Ancient Greek
Catechesis 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Catecheses ad illuminandos 1-8 (series tertia) 1.1
Not analysed yet
Χαρᾶς καὶ εὐφροσύνης πνευματικῆς ὁ παρὼν καιρός· ἰδοὺ γὰρ παραγεγόνασιν ἡμῖν αἱ ποθειναὶ καὶ ἐπέραστοι τῶν πνευματικῶν γάμων ἡμέραι. Οὐδὲ γὰρ ἂν ἁμάρτοι τις γάμον ὀνομάζων τὰ νῦν γινόμενα, καὶ οὐ γάμον μόνον ἀλλὰ καὶ στρατολογίαν τινὰ θαυμαστὴν καὶ παράδοξον. Καὶ μὴ νομίσῃ τις ἐναντία εἶναι τὰ εἰρημένα ἀλλ' ἀκουέτω τοῦ μακαρίου Παύλου τοῦ τῆς οἰκουμένης διδασκάλου ἀμφοτέροις τούτοις κεχρημένου τοῖς παραδείγμασι καί ποτε μὲν λέγοντος· «Ἡρμωσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ»· ἀλλαχοῦ δὲ καθάπερ στρατιώταις μέλλουσιν εἰς πόλεμον ἐξιέναι οὕτω τὰ ὅπλα περιτιθέντος καὶ λέγοντος πάλιν· «Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου» [. . .] .