Ancient Greek · ~30 min
ΠΡΟΣ ΠΙΣΤΟΝ ΠΑΤΕΡΑ ΛΟΓΟΣ ΤΡΙΤΟΣ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Adversus oppugnatores vitae monasticae (lib. 1-3) 8.1-3
Not analysed yet
Ἀλλ' οὔπω τὸν κολοφῶνα τῶν κακῶν εἶπον, οὐδὲ τὸ κεφάλαιον ἐξεκάλυψα τῆς συμφορᾶς, πολλάκις μὲν ἐλθὼν εἰπεῖν καὶ ἐρυθριάσας, πολλάκις δὲ καὶ αἰσχυνθείς. Τί ποτ' οὖν ἐστι τοῦτο; τολμητέον γὰρ ἤδη καὶ λεκτέον αὐτό. Καὶ γὰρ ἀνανδρίας ἂν εἴη πολλῆς, μέλλοντας τι κακὸν ἐξαιρεῖν, μηδὲ φωνὴν ἀφιέναι τολμᾷν ὑπὲρ αὐτοῦ, ὡς τῆς σιγῆς αὐτομάτως ἰασομένης τὴν νόσον. Οὐ τοίνυν σιγήσομεν, κἂν μυριάκις αἰσχύνεσθαι μέλλωμεν καὶ ἐρυθριᾷν. Οὐδὲ γὰρ ἰατρὸς μέλλων σηπεδόνα καθαίρειν, παραιτήσεται μεταχειρίσασθαι σίδηρον, καὶ καθεῖναι δακτύλους εἰς αὐτὸν τοῦ τραύματος τὸν πυθμένα· οὐκοῦν οὐδὲ ἡμεῖς τὸν ὑπὲρ τούτων λόγον παραιτησόμεθα, ὅσῳ καὶ χαλεπωτέρα ἡ σηπεδών. Τί ποτ' οὖν ἐστι τὸ κακόν; Ἔρως καινός τις καὶ παράνομος εἰς τὸν ἡμέτερον εἰσεκώμασε βίον· νόσημα ἐπέπεσε χαλεπὸν καὶ ἀνίατον· λοιμὸς κατέσκηψε πάντων λοιμῶν χαλεπώτερος· καινή τις παρανομία ἐπενοήθη καὶ ἀφόρητος· οὐ γὰρ οἱ θετοὶ μόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ τῆς φύσεως ἀνατρέπονται νόμοι. Μικρὸν εἰς ἀσελγείας λόγον πορνεία λοιπόν· καὶ καθάπερ ἐν ταῖς ὀδύναις τὸ τυραννικώτερον πάθος τοῦ προτέρου τὴν αἴσθησιν ἔκρυψεν ἐπελθὸν, οὕτω καὶ ἡ τῆς ὕβρεως ταύτης ὑπερβολὴ οὐκέτι ἀφόρητον ποιεῖ φαίνεσθαι τὸ ἀφόρητον, τὴν περὶ τὴν γυναῖκα ἀσέλγειαν. Ἀγαπητὸν γὰρ εἶναι δοκεῖ τὸ δυνηθῆναι τὰ δίκτυα ταῦτα διαφυγεῖν, καὶ κινδυνεύει λοιπὸν περιττὸν εἶναι τὸ τῶν γυναικῶν γένος, τῶν νέων ἀντ' ἐκείνων πάντα τὰ ἐκείνων πληρούντων. Καὶ οὐ τοῦτό πω δεινὸν, ἀλλ' ὅτι καὶ μετὰ πολλῆς τολμᾶται τῆς ἀδείας μύσος τοσοῦτον, καὶ νόμος γέγονεν ἡ παρανομία. Οὐδεὶς δέδοικεν, οὐδὲ τρέμει λοιπόν· οὐδεὶς αἰσχύνεται, οὐδὲ ἐρυθριᾷ, ἀλλὰ καὶ ἐγκαλλωπίζεται τῷ γέλωτι τούτῳ, καὶ μαίνεσθαι δοκοῦσιν οἱ σωφρονοῦντες, καὶ παραπαίειν οἱ νουθετοῦντες· κἂν μὲν ἀσθενέστεροι τύχωσιν ὄντες, συνεκόπησαν ταῖς πληγαῖς· ἂν δὲ δυνατώτεροι, χλευάζονται, γελῶνται, μυρίοις πλύνονται σκώμμασιν. Οὐδὲν ὄφελος δικαστηρίων, οὐδὲ νόμων, οὐδὲ παιδαγωγῶν, οὐ πατέρων, οὐκ ἀκολούθων, οὐ διδασκάλων· τοὺς μὲν γὰρ ἴσχυσαν διαφθεῖραι χρήμασιν, οἱ δ' ὅπως αὐτοῖς μισθὸς γένοιτο μόνον ὁρῶσι· τῶν δὲ ἐπιεικεστέρων, καὶ φροντιζόντων τῆς τῶν ἐμπιστευθέντων αὐτοῖς σωτηρίας, οἱ μὲν κλέπτονται ῥᾳδίως καὶ ἀπατῶνται, οἱ δὲ καὶ δεδοίκασι τῶν ἀκολάστων τὴν δύναμιν. Ῥᾷον γὰρ ἄν τις ὑποπτευθεὶς ἐπὶ τυραννίδι διασωθείη, ἢ τῶν μιαρῶν ἐκείνων ἀπάγειν πειραθεὶς, τὰς ἐκείνων διαφύγοι χεῖράς ποτε· οὕτω καθάπερ ἐπ' ἐρημίας πολλῆς, ἐν μέσαις ταῖς πόλεσιν ἄῤῥενες ἐν ἄρσεσιν τὴν ἀσχημοσύνην κατεργάζονται. Εἰ δέ τινες ταύτας διέφυγον τὰς παγὰς, τὴν γοῦν πονηρὰν τῶν τὰ τοιαῦτα ὑβριζομένων δυσκόλως διαφεύξονται δόξαν· πρῶτον μὲν, ὅτι ὀλίγοι σφόδρα εἰσὶ, καὶ ταύτῃ ῥᾳδίως ἂν τῷ τῶν πονηρῶν κρύπτοιντο πλήθει· δεύτερον, ὅτι καὶ αὐτοὶ οἱ μιαροὶ καὶ ἐναγεῖς ἐκεῖνοι δαίμονες, οὐκ ἔχοντες ἑτέρως ἀμύνασθαι τοὺς ὑπεριδόντας αὐτῶν, ταύτῃ σπουδάζουσιν ἀδικεῖν. Ἐπειδὴ γὰρ οὐκ ἴσχυσαν καιρίαν δοῦναι πληγὴν, οὐδ' αὐτῆς καθικέσθαι τῆς ψυχῆς, τὸν γοῦν ἔξωθεν αὐτοῖς περικείμενον τρῶσαι κόσμον ἐπιχειροῦσι, καὶ τὴν εὔκλειαν ἅπασαν ἀνελεῖν. Ὅθεν καὶ πολλῶν θαυμαζόντων ἤκουσα, πῶς οὐδέπω καὶ τήμερον ὄμβρος ἔτερος κατηνέχθη πυρὸς, πῶς οὐδέπω τὰ τῶν Σοδόμων ἔπαθεν ἡμῖν ἡ πόλις, τοσούτῳ χαλεπωτέρας ἀξία κολάσεως οὖσα, ὅσον μηδὲ τοῖς ἐκείνων ἐσωφρονίσθη κακοῖς; Ἀλλὰ καίτοι τῆς χώρας ἐκείνης ἐν δισχιλίοις λοιπὸν ἔτεσι, φωνῆς λαμπρότερον διὰ τῆς ὄψεως πρὸς ἅπασαν βοώσης τὴν οἰκουμένην μηδὲ τοιοῦτον τολμᾷν, οὐ μόνον οὐκ ὀκνηρότεροι περὶ τὴν ἁμαρτίαν ἐγένοντο ταύτην, ἀλλὰ καὶ ἰταμώτεροι, καθάπερ φιλονεικοῦντες τῷ Θεῷ, καὶ διὰ τῶν ἔργων δεῖξαι σπουδάζοντες, ὅτι τοσούτῳ τοῖς κακοῖς ἐπιθήσονται τούτοις, ὅσῳπερ ἂν αὐτοῖς μειζόνως ἀπειλῇ. Πῶς οὖν οὐδὲν γέγονε τοιοῦτον, ἀλλὰ τὰ μὲν Σοδόμων ἁμαρτήματα τολμᾶται, τὰ δὲ Σοδόμων οὐ γίνεται πάθη; Ὅτι πῦρ αὐτοὺς ἕτερον χαλεπώτερον μένει, καὶ κόλασις οὐκ ἔχουσα τέλος. Καὶ γὰρ τῶν ὑπὸ τοῦ κατακλυσμοῦ διαφθαρέντων πολλῷ μιαρώτερα τολμησάντων ἐκείνων, τῶν μετὰ ταῦτα λέγω, οὐδεὶς ἐξ ἐκείνου γέγονεν ὄμβρος τοιοῦτος. Κἀνταῦθα δὲ πάλιν ἡ αἰτία ἡ αὐτή· ἐπεὶ τίνος ἕνεκεν οἱ μὲν παρὰ τὴν ἀρχὴν γενόμενοι, ὅτε οὔτε δικαστήρια ἦν, οὐδὲ ἀρχόντων ἐπέκειτο φόβος, οὐ νόμος παρῆν ἀπειλῶν, οὐ προφητῶν χορὸς ῥυθμίζων, οὐ προσδοκία γεέννης, οὐ βασιλείας ἐλπὶς, οὐκ ἄλλη φιλοσοφία, οὐ τὰ θαύματα τὰ καὶ λίθους ἀναστῆσαι δυνάμενα, πῶς οὗτοι μὲν οἱ μηδενὸς τούτων ἀπολαύσαντες ὑπὲρ ὧν ἥμαρτον τοσαύτην ἔδωκαν δίκην, οἱ δὲ πάντων τούτων μετεσχηκότες, καὶ μεταξὺ τοσούτου ζῶντες φόβου καὶ θείων δικαστηρίων καὶ ἀνθρωπίνων, οὐδέπω καὶ τήμερον τὰ αὐτὰ ἔπαθον ἐκείνοις, χαλεπωτέρας ὄντες ἄξιοι κολάσεως; Ἆρ' οὐχὶ καὶ παιδὶ δῆλόν ἐστιν, ὅτι σφοδροτέρᾳ τηροῦνται δίκῃ; Εἰ γὰρ ἡμεῖς ὀργιζόμεθα οὕτως καὶ ἀγανακτοῦμεν, ὁ Θεὸς ὁ πάντων μάλιστα τοῦ τῶν ἀνθρώπων γένους κηδόμενος, καὶ τὴν κακίαν σφόδρα ἀποστρεφόμενος καὶ μισῶν, πῶς ἀνάσχοιτο ταῦτα τολμᾶσθαι ἀτιμωρητί; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· ἀλλ' ἐποίσει πάντω, αὐτοῖς τὴν χεῖρα τὴν κραταιὰν, καὶ τὴν πληγὴν τὴν ἀφόρητον, καὶ τῶν βασανιστηρίων τὴν ὀδύνην ἐκείνων, οὕτως οὖσαν χαλεπὴν, ὡς τὰ ἐν Σοδόμοις πάθη πρὸς ταῦτα παραβαλλόμενα παίγνια εἶναι νομίζεσθαι. Τίνας γὰρ οὐ παρήλασαν οὗτοι βαρβάρους, ποίων θηρίων γένος διὰ τῆς ἀναισχύντου μίξεως ταύτης; Ἔστιν ἔν τισι τῶν ἀλόγων οἶστρος πολὺς, καὶ ἐπιθυμία ἀφόρητος, μανίας οὐδὲν διαφέρουσα· ἀλλ' ὅμως τοῦτον οὐκ οἶδε τὸν ἔρωτα, ἀλλ' ἕστηκεν εἴσω τῶν τῆς φύσεως ὅρων· κἂν μυριάκις καχλάζῃ, τοὺς τῆς φύσεως οὐκ ἀνατρέπει νόμους. Οἱ δὲ λογικοὶ δῆθεν, καὶ θείας ἀπολαύσαντες διδασκαλίας, καὶ τὸ πρακτέον καὶ τὸ μὴ τοιοῦτον ἑτέροις διαγορεύοντες, καὶ γραμμάτων ἐξ οὐρανοῦ καταβάντων ἀκούσαντες, οὐχ οὕτως ἀδεῶς ταῖς πόρναις, ὥσπερ τοῖς νέοις συγγίνονται. Καθάπερ γὰρ μήτε ἀνθρώπων ὄντων, μήτε προνοίας Θεοῦ ἐφεστώσης, καὶ δικαζούσης τοῖς γινομένοις, ἀλλ' ὥσπερ σκότου πάντα καταλαβόντος, καὶ μηδενὸς μήτε ὁρῶντος ταῦτα, μήτε ἀκούοντος, οὕτω πάντα τολμῶσι, καὶ μετὰ τοσαύτης μανίας. Οἱ δὲ τῶν ὑβριζομένων παίδων πατέρες φέρουσι ταῦτα σιγῇ, καὶ οὐ κατορύττουσι μετὰ τῶν παίδων ἑαυτοὺς, οὐδὲ ἐπινοοῦσί τινα παραμυθίαν τῷ κακῷ. Εἰ γὰρ εἰς ὑπερορίαν ἀπὸ ταύτης ἑλκύσαι τῆς νόσου τοὺς υἱεῖς ἔδει, εἰ γὰρ εἰς θάλασσαν, εἰ γὰρ εἰς νήσους, εἰ γὰρ εἰς ἄβατον γῆν, εἰ γὰρ εἰς τὴν ὑπὲρ ἡμᾶς οἰκουμένην, οὐκ ἔδει πάντα ποιῆσαι καὶ παθεῖν ὥστε μὴ ταῦτα γενέσθαι τὰ μιάσματα; Ἀλλ' εἰ μὲν ἐπίνοσόν που καὶ λοιμικόν ἐστι χωρίον, οὐκ ἀπάξομεν ἐκεῖ τοὺς υἱεῖς, κἂν μεγάλα κερδαίνειν μέλλωσι, κἂν σφόδρα ὑγιεινοὶ τυγχάνωσιν ὄντες; νυνὶ δὲ τοσαύτης τὰ πάντα κατεχούσης λύμης, οὐ μόνον αὐτοὶ πρὸς ταῦτα ἕλκομεν τὰ βάραθρα αὐτοὺς, ἀλλὰ καὶ τοὺς ἀπαλλάξαι βουλομένους ὡς λυμεῶνας ἀπελαύνομεν. Καὶ πόσης οὐκ ἄξια ταῦτα ὀργῆς, πόσων σκηπτῶν, ὅταν τὴν μὲν γλῶτταν αὐτοῖς ἐκκαθαίρειν διὰ τῆς ἔξωθεν σοφίας σπουδάζωμεν, τὴν δὲ ψυχὴν ἐν αὐτῷ τῆς ἀσελγείας τῷ βορβόρῳ κειμένην καὶ σηπομένην διαπαντὸς μὴ μόνον περιορῶμεν, ἀλλὰ καὶ ἐγερθῆναι βουλομένην κωλύωμεν; Ἔτι οὖν τολμήσει τις εἰπεῖν, ὅτι δυνατὸν σωθῆναι τοὺς ἐν τοιούτοις ὄντας κακοῖς; Πόθεν; Οἱ μὲν γὰρ τὴν τῶν ἀκολάστων διαφυγόντες μανίαν (ὀλίγοι δέ εἰσιν οὗτοι), τοὺς τυραννικοὺς ἐκείνους ἔρωτας, καὶ τὰ πάντα διαφθείροντας, τοὺς τῶν χρημάτων καὶ τοὺς τῆς δόξης οὐ διαφεύγουσιν· οἱ δὲ πλείους καὶ τούτοις αὐτοῖς, καὶ τοῖς τῆς ἀσελγείας μετὰ πλείονος κατέχονται τῆς ὑπερβολῆς. Εἶτα λόγους μὲν αὐτοῖς ἐνθεῖναι βουλόμενοι, οὐχὶ τὰ διακόπτοντα τὴν παίδευσιν ἀναιροῦμεν μόνον, ἀλλὰ καὶ τὰ συνιστῶντα κατασκευάζομεν, καὶ παιδαγωγοὺς καὶ διδασκάλους ἐφιστῶντες, καὶ χρήματα ἀναλίσκοντες, καὶ τὴν ἀπὸ τῶν ἄλλων πραγμάτων παρέχοντες σχολὴν, καὶ τῶν ἐν τοῖς Ὀλυμπιακοῖς ἀγῶσι παιδοτριβῶν συνεχέστερον ἐπιφωνοῦντες αὐτοῖς τήν τε ἐκ τῆς ἀπαιδευσίας πενίαν, καὶ τὸν ἀπὸ τῆς παιδεύσεως πλοῦτον, καὶ πάντα ποιοῦντες καὶ λέγοντες, καὶ δι' ἑαυτῶν, καὶ δι' ἄλλων, ὥστε αὐτοὺς εἰς τὸ τέλος ἀγαγεῖν τῆς προκειμένης σπουδῆς, καὶ οὐδὲ οὕτω πολλάκις περιγινόμεθα· τρόπων δὲ ἐπιείκειαν, καὶ πολιτείας ἀρίστης ἀκρίβειαν αὐτόματον οἰησόμεθα παραγενέσθαι, καὶ ταῦτα τοσούτων ὄντων τῶν διακοπτόντων αὐτήν; Καὶ τί ταύτης τῆς ἀλογίας χεῖρον γένοιτ' ἂν, τὸ μὲν ῥᾷστον οὕτω μεγάλης ἀξιοῦν τιμῆς καὶ σπουδῆς· ὡς οὐκ ἐνὸν ταύτης ἄνευ αὐτὸ κατορθωθῆναί ποτε· ὃ δὲ πολλῷ δυσχερέστερόν ἐστι, τοῦτο καθεύδουσιν ἡμῖν ἐφίστασθαι νομίζειν, καθάπερ τι τῶν φαύλων καὶ οὐδαμινῶν; Φιλοσοφία γὰρ ψυχῆς λόγων παιδεύσεως τούτῳ δυσκολώτερόν τέ ἐστι καὶ ἐργωδέστερον, ὅσῳ τοῦ λέγειν τὸ πράττειν, καὶ ὅσῳ ῥημάτων ἔργα ἐστὶν ἐπιπονώτερα.