὴν αὑτοῦ, φησὶν, ἀπολέσει αὐτήν· ὑμεῖς δὲ αὐτοὺς πάντοθεν εἰς ταύτην ἐμβάλλετε τὴν φιλίαν. Ἐὰν μὴ ἀφῆτε, φησὶ, τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὑμῖν ὁ Πατὴρ ὑμῶν ἀφήσει ὁ οὐράνιος· ὑμεῖς δὲ καὶ ὀνειδίζετε, ὅταν τοὺς ἠδικηκότας μὴ θέλωσιν ἀμύνεσθαι, καὶ εἰς τὴν δύναμιν αὐτοὺς ταύτην ταχέως ἐπείγεσθε ἀγαγεῖν. Τοὺς δόξης ἐρῶντας πάντα εἰκῆ ποιεῖν ἀπεφήνατο ὁ Χριστὸς, κἂν νηστεύωσι, κἂν εὔχωνται, κἂν ἐλεῶσιν· ὑμεῖς δὲ, ὅπως ταύτης ἐπιτύχοιεν, ἅπαντα πραγματεύεσθε. Καὶ τί δεῖ πάντα ἐπιέναι; ὅταν γὰρ καὶ τὰ εἰρημένα μυρίας ἱκανὰ παρασκευάσαι γεέννας ᾖ, οὐχὶ πάντα ὁμοῦ συνελθόντα μόνον, ἀλλὰ καὶ καθ' ἑαυτὸ τούτων ἕκαστον· ὑμεῖς δὲ πάντα ὁμοῦ συμφορήσαντες, καὶ τὸ ἀφόρητον τῶν ἁμαρτημάτων ἐπιθέντες φορτίον, οὕτως εἰς τὸν τοῦ πυρὸς πέμπετε ποταμόν. Πότε σωθῆναι δυνήσονται, τοσαύτην κομίζοντες τῷ πυρὶ τὴν τροφήν; Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ὅτι τἀναντία τοῖς τοῦ Χριστοῦ παραινεῖτε προστάγμασιν, ἀλλ' ὅτι καὶ προσηγορίαις εὐφήμοις περιστέλλετε τὴν κακίαν, τὸ μὲν ἱπποδρόμοις καὶ θεάτροις προσκεῖσθαι διαπαντὸς ἀστειότητα καλοῦντες, τὸ δὲ πλουτεῖν ἐλευθερίαν, τὸ δὲ δόξης ἐρᾷν μεγαλοψυχίαν, τὴν δὲ ἀπόνοιαν παῤῥησίαν, καὶ τὴν μὲν ἀσωτίαν φιλανθρωπίαν, τὴν δὲ ἀδικίαν ἀνδρείαν. Εἶτα, ὥσπερ οὐκ ἀρκούσης ταύτης τῆς ἀπάτης, καὶ τὴν ἀρετὴν ἐναντίοις καλεῖτε ὀνόμασιν, ἀγροικίαν μὲν τὴν σωφροσύνην, δειλίαν δὲ τὴν ἐπιείκειαν, ἀνανδρίαν δὲ τὴν δικαιοσύνην ὀνομάζοντες, καὶ τὸ μὲν ἄτυφον δουλοπρεπὲς, τὴν δὲ ἀνεξικακίαν ἀσθένειαν· καθάπερ δεδοικότες μὴ παρ' ἑτέρων τὴν ἀληθῆ τούτων προσηγορίαν ἀκούσαντες φύγωσι τὴν λύμην οἱ παῖδες. Οὐδὲ γὰρ μικρὸν εἰς τὴν τῶν κακῶν ἀποτροπὴν τὸ γυμνὰς αὐτὰς καὶ κυρίας τῶν κακῶν προφέρεσθαι τὰς ὀνομασίας· ἀλλὰ τοσαύτην ἔχει τὴν ἰσχὺν πρὸς τὸ πλῆξαι τοὺς ἁμαρτάνοντας, ὡς πολλοὺς πολλάκις ἐπὶ τοῖς αἰσχίστοις ὄντας περιφανεῖς μὴ φέρειν πράως καλουμένους τοῦτο, ὅπερ εἰσὶν, ἀλλ' ἀγριαίνειν καὶ ἐκθηριοῦσθαι, ὡς τὰ δεινότατα πάσχοντας. Τὴν γοῦν ἡταιρηκυῖαν γυναῖκα, καὶ τὸν πεπορνευμένον παῖδα ἂν καλέσῃ τις ἀπὸ τῆς αἰσχίστης πράξεως ταύτης, ἀκατάλλακτος γέγονεν ἐχθρὸς, ἅτε τὰ μέγιστα ἠδικηκώς. Καὶ οὐ τούτους μόνον, ἀλλὰ καὶ τὸν πλεονέκτην, καὶ τὸν μέθυσον, καὶ τὸν ἀλαζόνα, καὶ πάντας ἁπλῶς τοὺς τὰ δεινότερα ἐργασαμένους ἴδοι τις ἂν οὐχ οὕτως ἐπὶ τῷ πράττειν αὐτὰ καὶ τῇ παρὰ τῶν πολλῶν δόξῃ δακνομένους καὶ ἀλγοῦντας, ὡς ἐπὶ τοῖς τῶν οἰκείων ἔργων ὀνόμασι. Πολλοὺς δὲ καὶ σωφρονισθέντας οἶδα τούτῳ τῷ τρόπῳ, καὶ γενομένους τοῖς ὀνείδεσιν ἐπιεικεστέρους Ἀλλ' ὑμεῖς καὶ ταύτην ἀνῃρήκατε τὴν παραμυθίαν· καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐ διὰ τῶν ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ τῶν πραγμάτων ταύτην αὐτοῖς ποιεῖσθε τὴν παραίνεσιν, οἰκίας οἰκοδομοῦντες λαμπρὰς, ἀγροὺς ὠνούμενοι πολυτελεῖς, τὴν ἄλλην περιβάλλοντες φαντασίαν, καὶ διὰ πάντων πυκνῷ τινι νέφει συσκιάζοντες αὐτῶν τὴν ψυχήν. Πόθεν οὖν δυνήσομαι πεισθῆναι, ὅτι σωθῆναι οἷόν τε τούτους, ὅταν ἴδω πρὸς ταῦτα παρακαλουμένους, ἃ τοὺς ποιοῦντας ὁ Χριστὸς ἀπεφήνατο πάντως ἀπολέσθαι; ὅταν θεάσωμαι τῆς μὲν ψυχῆς αὐτῶν, ὥσπερ τινὸς παρέργου, καταφρονοῦντας ὑμᾶς, τῶν δὲ ὄντως περιττῶν, ὡς ἀναγκαίων καὶ προηγουμένων φροντίζοντας; Ὅπως μὲν γὰρ οἰκέτης ἔσται, καὶ ὅπως ἵππος, καὶ ὅπως ἱμάτιον τῷ παιδὶ κάλλιστον, πάντα ποιεῖτε· ὅπως δὲ αὐτὸς γένοιτο καλὸς, οὐδὲ ἐννοῆσαί ποτε ἀνέχεσθε, ἀλλὰ καὶ ξύλων καὶ λίθων μέχρι τούτου προάγοντες τὴν σπουδὴν, τὴν ψυχὴν οὐδὲ τοῦ πολλοστοῦ τῆς ἐπιμελείας ταύτης ἀξιοῦτε μέρους· ἀλλ' ἵνα μὲν ἄγαλμα ἐπὶ τῆς οἰκίας ἑστήκῃ θαυμαστὸν, καὶ ἡ στέγη γένηται χρυσῆ, πάντα ὑπομένετε· τὸ δὲ πάντων τιμιώτερον ἄγαλμα ἡ ψυχὴ ὅπως γένηται χρυσῆ, οὐδὲ φροντίζειν ἐθέλετε.